Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἆρʼ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό; ἡ μήτηρ δʼ οὐ φιλοστοργεῖ τὸ παιδίον; — Φιλοστοργεῖ μὲν οὖν.

— οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει; — οὐκ ἔδει. — τί δʼ ἡ τιτθή; στέργει αὐτό; — στέργει, ἔφη. — ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; — οὐδαμῶς. — τί δʼ ὁ παιδαγωγός; οὐ στέργει αὐτό;

— στέργει. — ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελθεῖν, εἶθʼ οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἢ ἐν ταῖς χερσὶν τῶν οὔτε στεργόντων οὔτε κηδομένων ἀποθανεῖν; — μὴ γένοιτο.

— καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, ὅ τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι;

— ἄτοπον. — ἄγε, σὺ δʼ ἂν νοσῶν ἠβούλου φιλοστόργους οὕτως ἔχειν τοὺς προσήκοντας τούς τʼ ἄλλους καὶ αὐτὰ τὰ τέκνα καὶ τὴν γυναῖκα, ὥστʼ ἀφεθῆναι μόνος ὑπʼ αὐτῶν καὶ ἔρημος;

— οὐδαμῶς. — εὔξαιο δʼ ἂν οὕτως στερχθῆναι ὑπὸ τῶν σαυτοῦ, ὥστε διὰ τὴν ἄγαν αὐτῶν φιλοστοργίαν ἀεὶ μόνος ἀπολείπεσθαι ἐν ταῖς νόσοις, ἢ τούτου γʼ ἕνεκα μᾶλλον ἂν ὑπὸ τῶν ἐχθρῶν, εἰ δυνατὸν ἦν, φιλοστοργεῖσθαι ηὔχου, ὥστʼ ἀπολείπεσθαι ὑπʼ αὐτῶν; εἰ δὲ ταῦτα, ὑπολείπεται μηδαμῶς ἔτι φιλόστοργον εἶναι τὸ πραχθέν.

τί οὖν; οὐδὲν ἦν τὸ κινῆσάν σε καὶ ἐξορμῆσαν πρὸς τὸ ἀφεῖναι τὸ παιδίον; καὶ πῶς οἷόν τε; ἀλλὰ τοιοῦτόν τι ἄν, οἷον καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν, ὥστʼ ἐγκαλύπτεσθαι τοῦ ἵππου τρέχοντος ᾧ ἐσπουδάκει, εἶτα νικήσαντός ποτε παραλόγως σπόγγων δεῆσαι αὐτῷ πρὸς τὸ ἀναληφθῆναι λιποψυχοῦντα.

τί οὖν τοῦτό ἐστιν; τὸ μὲν ἀκριβὲς οὐ τοῦ παρόντος καιροῦ τυχόν· ἐκεῖνο δʼ ἀπαρκεῖ πεισθῆναι, εἴπερ ὑγιές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον, ὅτι οὐκ ἔξω που δεῖ ζητεῖν αὐτό, ἀλλʼ ἓν καὶ ταὐτόν ἐστιν ἐπὶ πάντων τὸ αἴτιον τοῦ ποιεῖν τι ἡμᾶς ἢ μὴ ποιεῖν, τοῦ λέγειν τινὰ ἢ μὴ λέγειν, τοῦ ἐπαίρεσθαι ἢ συστέλλεσθαι ἢ φεύγειν τινὰ ἢ διώκειν,

τοῦθʼ ὅπερ καὶ νῦν ἐμοί τε καὶ σοὶ γέγονεν αἴτιον, σοὶ μὲν τοῦ ἐλθεῖν πρὸς ἐμὲ καὶ καθῆσθαι νῦν ἀκούοντα, ἐμοὶ δὲ τοῦ λέγειν ταῦτα.

τί δʼ ἐστὶ τοῦτο; ἆρά γε ἄλλο ἢ ὅτι ἔδοξεν ἡμῖν; — οὐδέν. — εἰ δʼ ἄλλως ἡμῖν ἐφάνη, τί ἂν ἄλλο ἢ τὸ δόξαν ἐπράττομεν;

οὐκ οὖν καὶ τῷ Ἀχιλλεῖ τοῦτο αἴτιον τοῦ πενθεῖν, οὐχ ὁ τοῦ Πατρόκλου θάνατος (ἄλλος γάρ τις οὐ πάσχει ταῦτα τοῦ ἑταίρου ἀποθανόντος)

, ἀλλʼ ὅτι ἔδοξεν αὐτῷ. καὶ σοὶ τότε φεύγειν τοῦτο αὐτὸ ὅτι ἔδοξέν σοι· καὶ πάλιν, ἐὰν μείνῃς, ὅτι ἔδοξέν σοι. καὶ νῦν ἐν Ῥώμῃ ἀνέρχῃ, ὅτι δοκεῖ σοι· κἂν μεταδόξῃ, οὐκ ἂν ἀπελεύσῃ.

καὶ ἁπλῶς οὔτε θάνατος οὔτε φυγὴ οὔτε πόνος οὔτε ἄλλο τι τῶν τοιούτων αἴτιόν ἐστι τοῦ πράττειν τι ἢ μὴ πράττειν ἡμᾶς, ἀλλʼ ὑπολήψεις καὶ δόγματα.

τοῦτό σε πείθω ἢ οὐχί; — Πείσθεις, ἔφη. — οἷα δὴ τὰ αἴτια ἐφʼ ἑκάστου, τοιαῦτα καὶ τὰ ἀποτελούμενα.

οὐκοῦν ὅταν μὴ ὀρθῶς τι πράττωμεν, ἀπὸ ταύτης τῆς ἡμέρας οὐδὲν ἄλλο αἰτιασόμεθα ἢ τὸ δόγμα, ἀφʼ οὗ αὐτὸ ἐπράξαμεν, κἀκεῖνο ἐξαίρειν καὶ ἐκτέμνειν πειρασόμεθα μᾶλλον ἢ τὰ φύματα καὶ τὰ ἀποστήματα ἐκ τοῦ σώματος.

ὡσαύτως δὲ καὶ τῶν ὀρθῶς πραττομένων ταὐτὸν τοῦτο αἴτιον ἀποφανοῦμεν.

καὶ οὔτʼ οἰκέτην ἔτι αἰτιασόμεθα οὔτε γείτονα οὔτε γυναῖκα οὔτε τέκνα ὡς αἴτιά τινων κακῶν ἡμῖν γινόμενα πεπεισμένοι ὅτι, ἂν μὴ ἡμῖν δόξῃ τοιαῦτά τινα εἶναι, οὐ πράττομεν τὰ ἀκόλουθα· τοῦ δόξαι δὲ ἢ μὴ δόξαι, ἡμεῖς κύριοι καὶ οὐ τὰ ἐκτός.

— οὕτως, ἔφη. — ἀπὸ τῆς σήμερον τοίνυν ἡμέρας οὐδὲν ἄλλο ἐπισκοπήσομεν οὐδʼ ἐξετάσομεν, ποῖόν τι ἐστὶν ἢ πῶς ἔχει, οὔτε τὸν ἀγρὸν οὔτε τὰ ἀνδράποδα οὔτε τοὺς ἵππους ἢ κύνας, ἀλλὰ τὰ δόγματα. — εὔχομαι, ἔφη.

— ὁρᾷς οὖν, ὅτι σχολαστικόν σε δεῖ γενέσθαι, τοῦτο τὸ ζῷον οὗ πάντες καταγελῶσιν, εἴπερ ἄρα θέλεις ἐπίσκεψιν τῶν σαυτοῦ δογμάτων ποιεῖσθαι.

τοῦτο δʼ ὅτι μιᾶς ὥρας ἢ ἡμέρας οὐκ ἔστιν, ἐπινοεῖς καὶ αὐτός.