Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλὰ φωτίζειν οἷός τʼ ἐστὶν ὁ ἥλιος τηλικοῦτον μέρος τοῦ παντός, ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολιπεῖν ὅσον οἷόν τʼ ἐπέχεσθαι ὑπὸ σκιᾶς, ἣν ἡ γῆ ποιεῖ· ὁ δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων μέρος ὄντʼ αὐτοῦ μικρὸν ὡς πρὸς τὸ ὅλον, οὗτος δʼ οὐ δύναται πάντων αἰσθάνεσθαι;

ἀλλʼ ἐγώ, φησίν, οὐ δύναμαι πᾶσιν ἅμα τούτοις παρακολουθεῖν. — τοῦτο δέ σοι καὶ λέγει τις, ὅτι ἴσην ἔχεις δύναμιν τῷ Διί;

ἀλλʼ οὖν οὐδὲν ἧττον καὶ ἐπίτροπον ἑκάστῳ παρέστησεν τὸν ἑκάστου δαίμονα καὶ παρέδωκεν φυλάσσειν αὐτὸν αὐτῷ καὶ τοῦτον ἀκοίμητον καὶ ἀπαραλόγιστον.

τίνι γὰρ ἄλλῳ κρείττονι καὶ ἐπιμελεστέρῳ φύλακι παρέδωκεν ἡμῶν ἕκαστον; ὥσθʼ, ὅταν κλείσητε τὰς θύρας καὶ σκότος ἔνδον ποιήσητε, μέμνησθε μηδέποτε λέγειν ὅτι μόνοι ἐστέ·

οὐ γὰρ ἐστέ, ἀλλʼ ὁ θεὸς ἔνδον ἐστὶ καὶ ὁ ὑμέτερος δαίμων ἐστίν. καὶ τίς τούτοις χρεία φωτὸς εἰς τὸ βλέπειν τί ποιεῖτε;

τούτῳ τῷ θεῷ ἔδει καὶ ὑμᾶς ὀμνύειν ὅρκον, οἷον οἱ στρατιῶται τῷ Καίσαρι. ἀλλʼ ἐκεῖνοι μὲν τὴν μισθοφορίαν λαμβάνοντες ὀμνύουσιν πάντων προτιμήσειν τὴν τοῦ Καίσαρος σωτηρίαν, ὑμεῖς δὲ δε τοσούτων καὶ τηλικούτων ἠξιωμένοι οὐκ ὀμόσετε ἢ ὀμόσαντες οὐκ ἐμμενεῖτε;

καὶ τί ὀμόσετε; μὴ ἀπειθήσειν μηδέποτε μηδʼ ἐγκαλέσειν μηδὲ μέμψεσθαί τινι τῶν ὑπʼ ἐκείνου δεδομένων μηδʼ ἄκοντες ποιήσειν τι ἢ πείσεσθαι τῶν ἀναγκαίων.

ὅμοιός γε ὅρκος οὗτος ἐκείνῳ; ἐκεῖ μὲν ὀμνύουσιν αὐτοῦ μὴ προτιμήσειν ἕτερον, ἐνταῦθα δʼ αὑτοὺς ἁπάντων.