Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τῷ λογικῷ ζῴῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ δʼ εὔλογον φορητόν.

πληγαὶ οὐκ εἰσὶν ἀφόρητοι τῇ φύσει. — τίνα τρόπον; — ὅρα πῶς· Λακεδαιμόνιοι μαστιγοῦνται μαθόντες ὅτι εὔλογόν ἐστιν.

— τὸ δʼ ἀπάγξασθαι οὐκ ἔστιν ἀφόρητον; — ὅταν γοῦν πάθῃ τις ὅτι εὔλογον, ἀπελθὼν ἀπήγξατο.

ἁπλῶς ἐὰν προσέχωμεν, ὑπʼ οὐδενὸς οὕτως εὑρήσομεν τὸ ζῷον θλιβόμενον ὡς ὑπὸ τοῦ ἀλόγου καὶ πάλιν ἐπʼ οὐδὲν οὕτως ἑλκόμενον ὡς ἐπὶ τὸ εὔλογον.

ἄλλῳ δʼ ἄλλο προσπίπτει τὸ εὔλογον καὶ ἄλογον, καθάπερ καὶ ἀγαθὸν καὶ κακὸν ἄλλο ἄλλῳ καὶ συμφέρον καὶ ἀσύμφορον.

διὰ τοῦτο μάλιστα παιδείας δεόμεθα, ὥστε μαθεῖν τοῦ εὐλόγου καὶ ἀλόγου πρόληψιν ταῖς ἐπὶ μέρους οὐσίαις ἐφαρμόζειν συμφώνως τῇ φύσει.

εἰς δὲ τὴν τοῦ εὐλόγου καὶ ἀλόγου κρίσιν οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα, ἀλλὰ καὶ τῶν κατὰ τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος.

τῷ μὲν γάρ τινι εὔλογον τὸ ἀμίδα παρακρατεῖν αὐτὸ μόνον βλέποντι, ὅτι μὴ παρακρατήσας μὲν πληγὰς λήψεται καὶ τροφὰς οὐ λήψεται, παρακρατήσας δʼ οὐ πείσεταί τι τραχὺ ἢ ἀνιαρόν·

ἄλλῳ δέ τινι οὐ μόνον τὸ αὐτὸν παρακρατῆσαι ἀφόρητον δοκεῖ, ἀλλὰ καὶ τὸ ἄλλου παρακρατοῦντος ἀνασχέσθαι.

ἂν οὖν μου πυνθάνῃ παρακρατήσω τὴν ἀμίδα ἢ μή;, ἐρῶ σοι ὅτι μείζονα ἀξίαν ἔχει τὸ λαβεῖν τροφὰς τοῦ μὴ λαβεῖν καὶ μείζονα ἀπαξίαν τὸ δαρῆναι τοῦ μὴ δαρῆναι· ὥστʼ εἰ τούτοις παραμετρεῖς τὰ σαυτοῦ, ἀπελθὼν παρακράτει.

ἀλλʼ οὐκ ἂν κατʼ ἐμέ. τοῦτο σὲ δεῖ συνεισφέρειν εἰς τὴν σκέψιν, οὐκ ἐμέ. σὺ γὰρ εἶ ὁ σαυτὸν εἰδώς, πόσου ἄξιος εἶ σεαυτῷ καὶ πόσου σεαυτὸν πιπράσκεις· ἄλλοι γὰρ ἄλλων πιπράσκουσιν.

διὰ τοῦτο Ἀγριππῖνος Φλώρῳ σκεπτομένῳ, εἰ καταβατέον αὐτῷ ἐστιν εἰς Νέρωνος θεωρίας, ὥστε καὶ αὐτόν τι λειτουργῆσαι, ἔφη κατάβηθι.