Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὁ δὲ ταῖς ἀληθείαις πεπαιδευμένος ἀνθρώπου ἀπαιδεύτου ἐπιστραφήσεται ἐπικρίνοντός τι περὶ ὁσίου καὶ ἀνοσίου καὶ ἀδίκου καὶ δικαίου; ὦ πολλῆς ἀδικίας τῶν πεπαιδευμένων. ταῦτα οὖν ἔμαθες ἐνταῦθα;

οὐ θέλεις τὰ μὲν λογάρια τὰ περὶ τούτων ἄλλοις ἀφεῖναι, ἀταλαιπώροις ἀνθρωπαρίοις, ἵνʼ ἐν γωνίᾳ καθεζόμενοι μισθάρια λαμβάνωσιν ἢ γογγρύζωσιν, ὅτι οὐδεὶς αὐτοῖς παρέχει οὐδέν, σὺ δὲ χρῆσθαι παρελθὼν οἷς ἔμαθες;

οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων. τί οὖν τὸ λεῖπόν ἐστιν; ὁ χρησόμενος, ὁ ἔργῳ μαρτυρήσων τοῖς λόγοις.

τοῦτό μοι τὸ πρόσωπον ἀνάλαβε, ἵνα μηκέτι παλαιοῖς ἐν τῇ σχολῇ παραδείγμασι χρώμεθα, ἀλλὰ ἔχωμέν τι καὶ καθʼ ἡμᾶς παράδειγμα.

ταῦτα οὖν τίνος ἐστὶ θεωρεῖν; τοῦ σχολάζοντος. ἔστι γὰρ φιλοθέωρόν τι ζῷον ὁ ἄνθρωπος.

ἀλλʼ αἰσχρόν ἐστι θεωρεῖν ταῦτα οὕτως ὡς οἱ δραπέται· ἀλλʼ ἀπερισπάστως καθῆσθαι καὶ ἀκούειν νῦν μὲν τραγῳδοῦ νῦν δὲ κιθαρῳδοῦ, οὐχ ὡς ἐκεῖνοι ποιοῦσιν. ἅμα μὲν ἐπέστη καὶ ἐπῄνεσεν τὸν τραγῳδόν, ἅμα δὲ περιεβλέψατο· εἶτα ἄν τις φθέγξηται κύριον, εὐθὺς σεσόβηνται, ταράσσονται.

αἰσχρόν ἐστιν οὕτως καὶ τοὺς φιλοσόφους θεωρεῖν τὰ ἔργα τῆς φύσεως. τί γάρ ἐστι κύριος; ἄνθρωπος ἀνθρώπου κύριος οὐκ ἔστιν, ἀλλὰ θάνατος καὶ ζωὴ καὶ ἡδονὴ καὶ πόνος.

ἐπεὶ χωρὶς τούτων ἄγαγέ μοι τὸν Καίσαρα καὶ ὄψει πῶς εὐσταθῶ. ὅταν δὲ μετὰ τούτων ἔλθῃ βροντῶν καὶ ἀστράπτων, ἐγὼ δὲ ταῦτα φοβῶμαι, τί ἄλλο ἢ ἐπέγνωκα τὸν κύριον ὡς ὁ δραπέτης;

μέχρι δʼ ἂν οὗ τινα ἀνοχὴν ἀπὸ τούτων ἔχω, ὡς δραπέτης ἐφίσταται θεάτρῳ οὕτως κἀγώ· λούομαι, πίνω, ᾁδω, πάντα δὲ μετὰ φόβου καὶ ταλαιπωρίας.

ἐὰν δʼ ἐμαυτὸν ἀπολύσω τῶν δεσποτῶν, τοῦτʼ ἔστιν ἐκείνων, διʼ ἃ οἱ δεσπόται εἰσὶ φοβεροί, ποῖον ἔτι πρᾶγμα ἔχω, ποῖον ἔτι κύριον;

τί οὖν; κηρύσσειν δεῖ ταῦτα πρὸς πάντας; — οὔ, ἀλλὰ τοῖς ἰδιώταις συμπεριφέρεσθαι καὶ λέγειν οὗτος ὃ αὑτῷ ἀγαθὸν οἴεται τοῦτο κἀμοὶ συμβουλεύει· συγγιγνώσκω αὐτῷ.

καὶ γὰρ Σωκράτης συνεγίγνωσκεν τῷ ἐπὶ τῆς φυλακῆς κλάοντι, ὅτι ἔμελλεν πίνειν τὸ φάρμακον, καὶ λέγει ὡς γενναίως ἡμᾶς ἀποδεδάκρυκεν.

μή τι οὖν ἐκείνῳ λέγει ὅτι διὰ τοῦτο τὰς γυναῖκας ἀπελύσαμεν; ἀλλὰ τοῖς γνωρίμοις, τοῖς δυναμένοις αὐτὰ ἀκοῦσαι· ἐκείνῳ δὲ συμπεριφέρεται ὡς παιδίῳ.

ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν ἢ τούτῳ.

ἐκεῖνος οὖν σου πυνθάνεται φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ; ἐγὼ ἀδιάφορα.

νῦν οὖν τίνα αὐτὰ λέγεις; μή τι ἐκεῖνα ἠλλάγη;οὔ.σὺ οὖν ἠλλάγης;οὔ.λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα.τὰ ἀπροαίρετα.λέγε καὶ τὰ ἑξῆς.

ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ.λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει;προαίρεσις οἵα δεῖ καὶ χρῆσις φαντασιῶν.τέλος δὲ τί;τὸ σοὶ ἀκολουθεῖν.

ταῦτα καὶ νῦν λέγεις;ταὐτὰ καὶ νῦν λέγω. ἄπειθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς ἃ δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις.

ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτον τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν;

τοῦτο ἦν ἡ ἐξουσία; τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας; τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον; ταῦτα οὐδὲν ἦν, ἐγὼ δʼ ὡς μεγάλα παρεσκευαζόμην.