Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὕτως ὅπου διαφέρειν οἰόμεθα τὸ πλανᾶσθαι τοῦ μὴ πλανᾶσθαι, ἐνταῦθα πολλὴν προσοχὴν εἰσφέρομεν εἰς διάκρισιν τῶν διαπλανᾶν δυναμένων,

ἐπὶ δὲ ταλαιπώρου ἡγεμονικοῦ χάσκοντες καὶ καθεύδοντες, πᾶσαν φαντασίαν παραπροσδεχόμεθα· ἡ γὰρ ζημία οὐ προσπίπτει.

ὅταν οὖν θέλῃς γνῶναι, πῶς ἔχεις περὶ μὲν τἀγαθὰ καὶ κακὰ ἀνειμένως, περὶ τἀδιάφορα δʼ ἐσπευσμένως, ἐπίστησον πῶς ἔχεις πρὸς τὸ ἐκτυφλωθῆναι καὶ πῶς πρὸς τὸ ἐξαπατηθῆναι καὶ γνώσῃ ὅτι μακρὰν εἶ τοῦ ὡς δεῖ πεπονθέναι περὶ ἀγαθῶν καὶ κακῶν.

ἀλλὰ πολλῆς ἔχει χρείαν παρασκευῆς καὶ πόνου πολλοῦ καὶ μαθημάτων. τί οὖν; ἐλπίζεις ὅτι τὴν μεγίστην τέχνην ἀπὸ ὀλίγων ἔστιν ἀναλαβεῖν;

καίτοι αὐτὸς μὲν ὁ προηγούμενος λόγος τῶν φιλοσόφων λίαν ἐστὶν ὀλίγος. εἰ θέλεις γνῶναι, ἀνάγνωθι τὰ Ζήνωνος καὶ ὄψει.

τί γὰρ ἔχει μακρὸν εἰπεῖν ὅτι τέλος ἐστὶ τὸ ἕπεσθαι θεοῖς, οὐσία δʼ ἀγαθοῦ χρῆσις οἵα δεῖ φαντασιῶν;

λέγε τί οὖν ἐστι θεὸς καὶ τί φαντασία; καὶ τί ἐστι φύσις ἡ ἐπὶ μέρους καὶ τί ἐστι φύσις ἡ τῶν ὅλων;

ἤδη μακρόν. ἂν οὖν ἐλθὼν Ἐπίκουρος εἴπῃ, ὅτι ἐν σαρκὶ δεῖ εἶναι τὸ ἀγαθόν, πάλιν μακρὸν γίνεται καὶ ἀνάγκη ἀκοῦσαι τί τὸ προηγούμενόν ἐστιν ἐφʼ ἡμῶν, τί τὸ ὑποστατικὸν καὶ οὐσιῶδες. ὅτι τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι ἐν τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός;

σὺ δʼ αὐτὸς τί κυριώτερον ἔχεις, Ἐπίκουρε; τί ἐστιν ἐν σοὶ τὸ βουλευόμενον, τὸ ἐπισκεπτόμενον ἕκαστα, τὸ περὶ τῆς σαρκὸς αὐτῆς ὅτι τὸ προηγούμενόν ἐστιν τὸ ἐπικρῖνον;