Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

πυθομένου δʼ αὐτοῦ διὰ τί σὺ οὐ καταβαίνεις; ἔφη ὅτι ἐγὼ οὐδὲ βουλεύομαι.

ὁ γὰρ ἅπαξ εἰς τὴν περὶ τῶν τοιούτων σκέψιν καὶ τὰς τῶν ἐκτὸς ἀξίας συγκαθεὶς καὶ ψηφίζων ἐγγύς ἐστι τῶν ἐπιλελησμένων τοῦ ἰδίου προσώπου.

τί γάρ μου πυνθάνῃ; θάνατος αἱρετώτερόν ἐστιν ἢ ζωή; λέγω ζωή.

πόνος ἢ ἡδονή; λέγω ἡδονή. ἀλλά, ἂν μὴ τραγῳδήσω, τραχηλοκοπηθήσομαι. ἄπελθε τοίνυν καὶ τραγῴδει, ἐγὼ δʼ οὐ τραγῳδήσω.

διὰ τί; ὅτι σὺ σεαυτὸν ἡγῇ μίαν τινὰ εἶναι κρόκην τῶν ἐκ τοῦ χιτῶνος. τί οὖν; σὲ ἔδει φροντίζειν πῶς ἀνόμοιος ᾖς τοῖς ἄλλοις ἀνθρώποις, ὥσπερ οὐδʼ ἡ κρόκη πρὸς τὰς ἄλλας κρόκας θέλει τι ἔχειν ἐξαίρετον.

ἐγὼ δὲ πορφύρα εἶναι βούλομαι, τὸ ὀλίγον ἐκεῖνο καὶ στιλπνὸν καὶ τοῖς ἄλλοις αἴτιον τοῦ εὐπρεπῆ φαίνεσθαι καὶ καλά. τί οὖν μοι λέγεις ὅτι ἐξομοιώθητι τοῖς πολλοῖς; καὶ πῶς ἔτι πορφύρα ἔσομαι;

ταῦτα εἶδεν καὶ Πρῖσκος Ἑλουίδιος καὶ ἰδὼν ἐποίησε. προσπέμψαντος αὐτῷ Οὐεσπασιανοῦ, ἵνα μὴ εἰσέλθῃ εἰς τὴν σύγκλητον, ἀπεκρίνατο ἐπὶ σοί ἐστι μὴ ἐᾶσαί με εἶναι συγκλητικόν· μέχρι δὲ ἂν ὦ, δεῖ με εἰσέρχεσθαι.

ἄγε ἀλλʼ εἰσελθών, φησίν, σιώπησον. μή μʼ ἐξέταζε καὶ σιωπήσω. ἀλλὰ δεῖ με ἐξετάσαι. κἀμὲ εἰπεῖν τὸ φαινόμενον δίκαιον. ἀλλʼ ἐὰν εἴπῃς, ἀποκτενῶ σε.

πότε οὖν σοι εἶπον, ὅτι ἀθάνατός εἰμι; καὶ σὺ τὸ σὸν ποιήσεις κἀγὼ τὸ ἐμόν. σόν ἐστιν ἀποκτεῖναι, ἐμὸν ἀποθανεῖν μὴ τρέμοντα· σὸν φυγαδεῦσαι, ἐμὸν ἐξελθεῖν μὴ λυπούμενον.

τί οὖν ὠφέλησε Πρῖσκος εἷς ὤν; τί δʼ ὠφελεῖ ἡ πορφύρα τὸ ἱμάτιον; τί γὰρ ἄλλο ἢ διαπρέπει ἐν αὐτῷ ὡς πορφύρα καὶ τοῖς ἄλλοις δὲ καλὸν παράδειγμα ἔκκειται;

ἄλλος δʼ ἂν εἰπόντος αὐτῷ Καίσαρος ἐν τοιαύτῃ περὶ στάσει μὴ ἐλθεῖν εἰς σύγκλητον εἶπεν ἔχω χάριν, ὅτι μου φείδῃ.

τὸν τοιοῦτον οὐδʼ ἂν ἐκώλυεν εἰσελθεῖν, ἀλλʼ ᾔδει, ὅτι ἢ καθεδεῖται ὡς κεράμιον ἢ λέγων ἐρεῖ, ἃ οἶδεν ὅτι ὁ Καῖσαρ θέλει, καὶ προσεπισωρεύσει ἔτι πλείονα.