Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἰς δὲ τὴν τοῦ εὐλόγου καὶ ἀλόγου κρίσιν οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα, ἀλλὰ καὶ τῶν κατὰ τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος.

τῷ μὲν γάρ τινι εὔλογον τὸ ἀμίδα παρακρατεῖν αὐτὸ μόνον βλέποντι, ὅτι μὴ παρακρατήσας μὲν πληγὰς λήψεται καὶ τροφὰς οὐ λήψεται, παρακρατήσας δʼ οὐ πείσεταί τι τραχὺ ἢ ἀνιαρόν·

ἄλλῳ δέ τινι οὐ μόνον τὸ αὐτὸν παρακρατῆσαι ἀφόρητον δοκεῖ, ἀλλὰ καὶ τὸ ἄλλου παρακρατοῦντος ἀνασχέσθαι.

ἂν οὖν μου πυνθάνῃ παρακρατήσω τὴν ἀμίδα ἢ μή;, ἐρῶ σοι ὅτι μείζονα ἀξίαν ἔχει τὸ λαβεῖν τροφὰς τοῦ μὴ λαβεῖν καὶ μείζονα ἀπαξίαν τὸ δαρῆναι τοῦ μὴ δαρῆναι· ὥστʼ εἰ τούτοις παραμετρεῖς τὰ σαυτοῦ, ἀπελθὼν παρακράτει.

ἀλλʼ οὐκ ἂν κατʼ ἐμέ. τοῦτο σὲ δεῖ συνεισφέρειν εἰς τὴν σκέψιν, οὐκ ἐμέ. σὺ γὰρ εἶ ὁ σαυτὸν εἰδώς, πόσου ἄξιος εἶ σεαυτῷ καὶ πόσου σεαυτὸν πιπράσκεις· ἄλλοι γὰρ ἄλλων πιπράσκουσιν.

διὰ τοῦτο Ἀγριππῖνος Φλώρῳ σκεπτομένῳ, εἰ καταβατέον αὐτῷ ἐστιν εἰς Νέρωνος θεωρίας, ὥστε καὶ αὐτόν τι λειτουργῆσαι, ἔφη κατάβηθι.

πυθομένου δʼ αὐτοῦ διὰ τί σὺ οὐ καταβαίνεις; ἔφη ὅτι ἐγὼ οὐδὲ βουλεύομαι.

ὁ γὰρ ἅπαξ εἰς τὴν περὶ τῶν τοιούτων σκέψιν καὶ τὰς τῶν ἐκτὸς ἀξίας συγκαθεὶς καὶ ψηφίζων ἐγγύς ἐστι τῶν ἐπιλελησμένων τοῦ ἰδίου προσώπου.

τί γάρ μου πυνθάνῃ; θάνατος αἱρετώτερόν ἐστιν ἢ ζωή; λέγω ζωή.

πόνος ἢ ἡδονή; λέγω ἡδονή. ἀλλά, ἂν μὴ τραγῳδήσω, τραχηλοκοπηθήσομαι. ἄπελθε τοίνυν καὶ τραγῴδει, ἐγὼ δʼ οὐ τραγῳδήσω.

διὰ τί; ὅτι σὺ σεαυτὸν ἡγῇ μίαν τινὰ εἶναι κρόκην τῶν ἐκ τοῦ χιτῶνος. τί οὖν; σὲ ἔδει φροντίζειν πῶς ἀνόμοιος ᾖς τοῖς ἄλλοις ἀνθρώποις, ὥσπερ οὐδʼ ἡ κρόκη πρὸς τὰς ἄλλας κρόκας θέλει τι ἔχειν ἐξαίρετον.

ἐγὼ δὲ πορφύρα εἶναι βούλομαι, τὸ ὀλίγον ἐκεῖνο καὶ στιλπνὸν καὶ τοῖς ἄλλοις αἴτιον τοῦ εὐπρεπῆ φαίνεσθαι καὶ καλά. τί οὖν μοι λέγεις ὅτι ἐξομοιώθητι τοῖς πολλοῖς; καὶ πῶς ἔτι πορφύρα ἔσομαι;

ταῦτα εἶδεν καὶ Πρῖσκος Ἑλουίδιος καὶ ἰδὼν ἐποίησε. προσπέμψαντος αὐτῷ Οὐεσπασιανοῦ, ἵνα μὴ εἰσέλθῃ εἰς τὴν σύγκλητον, ἀπεκρίνατο ἐπὶ σοί ἐστι μὴ ἐᾶσαί με εἶναι συγκλητικόν· μέχρι δὲ ἂν ὦ, δεῖ με εἰσέρχεσθαι.

ἄγε ἀλλʼ εἰσελθών, φησίν, σιώπησον. μή μʼ ἐξέταζε καὶ σιωπήσω. ἀλλὰ δεῖ με ἐξετάσαι. κἀμὲ εἰπεῖν τὸ φαινόμενον δίκαιον. ἀλλʼ ἐὰν εἴπῃς, ἀποκτενῶ σε.

πότε οὖν σοι εἶπον, ὅτι ἀθάνατός εἰμι; καὶ σὺ τὸ σὸν ποιήσεις κἀγὼ τὸ ἐμόν. σόν ἐστιν ἀποκτεῖναι, ἐμὸν ἀποθανεῖν μὴ τρέμοντα· σὸν φυγαδεῦσαι, ἐμὸν ἐξελθεῖν μὴ λυπούμενον.

τί οὖν ὠφέλησε Πρῖσκος εἷς ὤν; τί δʼ ὠφελεῖ ἡ πορφύρα τὸ ἱμάτιον; τί γὰρ ἄλλο ἢ διαπρέπει ἐν αὐτῷ ὡς πορφύρα καὶ τοῖς ἄλλοις δὲ καλὸν παράδειγμα ἔκκειται;

ἄλλος δʼ ἂν εἰπόντος αὐτῷ Καίσαρος ἐν τοιαύτῃ περὶ στάσει μὴ ἐλθεῖν εἰς σύγκλητον εἶπεν ἔχω χάριν, ὅτι μου φείδῃ.

τὸν τοιοῦτον οὐδʼ ἂν ἐκώλυεν εἰσελθεῖν, ἀλλʼ ᾔδει, ὅτι ἢ καθεδεῖται ὡς κεράμιον ἢ λέγων ἐρεῖ, ἃ οἶδεν ὅτι ὁ Καῖσαρ θέλει, καὶ προσεπισωρεύσει ἔτι πλείονα.

τοῦτον τὸν τρόπον καὶ ἀθλητής τις κινδυνεύων ἀποθανεῖν, εἰ μὴ ἀπεκόπη τὸ αἰδοῖον, ἐπελθόντος αὐτῷ τοῦ ἀδελφοῦ (ἦν δʼ ἐκεῖνος φιλόσοφος) καὶ εἰπόντος ἄγε, ἀδελφέ, τί μέλλεις ποιεῖν; ἀποκόπτομεν τοῦτο τὸ μέρος καὶ ἔτι εἰς γυμνάσιον προερχόμεθα; οὐχ ὑπέμεινεν, ἀλλʼ ἐγκαρτερήσας ἀπέθανεν.

πυθομένου δέ τινος· πῶς τοῦτο ἐποίησεν; ὡς ἀθλητὴς ἢ ὡς φιλόσοφος; ὡς ἀνήρ, ἔφη, ἀνὴρ δʼ Ὀλύμπια κεκηρυγμένος καὶ ἠγωνισμένος, ἐν τοιαύτῃ τινὶ χώρᾳ ἀνεστραμμένος, οὐχὶ παρὰ τῷ Βάτωνι ἀλειφόμενος.