Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τίς οὖν ὁ ἀήττητος; ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν ἀπροαιρέτων. εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. οὗτος ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον; τί δʼ ἂν καῦμα ᾖ;

τί δʼ ἐν Ὀλυμπίᾳ; καὶ ἐνταῦθα ὡσαύτως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν ἂν κορασίδιον; τί οὖν ἂν ἐν σκότῳ; τί οὖν ἂν δοξάριον; τί οὖν ἂν λοιδορίαν; τί οὖν ἂν ἔπαινον; τί δʼ ἂν θάνατον;

δύναται ταῦτα πάντα νικῆσαι. τί οὖν ἂν καῦμα ᾖ, τοῦτό ἐστι· τί, ἂν οἰνωμένος ᾖ; τί ἂν μελαγχολῶν; τί ἐν ὕπνοις; οὗτός μοί ἐστιν ὁ ἀνίκητος ἀθλητής.

ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα ἢ δοκῇ γε προσεῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος ᾖ, πεφυσῆσθαι διʼ αὐτό.

εὐθὺς ὁ τύραννος λέγει ἐγώ εἰμι ὁ πάντων κράτιστος. καὶ τί μοι δύνασαι παρασχεῖν; ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον; πόθεν σοι; σὺ γὰρ ἔχεις; ἔκκλισιν ἀπερίπτωτον; σὺ γὰρ ἔχεις; ὁρμὴν ἀναμάρτητον;

καὶ ποῦ σοι μέτεστιν; ἄγε, ἐν νηὶ δὲ σαυτῷ θαρρεῖς ἢ τῷ εἰδότι; ἐπὶ δʼ ἅρματος τίνι ἢ τῷ εἰδότι;

τί δʼ ἐν ταῖς ἄλλαις τέχναις; ὡσαύτως. τί οὖν δύνασαι; πάντες με θεραπεύουσιν. καὶ γὰρ ἐγὼ τὸ πινάκιον θεραπεύω καὶ πλύνω αὐτὸ καὶ ἐκμάσσω καὶ τῆς ληκύθου ἕνεκα πάσσαλον πήσσω. τί οὖν; ταῦτά μου κρείττονά ἐστιν; οὔ· ἀλλὰ χρείαν μοι παρέχει τινά. ταύτης οὖν ἕνεκα θεραπεύω αὐτά. τί δέ; τὸν ὄνον οὐ θεραπεύω;

οὐ νίπτω αὐτοῦ τοὺς πόδας; οὐ περικαθαίρω; οὐκ οἶδας ὅτι πᾶς ἄνθρωπος ἑαυτὸν θεραπεύει, σὲ δʼ οὕτως ὡς τὸν ὄνον; ἐπεὶ τίς σε θεραπεύει ὡς ἄνθρωπον; δείκνυε.

τίς σοι θέλει ὅμοιος γενέσθαι, τίς σου ζηλωτὴς γίνεται ὡς Σωκράτους; ἀλλὰ δύναμαί σε τραχηλοκοπῆσαι. καλῶς λέγεις. ἐξελαθόμην ὅτι σε δεῖ θεραπεύειν καὶ ὡς πυρετὸν καὶ ὡς χολέραν καὶ βωμὸν στῆσαι, ὡς ἐν Ῥώμῃ Πυρετοῦ βωμός ἐστιν.

τί οὖν ἐστι τὸ ταράσσον καὶ καταπλῆττον τοὺς πολλούς; ὁ τύραννος καὶ οἱ δορυφόροι; πόθεν; μὴ γένοιτο· οὐκ ἐνδέχεται τὸ φύσει ἐλεύθερον ὑπʼ ἄλλου τινὸς ταραχθῆναι ἢ κωλυθῆναι πλὴν ὑφʼ ἑαυτοῦ.

ἀλλὰ τὰ δόγματα αὐτὸν ταράσσει. ὅταν γὰρ ὁ τύραννος εἴπῃ τινὶ δήσω σου τὸ σκέλος, ὁ μὲν τὸ σκέλος τετιμηκὼς λέγει μή· ἐλέησον, ὁ δὲ τὴν προαίρεσιν τὴν ἑαυτοῦ λέγει εἴ σοι λυσιτελέστερον φαίνεται, δῆσον. οὐκ ἐπιστρέφῃ;

οὐκ ἐπιστρέφομαι.ἐγώ σοι δείξω ὅτι κύριός εἰμι.πόθεν σύ; ἐμὲ ὁ Ζεὺς ἐλεύθερον ἀφῆκεν. ἢ δοκεῖς ὅτι ἔμελλεν τὸν ἴδιον υἱὸν ἐᾶν καταδουλοῦσθαι; τοῦ νεκροῦ δέ μου κύριος εἶ, λάβε αὐτόν.

ὥσθʼ ὅταν μοι προσίῃς, ἐμὲ οὐ θεραπεύεις;οὐ· ἀλλʼ ἐμαυτόν. εἰ δὲ θέλεις με λέγειν ὅτι καὶ σέ, λέγω σοι οὕτως ὡς τὴν χύτραν.

τοῦτο οὐκ ἔστιν φίλαυτον· γέγονε γὰρ οὕτως τὸ ζῷον· αὑτοῦ ἕνεκα πάντα ποιεῖ. καὶ γὰρ ὁ ἥλιος αὑτοῦ ἕνεκα πάντα ποιεῖ καὶ τὸ λοιπὸν αὐτὸς ὁ Ζεύς.

ἀλλʼ ὅταν θέλῃ εἶναι Ὑέτιος καὶ Ἐπικάρπιος καὶ πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁρᾷς ὅτι τούτων τῶν ἔργων καὶ τῶν προσηγοριῶν οὐ δύναται τυχεῖν, ἂν μὴ εἰς τὸ κοινὸν ὠφέλιμος ᾖ.

καθόλου τε τοιαύτην τὴν φύσιν τοῦ λογικοῦ ζῴου κατεσκεύασεν, ἵνα μηδενὸς τῶν ἰδίων ἀγαθῶν δύνηται τυγχάνειν, ἂν μή τι εἰς τὸ κοινὸν ὠφέλιμον προσφέρηται.

οὕτως οὐκέτι ἀκοινώνητον γίνεται τὸ πάντα αὑτοῦ ἕνεκα ποιεῖν.

ἐπεὶ τί ἐκδέχῃ; ἵνα τις ἀποστῇ αὑτοῦ καὶ τοῦ ἰδίου συμφέροντος; καὶ πῶς ἔτι μία καὶ ἡ αὐτὴ ἀρχὴ πᾶσιν ἔσται ἡ πρὸς αὐτὰ οἰκείωσις;

τί οὖν; ὅταν ὑπῇ δόγματα ἀλλόκοτα περὶ τῶν ἀπροαιρέτων πὡς ὄντων ἀγαθῶν καὶ κακῶν, πᾶσα ἀνάγκη θεραπεύειν τοὺς τυράννους.

ὤφελον γὰρ τοὺς τυράννους μόνον, τοὺς κοιτωνίτας δʼ οὔ. πῶς δὲ καὶ φρόνιμος γίνεται ἐξαίφνης ὁ ἄνθρωπος, ὅταν Καῖσαρ αὐτὸν ἐπὶ τοῦ λασάνου ποιήσῃ· πῶς εὐθὺς λέγομεν φρονίμως μοι λελάληκεν Φηλικίων.