Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά, τοῦ κακοῦ προαίρεσις ποιά.

τί οὖν τὰ ἐκτός; ὗλαι τῇ προαιρέσει, περὶ ἃς ἀναστρεφομένη τεύξεται τοῦ ἰδίου ἀγαθοῦ ἢ κακοῦ. πῶς τοῦ ἀγαθοῦ τεύξεται;

ἂν τὰς ὕλας μὴ θαυμάσῃ. τὰ γὰρ περὶ τῶν ὑλῶν δόγματα ὀρθὰ μὲν ὄντα ἀγαθὴν ποιεῖ τὴν προαίρεσιν, στρεβλὰ δὲ καὶ διεστραμμένα κακήν.

τοῦτον τὸν νόμον ὁ θεὸς τέθεικεν καὶ φησίν εἰ τι ἀγαθὸν θέλεις, παρὰ σεαυτοῦ λάβε. σὺ λέγεις οὔ· ἀλλὰ παρʼ ἄλλου. μή, ἀλλὰ παρὰ σεαυτοῦ.

λοιπὸν ὅταν ἀπειλῇ ὁ τύραννος καὶ μὴ καλῇ, λέγω τίνι ἀπειλεῖ; ἂν λέγῃ δήσω σε, φημὶ ὅτι ταῖς χερσὶν ἀπειλεῖ καὶ τοῖς ποσίν.

ἂν λέγῃ τραχηλοκοπήσω σε, λέγω τῷ τραχήλῳ ἀπειλεῖ. ἂν λέγῃ εἰς φυλακήν σε βαλῶ, ὅλῳ τῷ σαρκιδίῳ· κἂν ἐξορισμὸν ἀπειλῇ, τὸ αὐτό.

— σοὶ οὖν οὐδὲν ἀπειλεῖ; — εἰ πέπονθα ὅτι ταῦτα οὐδέν ἐστι πρὸς ἐμέ, οὐδέν· εἰ δὲ φοβοῦμαί τι τούτων, ἐμοὶ ἀπειλεῖ.

τίνα λοιπὸν δέδοικα; τὸν τίνων ὄντα κύριον; τῶν ἐπʼ ἐμοί; οὐδὲ εἷς ἐστιν. τῶν οὐκ ἐπʼ ἐμοί; καὶ τί μοι αὐτῶν μέλει;

ὑμεῖς οὖν οἱ φιλόσοφοι διδάσκετε καταφρονεῖν τῶν βασιλέων; — μὴ γένοιτο. τίς ἡμῶν διδάσκει ἀντιποιεῖσθαι πρὸς αὐτούς, ὧν ἐκεῖνοι ἔχουσιν ἐξουσίαν;

τὸ σωμάτιον λάβε, τὴν κτῆσιν λάβε, τὴν φήμην λάβε, τοὺς περὶ ἐμὲ λάβε. ἄν τινας τούτων ἀναπείθω ἀντιποιεῖσθαι, τῷ ὄντι ἐγκαλείτω μοι.

ναί· ἀλλὰ καὶ τῶν δογμάτων ἄρχειν θέλω. καὶ τίς σοι ταύτην τὴν ἐξουσίαν δέδωκεν;

ποῦ δύνασαι νικῆσαι δόγμα ἀλλότριον; προσάγων, φησίν, αὐτῷ φόβον νικήσω. ἀγνοεῖς ὅτι αὐτὸ αὑτὸ ἐνίκησεν, οὐχ ὑπʼ ἄλλου ἐνικήθη· προαίρεσιν δὲ οὐδὲν ἄλλο νικῆσαι δύναται, πλὴν αὐτὴ ἑαυτήν.

διὰ τοῦτο καὶ ὁ τοῦ θεοῦ νόμος κράτιστός ἐστι καὶ δικαιότατος· τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος.