Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως. κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, ὦ Ἀγάμεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα;

δεῖ μὲν οὖν. σὺ δὲ τί λέγεις, ὦ Ἀχιλλεῦ; οὐκ ἀρέσκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα; ἐμοὶ μὲν οὖν πάντων μάλιστα ἀρέσκει. ἐφαρμόσατε οὖν τὰς προλήψεις. ἐντεῦθεν ἡ ἀρχὴ μάχης.

ὁ μὲν λέγει οὐ χρὴ ἀποδιδόναι με τὴν Χρυσηίδα τῷ πατρί, ὁ δὲ λέγει δεῖ μὲν οὖν. πάντως ὁ ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν τοῦ δέοντος.

πάλιν ὁ μὲν λέγει οὐκοῦν, εἴ με δεῖ ἀποδοῦναι τὴν Χρυσηίδα, δεῖ με λαβεῖν ὑμῶν τινος τὸ γέρας, ὁ δέ τὴν ἐμὴν οὖν λάβῃς ἐρωμένην;. τὴν σήν φησίν. ἐγὼ οὖν μόνος — ἀλλʼ ἐγὼ μόνος μὴ ἔχω; οὕτως μάχη γίνεται.