Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τῶν ἄλλων δυνάμεων οὐδεμίαν εὑρήσετε αὐτὴν αὑτῆς θεωρητικήν, οὐ τοίνυν οὐδὲ δοκιμαστικὴν ἢ ἀποδοκιμαστικήν.

ἡ γραμματικὴ μέχρι τίνος κέκτηται τὸ θεωρητικόν; μέχρι τοῦ διαγνῶναι τὰ γράμματα. ἡ μουσική; μέχρι τοῦ διαγνῶναι τὸ μέλος.

αὐτὴ οὖν αὑτὴν θεωρεῖ τις αὐτῶν; οὐδαμῶς. ἀλλʼ ὅτε μέν, ἄν τι γράφῃς τῷ ἑταίρῳ, δεῖ τούτων τῶν γραπτέων, ἡ γραμματικὴ ἐρεῖ· πότερον δὲ γραπτέον τῷ ἑταίρῳ ἢ οὐ γραπτέον, ἡ γραμματικὴ οὐκ ἐρεῖ. καὶ περὶ τῶν μελῶν ὡσαύτως ἡ μουσική· πότερον δʼ ᾀστέον νῦν καὶ κιθαριστέον ἢ οὔτε ᾀστέον οὔτε κιθαριστέον οὐκ ἐρεῖ.

τίς οὖν ἐρεῖ; ἡ καὶ αὑτὴν θεωροῦσα καὶ τἆλλα πάντα. αὕτη δʼ ἐστὶ τίς; ἡ δύναμις ἡ λογική· μόνη γὰρ αὕτη καὶ αὑτὴν κατανοήσουσα παρείληπται, τίς τέ ἐστι καὶ τί δύναται καὶ πόσου ἀξία οὖσα ἐλήλυθεν, καὶ τὰς ἄλλας ἁπάσας.

τί γάρ ἐστιν ἄλλο τὸ λέγον ὅτι χρυσίον καλόν ἐστιν; αὐτὸ γὰρ οὐ λέγει. δῆλον ὅτι ἡ χρηστικὴ δύναμις ταῖς φαντασίαις.

τί ἄλλο τὸ μουσικήν, γραμματικήν, τὰς ἄλλας δυνάμεις διακρῖνον, δοκιμάζον τὰς χρήσεις αὐτῶν καὶ τοὺς καιροὺς παραδεικνύον; οὐδὲν ἄλλο.

ὥσπερ οὖν ἦν ἄξιον, τὸ κράτιστον ἁπάντων καὶ κυριεῦον οἱ θεοὶ μόνον ἐφʼ ἡμῖν ἐποίησαν, τὴν χρῆσιν τὴν ὀρθὴν ταῖς φαντασίαις, τὰ δʼ ἄλλα οὐκ ἐφʼ ἡμῖν. ἆρά γε ὅτι οὐκ ἤθελον;

ἐγὼ μὲν δοκῶ ὅτι, εἰ ἠδύναντο, κἀκεῖνα ἂν ἡμῖν ἐπέτρεψαν· ἀλλὰ πάντως οὐκ ἠδύναντο.

ἐπὶ γῆς γὰρ ὄντας καὶ σώματι συνδεδεμένους τοιούτῳ καὶ κοινωνοῖς τοιούτοις πῶς οἷόν τʼ ἦν εἰς ταῦτα ὑπὸ τῶν ἐκτὸς μὴ ἐμποδίζεσθαι;

ἀλλὰ τί λέγει ὁ Ζεύς;

Ἐπίκτητε, εἰ οἷόν τε ἦν, καὶ τὸ σωμάτιον ἄν σου καὶ τὸ κτησίδιον ἐποίησα ἐλεύθερον καὶ ἀπαραπόδιστον.

νῦν δέ, μή σε λανθανέτω, τοῦτο οὐκ ἔστιν σόν, ἀλλὰ πηλὸς κομψῶς πεφυραμένος.

ἐπεὶ δὲ τοῦτο οὐκ ἠδυνάμην, ἐδώκαμέν σοι μέρος τι ἡμέτερον, τὴν δύναμιν ταύτην τὴν ὁρμητικήν τε καὶ ἀφορμητικὴν καὶ ὀρεκτικήν τε καὶ ἐκκλιτικὴν καὶ ἁπλῶς τὴν χρηστικὴν ταῖς φαντασίαις, ἧς ἐπιμελούμενος καὶ ἐν ᾗ τὰ σαυτοῦ τιθέμενος οὐδέποτε κωλυθήσῃ, οὐδέποτʼ ἐμποδισθήσῃ, οὐ στενάξεις, οὐ μέμψῃ, οὐ κολακεύσεις οὐδένα. τί οὖν; μή τι μικρά σοι φαίνεται ταῦτα;μὴ γένοιτο.

ἀρκῇ οὖν αὐτοῖς;εὔχομαι δὲ τοῖς θεοῖς.

νῦν δʼ ἑνὸς δυνάμενοι ἐπιμελεῖσθαι καὶ ἑνὶ προσηρτηκέναι ἑαυτοὺς μᾶλλον θέλομεν πολλῶν ἐπιμελεῖσθαι καὶ πολλοῖς προσδεδέσθαι καὶ τῷ σώματι καὶ τῇ κτήσει καὶ ἀδελφῷ καὶ φίλῳ καὶ τέκνῳ καὶ δούλῳ.

ἅτε οὖν πολλοῖς προσδεδεμένοι βαρούμεθα ὑπʼ αὐτῶν καὶ καθελκόμεθα.

διὰ τοῦτο, ἂν ἄπλοια ᾖ, καθήμεθα σπώμενοι καὶ παρακύπτομεν συνεχῶς· τίς ἄνεμος πνεῖ; βορέας. τί ἡμῖν καὶ αὐτῷ; πότε ὁ ζέφυρος πνεύσει; ὅταν αὐτῷ δόξῃ, ὦ βέλτιστε, ἢ τῷ Αἰόλῳ. σὲ γὰρ οὐκ ἐποίησεν ὁ θεὸς ταμίαν τῶν ἀνέμων, ἀλλὰ τὸν Αἴολον.

τί οὖν; δεῖ τὰ ἐφʼ ἡμῖν βέλτιστα κατασκευάζειν, τοῖς δʼ ἄλλοις χρῆσθαι ὡς πέφυκεν. πῶς οὖν πέφυκεν; ὡς ἂν ὁ θεὸς θέλῃ.

ἐμὲ οὖν νῦν τραχηλοκοπεῖσθαι μόνον; τί οὖν; ἤθελες πάντας τραχηλοκοπηθῆναι, ἵνα σὺ παραμυθίαν ἔχῃς;

οὐ θέλεις οὕτως ἐκτεῖναι τὸν τράχηλον, ὡς Λατερανός τις ἐν τῇ Ῥώμῃ κελευσθεὶς ὑπὸ τοῦ Νέρωνος ἀποκεφαλισθῆναι; ἐκτείνας γὰρ τὸν τράχηλον καὶ πληγεὶς καὶ πρὸς αὐτὴν τὴν πληγὴν ἀσθενῆ γενομένην ἐπʼ ὀλίγον συνελκυσθεὶς πάλιν ἐξέτεινεν.

ἀλλὰ καὶ ἔτι πρότερον προσελθόντι τις Ἐπαφροδίτῳ τῷ κυρίῳ τοῦ Νέρωνος καὶ ἀνακρίνοντι αὐτὸν ὑπὲρ τοῦ συγκρουσθῆναι ἄν τί θέλω, φησίν, ἐρῶ σου τῷ κυρίῳ.