Excerpta ex Theodoto

Clement of Alexandria

Excerpta ex Theodoto, Clement of Alexandria, Stählin, 1909

»Πάτερ,« φησί, »παρατίθεμαί σοι εἰς χεῖρας τὸ πνεῦμά μου«. ὃ προέβαλε, φησί, σαρκίον τῷ Λόγῳ ἡ Σοφία, τὸ πνευματικὸν σπέρμα, τοῦτο στολισάμενος κατῆλθεν ὁ Σωτήρ. ὅθεν ἐν τῷ πάθει τὴν Σοφίαν παρατίθεται τῷ πατρί, ἵνα αὐτὴν ἀπολάβῃ παρὰ τοῦ πατρὸς καὶ μὴ κατασχεθῇ ἐνταῦθα ὑπὸ τῶν στερίσκειν δυναμένων· οὕτως πᾶν πνευματικὸν σπέρμα, τοὺς ἐκλεκτούς,

967 P
διὰ τῆς προειρημένης φωνῆς παρατίθεται.

Τὸ ἐκλεκτὸν σπέρμα φαμὲν καὶ σπινθῆρα ζωπυρούμενον ὑπὸ τοῦ Λόγου καὶ κόρην ὀφθαλμοῦ καὶ κόκκον

335 S
σινάπεως καὶ ζύμην τὰ

δόξαντα καταδιῃρῆσθαι γένη ἑνοποιοῦσαν εἰς πίστιν. οἱ δ᾿ ἀπὸ Οὐαλεντίνου πλασθέντος φασὶ τοῦ ψυχικοῦ σώματος τῇ ἐκλεκτῇ ψυχῇ

106
οὔσῃ ἐν ὕπνῳ ἐντεθῆναι ὑπὸ τοῦ Λόγου σπέρμα ἀρρενικόν. ὅπερ ἐστὶν ἀπόρροια τοῦ ἀγγελικοῦ, ἵνα μὴ ὑστέρημα ᾖ. καὶ τοῦτο ἐζύμωσεν. τὰ δόξαντα καταδιῃρῆσθαι ἑνοποιοῦν, τὴν ψυχὴν καὶ τὴν σάρκα. ἃ καὶ ἐν μερισμῷ ὑπὸ τῆς Σοφίας προηνέχθη· ὕπνος δὲ [ἦν] Ἀδὰμ ἦν λήθη τῆς ψυχῆς, ἣ συνεῖχε μὴ διαλυθῆναι τὸ σπέρμα τὸ πνευματικόν, ὅπερ ἐνέθηκεν τῇ ψυχῇ ὁ Σωτήρ. τὸ σπέρμα δ᾿ ἀπόρροια ἦν τοῦ ἄρρενος καὶ ἀγγελικοῦ. διὰ τοῦτο λέγει ὁ Σωτήρ· »σώζου σὺ

καὶ ἡ ψυχή σου.« ἐλθὼν οὖν ὁ Σωτὴρ τὴν ψυχὴν ἐξύπνισεν, ἐξῆψεν δὲ τὸν σπινθῆρα· δύναμις γὰρ οἱ λόγοι τοῦ κυρίου. διὰ τοῦτο εἴρηκεν· »λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.« καὶ μετὰ τὴν ἀνάστασιν ἐμφυσῶν τὸ πνεῦμα τοῖς ἀποστόλοις τὸν μὲν χοῦν, καθάπερ τέφραν, ἀπεφύσα καὶ ἐχώριζεν, ἐξῆπτε δὲ τὸν σπινθῆρα καὶ ἐζωπύρει.

Ὁ κύριος διὰ πολλὴν ταπεινοφροσύνην οὐχ ὡς ἄγγελος ὤφθη, ἀλλ᾿ ὡς ἄνθρωπος, καὶ ὅτε ἐν δόξῃ ὤφθη τοῖς ἀποστόλοις ἐπὶ τοῦ ὄρους, οὐ δι᾿ ἑαυτὸν ἐποίησεν δεικνὺς ἑαυτόν, ἀλλὰ τὴν ἐκκλησίαν, ἥτις ἐστὶ »τὸ γένος τὸ ἐκλεκτόν«, ἵνα μάθῃ τὴν προκοπὴν αὐτοῦ μετὰ τὴν ἐκ τῆς σαρκὸς ἔξοδον. αὐτὸς γὰρ καὶ ἄνω φῶς ἦν καὶ ἐστὶ τὸ ἐπιφανὲν ἐν σαρκὶ καὶ τὸ ἐνταῦθα ὀφθὲν οὐχ ὕστερον τοῦ ἄνω. οὐδὲ διεκέκοπτο ᾗ ἄνωθεν μετέστη δεῦρο, τόπον ἐκ τόπου ἀμεῖβον, ὡς τὸν μὲν ἐπιλαβεῖν, τὸν δὲ ἀπολιπεῖν· ἀλλ᾿ ἦν τὸ πάντῃ ὂν καὶ παρὰ τῷ πατρὶ κἀνταῦθα· δύναμις γὰρ ἦν τοῦ πατρός. ἄλλως τε ἐχρῆν κἀκεῖνον πληρωθῆναι τὸν λόγον τοῦ σωτῆρος, ὃν εἶπεν· »εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν δόξῃ.« εἶδον οὖν καὶ ἐκοιμήθησαν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης.

Πῶς οὖν τὴν μὲν ὄψιν τὴν φωτεινὴν ἰδόντες οὐκ ἐξεπλάγησαν, τὴν δὲ φωνὴν ἀκούσαντες ἔπεσον ἐπὶ γῆν; ὅτι ὦτα τυγχάνει ἀπιστότερα

107
ὀφθαλμῶν καὶ ἡ παρὰ δόξαν φωνὴ μᾶλλον ἐκπλήσσει. ὁ δὲ Ἰωάννης ὁ βαπτιστὴς τῆς φωνῆς ἀκούσας οὐκ
968 P
ἐφοβήθη, ὡς ἂν ἐν πνεύματι ἀκούσας συνήθει τῆς τοιαύτης φωνῆς· καθὸ δὲ ἄνθρωπός τίς ἐστι μόνον, ἀκούσας κατεπλάγη· διὸ καὶ λέγει αὐτοῖς ὁ σωτήρ· »μηδενὶ εἴπητε ὃ εἴδετε.« καίτοι οὐδὲ σαρκικοῖς ὀφθαλμοῖς τὸ φῶς ἑωράκεισαν (οὐδὲν γὰρ συγγενὲς καὶ οἰκεῖον ἐκείνῳ τῷ φωτὶ καὶ τῇδε τῇ σαρκί), ἀλλ᾿ ὡς ἡ δύναμις καὶ ἡ βούλησις τοῦ σωτῆρος ἐνεδυνάμωσεν τὴν σάρκα εἰς τὸ θεάσασθαι· ἄλλως τε καὶ ὃ ἡ ψυχὴ εἶδεν, μετέδωκεν κοινωνούσῃ τῇ σαρκὶ διὰ τὸ συμπεπλέχθαι αὐτῇ. τὸ δὲ »μηδενὶ εἴπητε«, ἵνα μὴ ὅ ἐστιν ὁ κύριος νοήσαντες, ἀπόσχωνται τοῦ ἐπιβάλλειν τῷ κυρίῳ τὰς χεῖρας καὶ ἀτελὴς ἡ οἰκονομία γένηται καὶ ὁ θάνατος ἀπόσχηται τοῦ κυρίου, ὡς μάτην πειράζων ἐπὶ ἀνηνύτῳ. καὶ ἔτι ἡ μὲν ἐν τῷ ὄρει φωνὴ τοῖς ἤδη συνιεῖσιν ἐκλεκτοῖς ἐγένετο, διὸ καὶ ἐθαύμασαν μαρτυρουμένου τοῦ πιστευομένου, ἡ δὲ ἐπὶ τῷ ποταμῷ τοῖς μέλλουσι πιστεύειν. διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀγωγῇ.

Τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος« οἱ ἀπὸ Οὐαλεντίνου οὕτως ἐκδέχονται. ἀρχὴν μὲν γὰρ τὸν Μονογενῆ λέγουσιν, ὃν καὶ θεὸν προσαγορεύεσθαι, ὡς καὶ ἐν τοῖς ἑξῆς ἄντικρυς θεὸν αὐτὸν δηλοῖ λέγων· »ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.« τῷ δὲ λόγῳ τῷ ἐν τῇ ἀρχῇ, τοῦτ᾿ ἐστὶν ἐν τῷ Μονογενεῖ, ἐν τῷ Νῷ καὶ τῇ Ἀληθείᾳ, μηνύει τὸν Χριστόν, τὸν Λόγον καὶ τὴν Ζωήν· ὅθεν εἰκότως καὶ αὐτὸν θεὸν λέγει τὸν ἐν τῷ θεῷ τῷ Νῷ ὄντα. »ὃ γέγονεν ἐν αὐτῷ« τῷ λόγῳ, »ζωὴ ἦν«, ἡ σύζυγος· διὸ καὶ φησιν ὁ κύριος· »ἐγώ εἰμι ἡ ζωή.«

108

Ἄγνωστος οὖν ὁ πατὴρ ὤν ἠθέλησεν γνωσθῆναι τοῖς αἰῶσι, καὶ διὰ τῆς ἐνθυμήσεως τῆς ἑαυτοῦ, ὡς ἂν ἑαυτὸν ἐγνωκώς, πνεῦμα γνώσεως οὔσης ἐν γνώσει προέβαλε τὸν Μονογενῆ. γέγονεν οὖν καὶ ὁ ἀπὸ γνώσεως, τουτέστι τῆς πατρικῆς ἐνθυμήσεως. προελθὼν γνῶσις. τουτέστιν ὁ υἱὸς. ὅτι »δι᾿ υἱοῦ ὁ πατὴρ ἐγνώσθη«. τὸ δὲ τῆς ἀγάπης πνεῦμα κέκραται τῷ τῆς γνώσεως, ὡς πατὴρ υἱῷ καὶ ἐνθύμησις ἀληθείᾳ. ἀπ᾿ ἀληθείας προελθὸν ὡς ἀπὸ ἐνθυμήσεως ἡ γνῶσις. καὶ ὁ μὲν μείνας »μονογενὴς υἱὸς εἰς τὸν κόλπον τοῦ πατρὸς« τὴν ἐνθύμησιν διὰ τῆς γνώσεως ἐξηγεῖται τοῖς αἰῶσιν, ὡς ἂν καὶ ὑπὸ τοῦ κόλπου αὐτοῦ προβληθείς, ὁ δὲ ἐνταῦθα ὀφθεὶς οὐκέτι »μονογενής«, ἀλλ᾿ »ὡς μονογενὴς« πρὸς τοῦ ἀποστόλου προσαγορεύεται, »δόξαν ὡς μονο

969 P
γενοῦς«, ὅτι εἷς καὶ ὁ αὐτὸς ὢν ἐν μὲν τῇ κτίσει »πρωτότοκός« ἐστιν Ἰησοῦς, ἐν δὲ πληρώματι μονογενής· ὁ δὲ αὐτός ἐστι τοιοῦτος ὢν ἑκάστῳ τόπῳ οἷος κεχωρῆσθαι δύναται. καὶ οὐδέποτε τοῦ μείναντος ὁ καταβὰς μερίζεται. φησὶ γὰρ ὁ ἀπόστολος· »ὁ γὰρ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς.« εἰκόνα δὲ τοῦ Μονογενοῦς τὸν Δημιουργὸν λέγουσιν. διὸ καὶ λυτὰ τῆς εἰκόνος τὰ ἔργα, ὅθεν καὶ ὁ κύριος εἰκόνα τῆς πνευματικῆς ἀναστάσεως ποιήσας τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐκ ἀφθάρτους τὴν σάρκα. ἀλλ᾿ ὡς αὖθις ἀποθανουμένους ἤγειρεν.

Ἡμεῖς δὲ τὸν ἐν ταὐτότητι λόγον θεὸν ἐν θεῷ φαμεν, ὃς καὶ »εἰς τὸν κόλπον τοῦ πατρὸς« εἶναι λέγεται, ἀδιάστατος, ἀμέριστος, εἷς θεός. »πάντα δι᾿ αὐτοῦ ἐγένετο«. κατὰ τὴν προσεχῆ ἐνέργειαν τοῦ ἐν ταὐτότητι λόγου, τά τε πνευματικὰ καὶ νοητὰ καὶ αἰσθητά. »οὗτος τὸν κόλπον τοῦ πατρὸς ἐξηγή

336 S
σατο«. ὁ σωτὴρ καὶ [Ἡσαΐας »καὶ ἀνταποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν«, εἰς τὴν ἔννοιαν αὐτῶν τὴν ἐν τῇ ψυχῇ, ἀφ᾿ ἧς πρώτης ἐνεργεῖται] »πρωτότοκος πάσης κτίσεως«. ὁ δὲ ἐν ταὐτότητι μονογενής, οὗ κατὰ δύναμιν ἀδιάστατον ὁ σωτὴρ ἐνεργεῖ, οὗτός ἐστι »τὸ φῶς« τῆς ἐκκλησίας τῆς πρότερον ἐν σκότῳ καὶ ἐν ἀγνοίᾳ οὔσης. »καὶ ἡ σκοτία αὐτὸν
109
οὐ κατέλαβεν«, οἱ ἀποστατήσαντες, καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οὐκ ἔγνωσαν αὐτόν, καὶ ὁ θάνατος οὐ κατέσχεν αὐτόν.

Ἡ πίστις οὐ μία, ἀλλὰ διάφορος. ὁ γοῦν σωτήρ φησι· »γενηθήτω σοῦ κατὰ τὴν πίστιν·« ὅθεν εἴρηται τοὺς μὲν τῆς κλήσεως ἀνθρώπους κατὰ τὴν παρουσίαν τοῦ ἀντιχρίστου πλανηθήσεσθαι· ἀδύνατον δὲ τοὺς ἐκλεκτούς· διό φησι· »καὶ εἰ δυνατόν, τοὺς ἐκλεκτούς μου.« πάλιν ὅταν λέγῃ »ἐξέλθετε ἐκ τοῦ οἴκου τοῦ πατρός μου«, τοῖς κλητοῖς λέγει· πάλιν τῷ ἐξ ἀποδημίας ἐλθόντι καὶ κατεδηδοκότι τὰ ὑπάρχοντα, ᾧ τὸν σιτευτὸν ἔθυσεν μόσχον, τὴν κλῆσιν λέγει. καὶ ὅπου ὁ βασιλεὺς εἰς τὸ δεῖπνον τοῦ γάμου τοὺς ἐν ταῖς ὁδοῖς κέκληκεν. πάντες μὲν οὖν κέκληνται ἐπ᾿ ἴσης (»βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ τὸν ἥλιον ἐπιλάμπει πᾶσιν«), ἐκλέγονται δὲ οἱ μᾶλλον πιστεύσαντες, πρὸς οὕς λέγει· »τὸν πατέρα μου οὐδεὶς ἑώρακεν εἰ μὴ ὁ υἱός·« καί· »ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου·« καί· »πάτερ ἅγιε, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου.«

Ἀλλ᾿ οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ ἀρχάγγελοι οὐδὲ οἱ πρωτόκτιστοι οὐδὲ μὴν οὐδ᾿ αὐτὸς ἄμορφος καὶ

970 P
ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώματός ἐστιν, ἀλλὰ καὶ μορφὴν ἔχει ἰδίαν καὶ σῶμα ἀνὰ λόγον τῆς ὑπεροχῆς τῶν πνευματικῶν ἁπάντων, ὡς δὲ καὶ οἱ πρωτόκτιστοι ἀνὰ λόγον τῆς ὑπεροχῆς τῶν ὑπ᾿ αὐτοὺς οὐσιῶν. ὅλως γὰρ τὸ γενητὸν οὐκ ἀνούσιον μέν, οὐχ ὅμοιον δὲ μορφὴν καὶ σῶμα ἔχουσι τοῖς ἐν τῷδε τῷ κόσμῳ σώμασιν. ἄρρενά τε γὰρ καὶ θήλεα τὰ ἐνταῦθα καὶ διάφορα πρὸς αὐτά· ἐκεῖ δὲ ὁ μὲν μονογενὴς καὶ ἰδίως νοερὸς ἰδέᾳ ἰδίᾳ καὶ οὐσίᾳ ἰδίᾳ κεχρημένος ἄκρως εἰλικρινεῖ καὶ ἡγεμονικωτάτῃ καὶ προσεχῶς τῆς τοῦ πατρὸς ἀπολαύων δυνάμεως, οἱ δὲ πρωτόκτιστοι, εἰ καὶ ἀριθμῷ διάφοροι καὶ ὁ καθ᾿ ἕκαστον περιώρισται καὶ περιγέγραπται, ἀλλ᾿ ἡ ὁμοιότης τῶν πραγμάτων ἑνότητα καὶ ἰσότητα καὶ ὁμοιότητα ἐνδείκνυται. οὐ γὰρ τῷδε μὲν πλέον, τῷδε δὲ ἧττον παρέσχηται τῶν ἑπτά. οὐδ᾿ ὑπολείπεταί τις αὐτοῖς προκοπή, ἐξ ἀρχῆς ἀπειληφότων τὸ τέλειον ἅμα τῇ πρώτῃ γενέσει παρὰ τοῦ θεοῦ διὰ τοῦ υἱοῦ. καὶ ὃ μὲν
110
»φῶς ἀπρόσιτον« εἴρηται, ὡς »μονογενὴς« καὶ »πρωτότοκος«. »ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη«. οὐδὲ ἔσται τις τοιοῦτος, οὔτε τῶν πρωτοκτίστων οὔτε ἀνθρώπων. οἳ δὲ »διὰ παντὸς τὸ πρόσωπον τοῦ πατρὸς βλέπουσιν«, πρόσωπον δὲ πατρὸς ὁ υἱός, δι᾿ οὗ γνωρίζεται ὁ πατήρ. τὸ τοίνυν ὁρῶν καὶ ὁρώμενον ἀσχημάτιστον εἶναι οὐ δύναται οὐδὲ ἀσώματον. ὁρῶσι δὲ ὀφθαλμῷ οὐκ αἰσθητῷ, ἀλλ᾿ οἵῳ παρέσχεν ὁ πατήρ, νοερῷ.

Ὅταν οὖν εἴπῃ ὁ κύριος »μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· ἀμὴν λέγω ὑμῖν· τούτων οἱ ἄγγελοι τὸ πρόσωπον τοῦ πατρὸς διὰ παντὸς βλέπουσιν«, οἷον τὸ προκέντημα, τοῖοι ἔσονται οἱ ἐκλεκτοί, τὴν τελείαν ἀπολαβόντες προκοπήν· »μακάριοι δὲ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.« πρόσωπον δὲ τοῦ ἀσχηματίστου πῶς ἂν εἴη; σώματα γοῦν ἐπουράνια εὔμορφα καὶ νοερὰ οἶδεν ὁ ἀπόστολος. πῶς δ᾿ ἂν καὶ ὀνόματα διάφορα αὐτῶν ἐλέγετο, εἰ μὴ σχήμασιν ἦν περιγεγραμμένα,

971 P
μορφῇ καὶ σώματι; »ἄλλη δόξα ἐπουρανίων, ἄλλη ἐπιγείων, ἄλλη ἀγγέλων, ἄλλη ἀρχαγγέλων·« ὡς πρὸς τὴν σύγκρισιν τῶν τῇδε σωμάτων (οἷον ἄστρων) ἀσώματα καὶ ἀνείδεα, ἀλλ᾿ ὡς πρὸς τὴν σύγκρισιν τοῦ υἱοῦ σώματα μεμετρημένα καὶ αἰσθητά· οὕτως καὶ ὁ υἱὸς πρὸς τὸν πατέρα παραβαλλόμενος· καὶ δύναμιν μὲν ἰδίαν ἔχει ἕκαστον τῶν πνευματικῶν καὶ ἰδίαν οἰκονομίαν. καθὸ δὲ ὁμοῦ τε ἐγένοντο καὶ τὸ ἐντελὲς ἀπειλήφασιν οἱ πρωτόκτιστοι, κοινὴν τὴν λειτουργίαν καὶ ἀμέριστον.

Οἱ πρωτόκτιστοι οὖν τόν τε υἱὸν ὁρῶσι καὶ ἑαυτοὺς καὶ τὰ ὑποβεβηκότα, ὥσπερ καὶ οἱ ἀρχάγγελοι τοὺς πρωτοκτίστους. ὁ δὲ υἱὸς ἀρχὴ τῆς πατρικῆς ὑπάρχει θέας, πρόσωπον τοῦ πατρὸς λεγόμενος. καὶ οἱ μὲν ἄγγελοι νοερὸν πῦρ καὶ πνεύματα νοερά, τὴν οὐσίαν ἀποκεκαθαρμένοι, φῶς δὲ νοερὸν ἡ μεγίστη προκοπὴ ἀπὸ τοῦ νοεροῦ πυρὸς ἀποκεκαθαρμένου τέλεον, »εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«. ὁ Πέτρος φησίν· ὁ δὲ υἱὸς ἔτι τούτου καθαρώτερος, »ἀπρόσιτον φῶς« καὶ »δύναμις θεοῦ«, καὶ κατὰ τὸν ἀπόστολον »τιμίῳ

111
καὶ ἀμώμῳ καὶ ἀσπίλῳ αἵματι ἐλυτρώθημεν«. οὗ »τὰ μὲν ἱμάτια ὡς φῶς ἔλαμψεν, τὸ πρόσωπον δὲ ὡς ὁ ἥλιος«, ᾧ μηδὲ ἀντωπῆσαι ἔστι ῥᾳδίως.

Οὗτός ἐστιν »ἄρτος ἐπουράνιος« καὶ »πνευματικὴ τροφὴ« ζωῆς παρεκτικὴ κατὰ τὴν βρῶσιν καὶ γνῶσιν, »τὸ φῶς τῶν ἀνθρώπων«. τῆς ἐκκλησίας δηλονότι. οἱ μὲν οὖν τὸν οὐράνιον ἄρτον φαγόντες ἀπέθανον, ὁ δὲ τὸν ἀληθινὸν ἄρτον τοῦ πνεύματος ἐσθίων οὐ τεθνήξεται. ὁ ζῶν ἄρτος ὁ ὑπὸ τοῦ πατρὸς δοθεὶς ὁ υἱός ἐστι τοῖς ἐσθίειν βουλομένοις· »ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω«, φησίν, »ἡ σάρξ μού ἐστιν«, ἤτοι ᾧ τρέφεται ἡ σὰρξ διὰ τῆς εὐχαριστίας ἤ, ὅπερ καὶ μᾶλλον. ἡ σὰρξ τὸ σῶμα αὐτοῦ ἐστιν, »ὅπερ ἐστὶν ἡ ἐκκλησία«. »ἄρτος οὐράνιος«, συναγωγὴ εὐλογημένη· τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.

Τὰ δαιμόνια »ἀσώματα« εἴρηται,

337 S
οὐχ ὡς σῶμα μὴ ἔχοντα (ἔχει γὰρ καὶ σχῆμα· διὸ καὶ συναίσθησιν κολάσεως ἔχει), ἀλλ᾿ ὡς πρὸς σύγκρισιν τῶν σῳζομένων σωμάτων πνευματικῶν σκιὰ
972 P
ὄντα ἀσώματα εἴρηται. καὶ οἱ ἄγγελοι σώματά εἰσιν· ὁρῶνται γοῦν. ἀλλὰ καὶ ἡ ψυχὴ σῶμα. ὁ γοῦν ἀπόστολος· »σπείρεται μὲν γὰρ σῶμα ψυχικόν, ἐγείρεται δὲ σῶμα πνευματικόν.« πῶς δὲ καὶ αἱ κολαζόμεναι ψυχαὶ συναισθάνονται μὴ σώματα οὖσαι; »φοβήθητε« γοῦν λέγει »τὸν μετὰ θάνατον δυνάμενον καὶ ψυχὴν καὶ σῶμα εἰς γέενναν βαλεῖν.« τὸ γὰρ φαινόμενον οὐ πυρὶ καθαίρεται, ἀλλ᾿ εἰς γῆν ἀναλύεται. ἄντικρυς δὲ ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου διὰ τῶν σωματικῶν μελῶν σῶμα εἶναι δείκνυται ἡ ψυχή.

»Ὡς δὲ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου« τοῦ πνευματικοῦ, κατὰ προκοπὴν τελειούμενοι. πλὴν πάλιν εἰκόνα λέγει, ὡς εἶναι σώματα πνευματικά. καὶ πάλιν· »ἄρτι βλέπομεν δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.« αὐτίκα γὰρ ἀρχόμεθα γινώσκειν * *. οὗ δὲ πρόσωπον. καὶ

112
ἰδέα καὶ σχῆμα καὶ σῶμα. σχῆμα μὲν οὖν σχήματι θεωρεῖται καὶ πρόσωπον προσώπῳ καὶ ἐπιγινώσκεται τὰ γνωρίσματα τοῖς σχήμασι καὶ ταῖς οὐσίαις.

Καὶ ἡ περιστερὰ δὲ σῶμα ὤφθη, ἥν οἳ μὲν τὸ ἅγιον πνεῦμά φασιν, οἱ δὲ ἀπὸ Βασιλείδου τὸν διάκονον, οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὸ πνεῦμα τῆς ἐνθυμήσεως τοῦ πατρός. τὸ τὴν κατέλευσιν πεποιημένον ἐπὶ τὴν τοῦ λόγου σάρκα.

Ἔστιν Ἰησοῦς καὶ ἡ Ἐκκλησία καὶ ἡ Σοφία δι᾿ ὅλων κρᾶσις τῶν σωμάτων δυνατὴ κατὰ τοὺς Οὐαλεντινιανούς. ἡ γοῦν ἀνθρωπίνη μῖξις ἡ κατὰ γάμον ἐκ δυεῖν μεμιγμένων σπερμάτων ἑνὸς γένεσιν παιδίου ἀποτελεῖ, καὶ τὸ σῶμα εἰς γῆν ἀναλυθὲν κέκραται τῇ γῇ καὶ τὸ ὕδωρ τῷ οἴνῳ. τὰ δὲ κρείττω καὶ διαφορώτερα σώματα ῥᾳδίαν ἴσχει τὴν κρᾶσιν· πνεῦμα γοῦν πνεύματι μίγνυται. ἐμοὶ δὲ δοκεῖ κατὰ παράθεσιν τοῦτο γενέσθαι, ἀλλ᾿ οὐ κατὰ κρᾶσιν. μή τι οὖν ἡ θεία δύναμις διήκουσα τὴν ψυχὴν ἁγιάζει αὐτὴν κατὰ τὴν τελευταίαν προκοπήν. »ὁ γὰρ θεὸς πνεῦμα, ὅπου θέλει πνεῖ.« ἡ γὰρ δύναμις οὐ κατ᾿ οὐσίαν διήκει, ἀλλὰ κατὰ δύναμιν καὶ ἰσχύν, παράκειται δὲ τὸ πνεῦμα τῷ πνεύματι, ὡς τὸ πνεῦμα τῇ ψυχῇ.

973 P

Ὁ σωτὴρ ὤφθη κατιὼν τοῖς ἀγγέλοις, διὸ καὶ εὐηγγελίσαντο αὐτόν, ἀλλὰ καὶ τῷ Ἀβραὰμ καὶ τοῖς λοιποῖς δικαίοις τοῖς ἐν τῇ ἀναπαύσει οὖσιν ἐν τοῖς δεξιοῖς ὤφθη· »ἠγαλλιάσατο«, γὰρ φησίν, »ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν«, τὴν ἐν σαρκὶ παρουσίαν. ὅθεν ἀναστὰς ὁ κύριος εὐηγγελίσατο τοὺς δικαίους τοὺς ἐν τῇ ἀναπαύσει καὶ μετέστησεν αὐτοὺς καὶ μετέθηκεν, καὶ πάντες »ἐν τῇ σκιᾷ αὐτοῦ ζήσονται«. σκιὰ γὰρ τῆς δόξης τοῦ σωτῆρος τῆς παρὰ τῷ πατρὶ ἡ παρουσία ἡ ἐνταῦθα· φωτὸς δὲ σκιὰ οὐ σκότος, ἀλλὰ φωτισμός ἐστιν.

»Καὶ ὁ λόγος σὰρξ ἐγένετο«, οὐ κατὰ τὴν παρουσίαν μόνον ἄνθρωπος γενόμενος, ἀλλὰ καὶ ἐν ἀρχῇ ὁ ἐν ταὐτότητι λόγος, κατὰ περιγραφὴν καὶ οὐ κατ᾿ οὐσίαν γενόμενος [ὁ] υἱός. καὶ πάλιν σὰρξ ἐγένετο διὰ προφητῶν ἐνεργήσας· τέκνον δὲ τοῦ ἐν ταὐτότητι λόγου ὁ σωτὴρ εἴρηται· διὰ τοῦτο »ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν· ὃ γέγονεν ἐν αὐτῷ, ζωή ἐστιν«· ζωὴ δὲ ὁ κύριος. καὶ ὁ

113
Παῦλος »ἔνδυσαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα«. οἷον εἰς αὐτὸν πίστευσον τὸν ὑπὸ τοῦ θεοῦ »κατὰ θεόν«, τὸν ἐν θεῷ λόγον, κτισθέντα. δύναται δὲ τὸ »κατὰ θεὸν κτισθέντα« τὸ εἰς ὃ μέλλει τέλος προκοπῆς φθάνειν ὁ ἄνθρωπος μηνύειν ἐπ᾿ ἴσης τῷ »ἀπόλαβε τὸ εἰς ὃ ἐκτίσθης τέλος«· καὶ ἔτι σαφέστερον καὶ διαρρήδην ἐν ἄλλοις λέγει· »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου·« εἶτα ἐπιφέρει· »πρωτότοκος πάσης κτίσεως.« »ἀοράτου« μὲν γὰρ »θεοῦ εἰκόνα« τὸν υἱὸν λέγει τοῦ λόγου τοῦ ἐν ταὐτότητι, »πρωτότοκον δὲ πάσης κτίσεως«, ὅτι γεννηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας. ἐν αὐτῷ γὰρ ὁ πατὴρ τὰ πάντα ἐποίησεν. ὅθεν καὶ »μορφὴν δούλου λαβεῖν« εἴρηται, οὐ μόνον τὴν σάρκα κατὰ τὴν παρουσίαν, ἀλλὰ καὶ τὴν οὐσίαν ἐκ τοῦ ὑποκειμένου, δούλη δὲ ἡ οὐσία, ὡς ἂν παθητὴ καὶ ὑποκειμένη τῇ δραστηρίῳ καὶ κυριωτάτῃ αἰτίᾳ.

Τὸ γὰρ »πρὸ ἑωσφόρου ἐγέννησά σε« οὕτως ἐξακούομεν ἐπὶ τοῦ πρωτοκτίστου θεοῦ λόγου καὶ »πρὸ ἡλίου« καὶ σελήνης καὶ πρὸ πάσης κτίσεως »τὸ ὄνομά σου«.