Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί, ἀλλʼ ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν οὐκέτι δύναται ἄλλο οὐδὲν εἰπεῖν.

πάλιν γὰρ ἐκείνου λίαν κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ οὐσίας οὔτε θαυμάζειν οὔτʼ ἀποδέχεσθαι· καὶ καλῶς αὐτοῦ κρατεῖ.

πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία; διὰ τί ἀποσυμβουλεύεις τῷ σοφῷ τεκνοτροφεῖν; τί φοβῇ μὴ διὰ ταῦτα εἰς λύπας ἐμπέσῃ;

διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον ἐμπίπτει; τί οὖν αὐτῷ μέλει, ἂν μυίδιον μικρὸν ἔσω κατακλαίῃ αὐτοῦ;

ἀλλʼ οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παιδίον, οὐκέτι ἐφʼ ἡμῖν ἐστι μὴ στέργειν μηδὲ φροντίζειν ἐπʼ αὐτῷ.

διὰ τοῦτο φησὶν οὐδὲ πολιτεύσεσθαι τὸν νοῦν ἔχοντα· οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολιτευόμενον· ἐπείτοι εἰ ὡς ἐν μυίαις μέλλεις ἀναστρέφεσθαι, τί κωλύει;

ἀλλʼ ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν ὅτι μὴ ἀναιρώμεθα τέκνα. ἀλλὰ πρόβατον μὲν οὐκ ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐδὲ λύκος, ἄνθρωπος δʼ ἀπολείπει;

τί θέλεις; μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα; οὐδʼ ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους; οὐδʼ ἐκεῖνοι ἀπολείπουσιν.

ἄγε, τίς δέ σοι πείθεται ἰδὼν παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός;

ἐγὼ μὲν οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο ἡ μήτηρ σου καὶ ὁ πατήρ, ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔρριψαν.