Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τοῦτο γὰρ ἐφʼ ὃ ἀποδεδήμηκεν οὐδέν ἐστιν· ἀλλʼ ἐκεῖνο, μελετᾶν ἐξελεῖν τοῦ αὑτοῦ βίου πένθη καὶ οἰμωγὰς καὶ τὸ οἴμοι καὶ τὸ τάλας ἐγὼ καὶ δυστυχίαν καὶ ἀτυχίαν καὶ μαθεῖν,

τί ἐστι θάνατος, τί φυγή, τί δεσμωτήριον, τί νοσκώνειον, ἵνα δύνηται λέγειν ἐν τῇ φυλακῇ ὦ φίλε Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω καὶ μὴ ἐκεῖνα τάλας ἐγώ, γέρων ἄνθρωπος, ἐπὶ ταῦτά μου τὰς πολιὰς ἐτήρησα.

τίς λέγει ταῦτα; δοκεῖτε ὅτι ὑμῖν ἄδοξόν τινα ἐρῶ καὶ ταπεινόν; Πρίαμος αὐτὰ οὐ λέγει; Οἰδίπους οὐ λέγει; ἀλλʼ ὁπόσοι βασιλεῖς λέγουσιν;

τί γάρ εἰσιν ἄλλο τραγῳδίαι ἢ ἀνθρώπων πάθη τεθαυμακότων τὰ ἐκτὸς διὰ μέτρου τοιοῦδʼ ἐπιδεικνύμενα;

εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν, ὅτι τῶν ἐκτὸς καὶ ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι, ὑμεῖς δʼ ὄψεσθʼ αὐτοὶ τί θέλετε.

τί οὖν ἡμῖν παρέχει Χρύσιππος; ἵνα γνῷς, φησίν, ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν, ἐξ ὧν ἡ εὔροιά ἐστι καὶ ἀπάθεια ἀπαντᾷ,

λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς --- τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα. ὦ μεγάλης εὐτυχίας, ὦ μεγάλου εὐεργέτου τοῦ δεικνύοντος τὴν ὁδόν.

εἶτα Τριπτολέμῳ μὲν ἱερὰ καὶ βωμοὺς πάντες ἄνθρωποι ἀνεστάκασιν,

ὅτι τὰς ἡμέρους τροφὰς ἡμῖν ἔδωκεν, τῷ δὲ τὴν ἀλήθειαν εὑρόντι καὶ φωτίσαντι καὶ εἰς πάντας ἀνθρώπους ἐξενεγκόντι, οὐ τὴν περὶ τὸ ζῆν, ἀλλὰ τὴν πρὸς τὸ εὖ ζῆν, τίς ὑμῶν ἐπὶ τούτῳ βωμὸν ἱδρύσατο ἢ ναὸν ἢ ἄγαλμα ἀνέθηκεν ἢ τὸν θεὸν ἐπὶ τούτῳ προσκυνεῖ;

ἀλλʼ ὅτι μὲν ἄμπελον ἔδωκαν ἢ πυρούς, ἐπιθύομεν τούτου ἕνεκα, ὅτι δὲ τοιοῦτον ἐξήνεγκαν καρπὸν ἐν ἀνθρωπίνῃ διανοίᾳ, διʼ οὗ τὴν ἀλήθειαν τὴν περὶ εὐδαιμονίας δείξειν ἡμῖν ἤμελλον, τούτου δʼ ἕνεκα οὐκ εὐχαριστήσωμεν τῷ θεῷ;