De Chaerea et Callirhoe
Chariton of Aphrodisias
Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
Μεταξὺ δὲ Πολύχαρμος ἐπικαταπλεῖ ταῖς ἄλλαις τριήρεσιν· αὐτὸς γὰρ ἦν πεπιστευμένος τὸν ἄλλον στόλον ἀπὸ Κύπρου διὰ τὸ μηκέτι Χαιρέαν ἄλλῳ τινὶ σχολάζειν δύνασθαι πλὴν Καλλιρόῃ μόνῃ.
ταχέως οὖν ὁ λιμὴν ἐπληροῦτο, καὶ ἦν ἐκεῖνο τὸ σχῆμα τὸ μετὰ τὴν ναυμαχίαν τὴν Ἀττικήν· καὶ αὗται γὰρ αἱ τριήρεις ἐκ πολέμου κατέπλεον ἐστεφανωμέναι, χρησάμεναι Συρακοσίῳ στρατηγῷ· συνεμίχθησαν δὲ αἱ φωναὶ τῶν ἀπὸ τῆς θαλάσσης τοὺς ἀπὸ γῆς ἀσπαζομένων καὶ πάλιν ἐκείνων τοὺς ἐκ θαλάσσης, εὐφημίαι τε καὶ ἔπαινοι καὶ συνευχαὶ πυκναὶ παρʼ ἀμφοτέρων πρὸς ἀλλήλους. ἧκε δὲ μεταξὺ φερόμενος καὶ ὁ Χαιρέου πατήρ, λιποψυχῶν ἐκ τῆς παραδόξου χαρᾶς.
ἐπεκυλίοντο δὲ ἀλλήλοις συνέφηβοι καὶ συγγυμνασταί, Χαιρέαν ἀσπάσασθαι θέλοντες, Καλλιρόην δὲ αἱ
Καὶ εὐθὺς ἐκέλευσεν ἐκκομίζεσθαι ἄργυρον καὶ χρυσὸν ἀναρίθμητον, εἶτα ἐλέφαντα καὶ ἤλεκτρον καὶ ἐσθῆτα καὶ πᾶσαν ὕλης τέχνης τε πολυτέλειαν ἐπέδειξε Συρακουσίοις καὶ κλίνην καὶ τράπεζαν τοῦ μεγάλου βασιλέως, ὥστε ἐνεπλήσθη πᾶσα ἡ πόλις οὐχ ὡς πρότερον ἐκ τοῦ πολέμου τοῦ Σικελικοῦ πενίας Ἀττικῆς, ἀλλά, τὸ καινότατον ἐν εἰρήνῃ, λαφύρων Μηδικῶν.
Ἀθρόον δὲ τὸ πλῆθος ἀνεβόησεν “ἀπίωμεν εἰς τὴν ἐκκλησίαν·” ἐπεθύμουν γὰρ αὐτοὺς καὶ ἰδεῖν καὶ ἀκοῦσαι· λόγου δὲ θᾶττον ἐπληρώθη τὸ θέατρον ἀνδρῶν τε καὶ γυναικῶν. Εἰσελθόντος δὲ μόνου Χαιρέου πᾶσαι καὶ πάντες ἐπεβόησαν “Καλλιρρόην παρακάλει.” Ἑρμοκράτης δὲ καὶ τοῦτο ἐδημαγώγησεν,
εἰσάγων καὶ τὴν θυγατέρα. Πρῶτον οὖν ὁ δῆμος εἰς τὸν οὐρανὸν ἀναβλέψας εὐφήμει τοὺς θεοὺς καὶ χάριν ἠπίστατο μᾶλλον ὑπὲρ τῆς ἡμέρας ταύτης ἢ τῆς τῶν ἐπινικίων· εἶτα ποτὲ μὲν ἐσχίζοντο, καὶ οἱ μὲν ἄνδρες ἐπῄνουν Χαιρέαν αἱ δὲ γυναῖκες Καλλιρρόην, ὁτὲ δ’ αὖ πάλιν ἀμφοτέρους κοινῇ· καὶ τοῦτο ἐκείνοις ἥδιον ἦν.
Καλλιρρόην μὲν οὖν ὡς ἂν ἐκ πλοῦ καὶ ἀγωνίας εὐθὺς ἀσπασαμένην τὴν πατρίδα ἀπήγαγον ἐκ τοῦ θεάτρου, Χαιρέαν δὲ κατεῖχε τὸ πλῆθος, ἀκοῦσαι βουλόμενον πάντα τὰ τῆς ἀποδημίας διηγήματα. Κἀκεῖνος ἀπὸ τῶν τελευταίων ἤρξατο, λυπεῖν οὐ θέλων ἐν τοῖς πρώτοις καὶ σκυθρωποῖς τὸν λαόν. Ὁ δὲ δῆμος
μηδὲν παραλίπῃς.” Ὤκνει Χαιρέας, ὡς ἂν ἐπὶ πολλοῖς τῶν οὐ κατὰ γνώμην συμβάντων αἰδούμενος, Ἑρμοκράτης δὲ ἔφη “μηδὲν αἰδεσθῇς, ὦ τέκνον, κἂν λέγῃς τι λυπηρότερον ἢ μικρότερον ἡμῶν· τὸ γὰρ τέλος λαμπρὸν γενόμενον ἐπισκοτεῖ τοῖς προτέροις ἅπασι, τὸ δὲ μὴ ῥηθὲν ὑπόνοιαν ἔχει χαλεπωτέραν ἐξ αὐτῆς τῆς σιωπῆς.
Πατρίδι λέγεις καὶ γονεῦσιν, ὧν ἰσόρροπος ἡ πρὸς ἀμφοτέρους ὑμᾶς φιλοστοργία. Τὰ μὲν οὖν πρῶτα τῶν διηγημάτων ἤδη καὶ ὁ δῆμος ἐπίσταται, καὶ γὰρ τὸν γάμον ὑμῶν αὐτὸς ἔζευξε·
τὴν τῶν ἀντιμνηστευομένων ἐπιβουλὴν εἰς ψευδῆ ζηλοτυπίαν καὶ ὡς καιρίως ἔπληξας τὴν γυναῖκα πάντες ἔγνωμεν καὶ ὅτι δόξασα τεθνάναι πολυτελῶς ἐκηδεύθη, σὺ δὲ εἰς φόνου δίκην ὑπαχθεὶς σεαυτοῦ κατεψηφίσω, συναποθανεῖν θέλων τῇ γυναικί.
Ἀλλ’ ὁ δῆμός σε ἀπέλυσεν, ἀκούσιον ἐπιγνοὺς τὸ συμβάν. Τὰ δὲ τούτων ἐφεξῆς, ὅτι Θήρων ὁ τυμβωρύχος νυκτὸς τὸν τάφον διασκάψας Καλλιρρόην ζῶσαν εὑρὼν μετὰ τῶν ἐνταφίων ἐνέθηκε τῷ πειρατικῷ κέλητι καὶ εἰς Ἰωνίαν ἐπώλησε, σὺ δὲ κατὰ τὴν ζήτησιν τῆς γυναικὸς ἐξελθὼν αὐτὴν μὲν οὐχ εὗρες, ἐν δὲ τῇ θαλάσσῃ τῷ πειρατικῷ πλοίῳ
περιπεσὼν τοὺς μὲν ἄλλους λῃστὰς τεθνεῶτας κατέλαβες ὑπὸ δίψους, Θήρωνα δὲ μόνον ἔτι ζῶντα εἰσήγαγες εἰς τὴν ἐκκλησίαν, κἀκεῖνος μὲν βασανισθεὶς ἀνεσκολοπίσθη, τριήρη δὲ ἐξέπεμψεν ἡ πόλις καὶ πρεσβευτὰς ὑπὲρ Καλλιρρόης, ἑκούσιος δὲ συνεξέπλευσέ σοι Πολύχαρμος ὁ φίλος, καὶ ταῦτα ἴσμεν·
Ὁ δὲ Χαιρέας ἔνθεν ἑλὼν διηγεῖτο “πλεύσαντες τὸν Ἰόνιον ἀσφαλῶς εἰς χωρίον κατήχθημεν ἀνδρὸς Μιλησίου, Διονυσίου τοὔνομα, πλούτῳ καὶ γένει καὶ δόξῃ πάντων Ἰώνων ὑπερέχοντος. Οὗτος δὲ ὁ παρὰ Θήρωνος Καλλιρρόην ταλάντου πριάμενος.
Μὴ φοβηθῆτε· οὐκ ἐδούλωσεν· εὐθὺς γὰρ τὴν ἀργυρώνητον αὑτοῦ δέσποιναν ἀπέδειξε, καὶ ἐρῶν αὐτῆς βιάσασθαι οὐκ ἐτόλμησε τὴν εὐγενῆ, πέμψαι δὲ πάλιν εἰς Συρακούσας οὐχ ὑπέμεινεν ἧς ἤρα.
Ἐπεὶ δὲ ᾔσθετο Καλλιρρόη κύουσαν ἑαυτὴν ἐξ ἐμοῦ, σῶσαι τὸν πολίτην ὑμῖν θέλουσα, ἀνάγκην ἔσχε Διονυσίῳ γαμηθῆναι, σοφιζομένη τοῦ τέκνου τὴν γονήν, ἵνα ἐκ Διονυσίου δόξῃ γεγεννηκέναι, καὶ τραφῇ τὸ παιδίον ἐπαξίως.
Τρέφεται γὰρ ὑμῖν, ἄνδρες Συρακούσιοι, πολίτης ἐν Μιλήτῳ πλούσιος ὑπ’ ἀνδρὸς ἐνδόξου· καὶ γὰρ ἐκείνου τὸ γένος ἔνδοξον Ἑλληνικόν. Μὴ φθονήσωμεν αὐτῷ μεγάλης κληρονομίας.”