Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί οὖν ναοὺς ποιοῦμεν, τί οὖν ἀγάλματα, ὡς κακοῖς δαίμοσιν, ὡς πυρετῷ τῷ Διί; καὶ πῶς ἔτι Σωτὴρ καὶ πῶς Ὑέτιος καὶ πῶς Ἐπικάρπιος; καὶ μήν, ἂν ἐνταῦθά που θῶμεν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, πάντα ταῦτα ἐξακολουθεῖ.

τί οὖν ποιήσωμεν;— αὕτη ἐστὶ ζήτησις τοῦ φιλοσοφοῦντος τῷ ὄντι καὶ ὠδίνοντος· νῦν ἐγὼ οὐχ ὁρῶ τί ἐστι τὸ ἀγαθὸν καὶ τὸ κακόν· οὐ μαίνομαι;

ναί· ἀλλʼ ἂν ἐνταῦθά που θῶ τὸ ἀγαθόν, ἐν τοῖς προαιρετικοῖς, πάντες μου καταγελάσονται. ἥξει τις γέρων πολιὸς χρυσοῦς δακτυλίους ἔχων πολλούς, εἶτα ἐπισείσας τὴν κεφαλὴν ἐρεῖ ἄκουσόν μου, τέκνον· δεῖ μὲν καὶ φιλοσοφεῖν, δεῖ δὲ καὶ ἐγκέφαλον ἔχειν· ταῦτα μωρά ἐστιν. σὺ παρὰ τῶν φιλοσόφων μανθάνεις συλλογισμόν,

τί δέ σοι ποιητέον ἐστίν, σὺ κάλλιον οἶδας ἢ οἱ φιλόσοφοι. ἄνθρωπε, τί οὖν μοι ἐπιτιμᾷς, εἰ οἶδα;

τούτῳ τῷ ἀνδραπόδῳ τί εἴπω;

ἂν σιωπῶ, ῥήγνυται ἐκεῖνος. ὡς δεῖ λέγειν ὅτι σύγγνωθί μοι ὡς τοῖς ἐρῶσιν· οὐκ εἰμὶ ἐμαυτοῦ, μαίνομαι.

ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί, ἀλλʼ ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν οὐκέτι δύναται ἄλλο οὐδὲν εἰπεῖν.

πάλιν γὰρ ἐκείνου λίαν κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ οὐσίας οὔτε θαυμάζειν οὔτʼ ἀποδέχεσθαι· καὶ καλῶς αὐτοῦ κρατεῖ.

πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία; διὰ τί ἀποσυμβουλεύεις τῷ σοφῷ τεκνοτροφεῖν; τί φοβῇ μὴ διὰ ταῦτα εἰς λύπας ἐμπέσῃ;

διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον ἐμπίπτει; τί οὖν αὐτῷ μέλει, ἂν μυίδιον μικρὸν ἔσω κατακλαίῃ αὐτοῦ;

ἀλλʼ οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παιδίον, οὐκέτι ἐφʼ ἡμῖν ἐστι μὴ στέργειν μηδὲ φροντίζειν ἐπʼ αὐτῷ.

διὰ τοῦτο φησὶν οὐδὲ πολιτεύσεσθαι τὸν νοῦν ἔχοντα· οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολιτευόμενον· ἐπείτοι εἰ ὡς ἐν μυίαις μέλλεις ἀναστρέφεσθαι, τί κωλύει;

ἀλλʼ ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν ὅτι μὴ ἀναιρώμεθα τέκνα. ἀλλὰ πρόβατον μὲν οὐκ ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐδὲ λύκος, ἄνθρωπος δʼ ἀπολείπει;

τί θέλεις; μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα; οὐδʼ ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους; οὐδʼ ἐκεῖνοι ἀπολείπουσιν.

ἄγε, τίς δέ σοι πείθεται ἰδὼν παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός;

ἐγὼ μὲν οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο ἡ μήτηρ σου καὶ ὁ πατήρ, ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔρριψαν.

αἱ περιστάσεις εἰσὶν αἱ τοὺς ἄνδρας δεικνύουσαι. λοιπὸν ὅταν ἐμπέσῃ περίστασις, μέμνησο ὅτι ὁ θεός σε ὡς ἀλείπτης τραχεῖ νεανίσκῳ συμβέβληκεν. —

ἵνα τί; φησίν. — ἵνα Ὀλυμπιονίκης γένῃ· δίχα δʼ ἱδρῶτος οὐ γίγνεται. ἐμοὶ μὲν οὐδεὶς δοκεῖ κρείσσονα ἐσχηκέναι περίστασιν ἧς σὺ ἔσχηκας, ἂν θέλῃς ὡς ἀθλητὴς νεανίσκῳ χρῆσθαι.

καὶ νῦν ἡμεῖς γε εἰς τὴν Ῥώμην κατάσκοπον πέμπομεν. οὐδεὶς δὲ δειλὸν κατάσκοπον πέμπει, ἵνʼ, ἂν μόνον ἀκούσῃ ψόφου καὶ σκιάν ποθεν ἴδῃ, τρέχων ἔλθῃ τεταραγμένος καὶ λέγων ἤδη παρεῖναι τοὺς πολεμίους.