Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί οὖν δεῖ πρόχειρον ἔχειν ἐν τοῖς τοιούτοις; τί γὰρ ἄλλο ἢ τί ἐμὸν καὶ τί οὐκ ἐμὸν καὶ τί μοι ἔξεστιν καὶ τί μοι οὐκ ἔξεστιν;

ἀποθανεῖν με δεῖ· μή τι οὖν καὶ στένοντα; δεθῆναι· μή τι καὶ θρηνοῦντα; φυγαδευθῆναι· μή τις οὖν κωλύει γελῶντα καὶ εὐθυμοῦντα καὶ εὐροοῦντα;

εἰπὲ τὰ ἀπόρρητα. οὐ λέγω· τοῦτο γὰρ ἐπʼ ἐμοί ἐστιν. ἀλλὰ δήσω σε. ἄνθρωπε. τί λέγεις; ἐμέ; τὸ σκέλος μου δήσεις, τὴν προαίρεσιν δὲ οὐδʼ ὁ Ζεὺς νικῆσαι δύναται.

εἰς φυλακήν σε βαλῶ. τὸ σωμάτιον. ἀποκεφαλίσω σε. πότε οὖν σοὶ εἶπον, ὅτι μόνου ἐμοῦ ὁ τράχηλος ἀναπότμητός ἐστιν;

ταῦτα ἔδει μελετᾶν τοὺς φιλοσοφοῦντας, ταῦτα καθʼ ἡμέραν γράφειν, ἐν τούτοις γυμνάζεσθαι.

Θρασέας εἰώθει λέγειν σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον ἢ αὔριον φυγαδευθῆναι

τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς ἐκλογῆς; εἰ δʼ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ;

διὰ τοῦτο γὰρ Ἀγριππῖνος τί ἔλεγεν; ὅτι ἐγὼ ἐμαυτῷ ἐμπόδιος οὐ γίνομαι. ἀπηγγέλη αὐτῷ ὅτι κρίνῃ ἐν συγκλήτῳ. —

ἀγαθῇ τύχῃ. ἀλλὰ ἦλθεν ἡ πέμπτη (ταύτῃ δʼ εἰώθει γυμνασάμενος ψυχρολουτρεῖν)·

ἀπέλθωμεν καὶ γυμνασθῶμεν. γυμνασαμένῳ λέγει τις, αὐτῷ ἐλθὼν ὅτι Κατακέκρισαι. — φυγῇ,, φησίν, ἢ θανάτῳ; — φυγῇ. — τὰ ὑπάρχοντα τί; — οὐκ ἀφῃρέθη. — εἰς Ἀρίκειαν οὖν ἀπελθόντες ἀριστήσωμεν.

— τοῦτʼ ἔστι μεμελετηκέναι ἃ δεῖ μελετᾶν, ὄρεξιν ἔκκλισιν ἀκώλυτα ἀπερίπτωτα παρεσκευακέναι. ἀποθανεῖν με δεῖ.

εἰ ἤδη, ἀποθνῄσκω· κἂν μετʼ ὀλίγον, νῦν ἀριστῶ τῆς ὥρας ἐλθούσης, εἶτα τότε τεθνήξομαι. πῶς; ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα.