Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἄν τις, φησίν, ἐνίστηται πρὸς τὰ ἄγαν ἐκφανῆ, πρὸς τοῦτον οὐ ῥᾴδιόν ἐστιν εὑρεῖν λόγον, διʼ οὗ μεταπείσει τις αὐτόν.

τοῦτο δʼ οὔτε παρὰ τὴν ἐκείνου γίνεται δύναμιν οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθένειαν, ἀλλʼ ὅταν ἀπαχθεὶς ἀπολιθωθῇ, πῶς ἔτι χρήσηταί τις αὐτῷ διὰ λόγου;

Ἀπολιθώσεις δʼ εἰσὶ διτταί· ἡ μὲν τοῦ νοητικοῦ ἀπολίθωσις, ἡ δὲ τοῦ ἐντρεπτικοῦ, ὅταν τις παρατεταγμένος ᾖ μὴ ἐπινεύειν τοῖς ἐναργέσι μηδʼ ἀπὸ τῶν μαχομένων ἀφίστασθαι.

οἱ δὲ πολλοὶ τὴν μὲν σωματικὴν ἀπονέκρωσιν φοβούμεθα καὶ πάντʼ ἂν μηχανησαίμεθα ὑπὲρ τοῦ μὴ περιπεσεῖν τοιούτῳ τινί, τῆς ψυχῆς δʼ ἀπονεκρουμένης οὐδὲν ἡμῖν μέλει.

καὶ νὴ Δία ἐπὶ αὐτῆς τῆς ψυχῆς ἂν μὲν ᾖ οὕτως διακείμενος, ὥστε μηδενὶ παρακολουθεῖν μηδὲ συνιέναι μηδέν, καὶ τοῦτον κακῶς ἔχειν οἰόμεθα· ἂν δέ τινος τὸ ἐντρεπτικὸν καὶ αἰδῆμον ἀπονεκρωθῇ, τοῦτο ἔτι καὶ δύναμιν καλοῦμεν.

Καταλαμβάνεις ὅτι ἐγρήγορας;

οὔ, φησίν· οὐδὲ γάρ, ὅταν ἐν τοῖς ὕπνοις φαντάζωμαι, ὅτι ἐγρήγορα. οὐδὲν οὖν διαφέρει αὕτη ἡ φαντασία ἐκείνης; οὐδέν. ἔτι τούτῳ διαλέγομαι;

καὶ ποῖον αὐτῷ πῦρ ἢ ποῖον σίδηρον προσαγάγω, ἵνʼ αἴσθηται ὅτι νενέκρωται; αἰσθανόμενος οὐ προσποιεῖται· ἔτι χείρων ἐστὶ τοῦ νεκροῦ. μάχην οὗτος οὐ συνορᾷ· κακῶς ἔχει.

συνορῶν οὗτος οὐ κινεῖται οὐδὲ προκόπτει· ἔτι ἀθλιώτερον ἔχει.

ἐκτέτμηται τὸ αἰδῆμον αὐτοῦ καὶ ἐντρεπτικὸν καὶ τὸ λογικὸν οὐκ ἀποτέτμηται, ἀλλʼ ἀποτεθηρίωται.

ταύτην ἐγὼ δύναμιν εἴπω; μὴ γένοιτο, εἰ μὴ καὶ τὴν τῶν κιναίδων, καθʼ ἣν πᾶν τὸ ἐπελθὸν ἐν μέσῳ καὶ ποιοῦσι καὶ λέγουσι.

ἀφʼ ἑκάστου τῶν ἐν τῷ κόσμῳ γινομένων ῥᾴδιόν ἐστιν ἐγκωμιάσαι τὴν πρόνοιαν, ἂν δύο ἔχῃ τις ταῦτα ἐν ἑαυτῷ, δύναμίν τε συνορατικὴν τῶν γεγονότων ἑκάστῳ καὶ τὸ εὐχάριστον.

εἰ δὲ μή, ὁ μὲν οὐκ ὄψεται τὴν εὐχρηστίαν τῶν γεγονότων, ὁ δʼ οὐκ εὐχαριστήσει ἐπʼ αὐτοῖς οὐδʼ ἂν ἴδῃ.