De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Καὶ οὗτοι μὲν ἔπλεον, βασιλεὺς δὲ ὁ μέγας κρατήσας τῶν πολεμίων εἰς Αἴγυπτον μὲν ἐξέπεμπε τὸν καταστησόμενον τὰ ἐν αὐτῇ βεβαίως, αὐτὸς δ’ ἔσπευδεν εἰς Ἄραδον πρὸς τὴν γυναῖκα.

Ὄντι δὲ αὐτῷ περὶ Χίον καὶ Τύρον καὶ θύοντι τῷ Ἡρακλεῖ τὰ ἐπινίκια προσῆλθέ τις ἀγγέλλων ὅτι “Ἄραδος ἐκπεπόρθηται καί ἐστι κενή, πάντα δὲ τὰ ἐν αὐτῇ φέρουσιν

p.147
αἱ ναῦς τῶν Αἰγυπτίων·” μέγα δὲ πένθος κατήγγειλε βασιλεῖ, ὡς ἀπολωλυίας τῆς βασιλίδος· ἐπένθουν δὲ καὶ Περσῶν οἱ ἐντιμότατοι Στάτειραν πρόφασιν, σφῶν δ’ αὐτῶν κήδἐ ἕκαστος, ὁ μὲν γυναῖκα, ὁ δὲ ἀδελφήν, ὁ δὲ θυγατέρα, πάντες δέ τινα, ἕκαστος οἰκεῖον· ἐκπεπλευκότων δὲ τῶν πολεμίων ἄγνωστον ἦν διὰ ποίας θαλάσσης.

Τῇ δευτέρᾳ δὲ τῶν ἡμερῶν ὤφθησαν αἱ Αἰγυπτίων ναῦς προσπλέουσαι. Καὶ τὸ μὲν ἀληθὲς ἄδηλον ἦν, ἐθαύμαζον δὲ ὁρῶντες, καὶ ἔτι μᾶλλον ἐπέτεινεν αὐτῶν τὴν ἀπορίαν σημεῖον ἀρθὲν ἀπὸ τῆς νεὼς τῆς Δημητρίου βασιλικόν, ὅπερ εἴωθεν αἴρεσθαι μόνου πλέοντος βασιλέως· τοῦτο δὲ ταραχὴν ἐποίησεν, ὡς πολεμίων ὄντων.

Εὐθὺς δὲ θέοντες ἐμήνυον Ἀρταξέρξῃ “τάχα δή τις εὑρεθήσεται βασιλεὺς Αἰγυπτίων.” Ὁ δὲ ἀνέθορεν ἐκ τοῦ θρόνου καὶ ἔσπευδεν ἐπὶ τὴν θάλασσαν καὶ σύνθημα πολεμικὸν ἐδίδου· τριήρεις μὲν γὰρ οὐκ ἦσαν αὐτῷ· πᾶν δὲ τὸ πλῆθος ἔστησεν ἐπὶ τοῦ λιμένος παρεσκευασμένον εἰς μάχην.

Ἤδη δέ τις καὶ τόξον ἐνέτεινε καὶ λόγχην ἔμελλεν ἀφιέναι, εἰ μὴ συνῆκε Δημήτριος καὶ τοῦτο ἐμήνυσε τῇ βασιλίδι. Ἡ δὲ Στάτειρα προελθοῦσα τῆς σκηνῆς ἔδειξεν ἑαυτήν. Εὐθὺς οὖν τὰ ὅπλα ῥίψαντες προσεκύνησαν· βασιλεὺς δὲ οὐ κατέσχεν, ἀλλὰ πρὶν καλῶς τὴν ναῦν καταχθῆναι πρῶτος εἰσεπήδησεν εἰς αὐτήν, περιχυθεὶς δὲ τῇ γυναικὶ ἐκ τῆς χαρᾶς δάκρυα ἀφῆκε καὶ εἶπε “τίς ἄρα μοι θεῶν ἀποδέδωκέ σε, γύναι φιλτάτη; ἀμφότερα γὰρ ἄπιστα καὶ ἀπολέσθαι βασιλίδα καὶ ἀπολομένην εὑρεθῆναι.

Πῶς δέ σε εἰς γῆν καταλιπὼν ἐκ θαλάσσης ἀπολαμβάνω;” Στάτειρα δὲ ἀπεκρίνατο “δῶρον ἔχεις με παρὰ Καλλιρρόης.” Ἀκούσας δὲ τοὔνομα βασιλεὺς

p.148
ὡς ἐπὶ τραύματι παλαιῷ πληγὴν ἔλαβε καινήν· βλέψας δὲ εἰς Ἀρταξάτην τὸν εὐνοῦχον “ἄγε με” φησὶ “πρὸς Καλλιρρόην,

ἵνα αὐτῇ χάριν γνῶ.” Εἶπεν ἡ Στάτειρα “μαθήσῃ πάντα παρ’ ἐμοῦ,” ἅμα δὲ προῄεσαν ἐκ τοῦ λιμένος εἰς τὰ βασίλεια. Τότε δὲ πάντας ἀπαλλαγῆναι κελεύσασα καὶ μόνον τὸν εὐνοῦχον παρεῖναι διηγεῖτο τὰ ἐν Ἀράδῳ, τὰ ἐν Κύπρῳ, καὶ τελευταίαν ἔδωκε τὴν ἐπιστολὴν τὴν Χαιρέου.

Βασιλεὺς δὲ ἀναγινώσκων μυρίων παθῶν ἐπληροῦτο· καὶ γὰρ ὠργίζετο διὰ τὴν ἅλωσιν τῶν φιλτάτων καὶ μετενόει %5 διὰ τὸ παρασχεῖν αὐτομολίας ἀνάγκην, καὶ χάριν δὲ αὐτῷ πάλιν ἠπίστατο ὅτι Καλλιρρόην μηκέτι δύναιτο θεάσασθαι. Μάλιστα δὲ πάντων φθόνος ἥπτετο αὐτοῦ, καὶ ἔλεγε “μακάριος Χαιρέας, εὐτυχέστερος ἐμοῦ.”

Ἐπεὶ δὲ ἅλις ἦν τῶν διηγημάτων, Στάτειρα εἶπε “παραμύθησαι, βασιλεῦ, Διονύσιον· τοῦτο γάρ σε παρακαλεῖ Καλλιρρόη.” Ἐπιστραφεὶς οὖν ὁ Ἀρταξέρξης πρὸς τὸν εὐνοῦχον “ἐλθέτω” φησὶ “Διονύσιος.”

Καὶ ἦλθε ταχέως, μετέωρος ταῖς ἐλπίσι· τῶν γὰρ περὶ Χαιρέαν ἠπίστατο οὐδέν, μετὰ δὲ τῶν ἄλλων γυναικῶν ἐδόκει Καλλιρρόην παρεῖναι καὶ βασιλέα καλεῖν αὐτόν, ἵνα ἀποδῷ τὴν γυναῖκα, γέρας τῆς ἀριστείας. Ἐπεὶ δὲ εἰσῆλθε, διηγήσατο αὐτῷ βασιλεὺς πάντα τὰ γεγενημένα. Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ φρόνησιν Διονύσιος ἐπεδείξατο καὶ παιδείαν ἐξαίρετον.

Ὥσπερ γάρ τις κεραυνοῦ πεσόντος πρὸ τῶν ποδῶν αὐτοῦ μὴ ταραχθείη, οὕτω κἀκεῖνος ἀκούσας λόγων σκηπτοῦ βαρυτέρων, ὅτι Χαιρέας Καλλιρρόην εἰς Συρακούσας ἀπάγει, ὅμως εὐσταθὴς ἔμεινε καὶ οὐκ ἔδοξεν ἀσφαλὲς αὐτῷ τὸ λυπεῖσθαι, σωθείσης τῆς βασιλίδος.

Ὁ δὲ Ἀρταξέρξης “εἰ μὲν ἐδυνάμην”

p.149
ἔφη, “Καλλιρρόην ἂν ἀπέδωκά σοι, Διονύσιε· πᾶσαν γὰρ εὔνοιαν εἰς ἐμὲ καὶ πίστιν ἐπεδείξω· τούτου δὲ ὄντος ἀμηχάνου, δίδωμί σοι πάσης Ἰωνίας ἄρχειν, καὶ πρῶτος εὐεργέτης εἰς οἶκον βασιλέως ἀναγραφήσῃ.” Προσεκύνησεν ὁ Διονύσιος καὶ χάριν ὁμολογήσας ἔσπευδεν ἀπαλλαγῆναι καὶ δακρύων ἐξουσίαν ἔχειν· ἐξιόντι δὲ αὐτῷ Στάτειρα τὴν ἐπιστολὴν ἡσυχῆ δίδωσιν.

Ὑποστρέψας δὲ καὶ κατακλείσας ἑαυτόν, γνωρίσας τὰ Καλλιρρόης γράμματα πρῶτον τὴν ἐπιστολὴν κατεφίλησεν, εἶτα ἀνοίξας τῷ στήθει προσετίθει ὡς ἐκείνην παροῦσαν, καὶ ἐπὶ πολὺν χρόνον κατεῖχεν, ἀναγινώσκειν μὴ δυνάμενος διὰ τὰ δάκρυα. Ἀποκλαύσας δὲ μόλις ἀναγινώσκειν ἤρξατο καὶ πρῶτόν γε Καλλιρρόης τοὔνομα κατεφίλησεν. Ἐπεὶ δὲ ἦλθεν εἰς τὸ ΔΙΟΝΥΣΙΩι ΕΥΕΡΓΕΤΗι, “οἴμοι” φησὶν “οὐκέτ’ ἀνδρί.” Σὺ γὰρ εὐεργέτης ἐμός.

“Τί γὰρ ἄξιον ἐποίησά σοι;” Ἥσθη δὲ τῆς ἐπιστολῆς τῇ ἀπολογίᾳ %5καὶ πολλάκις ἀνεγίνωσκε τὰ αὐτά· ὑπεδήλου γὰρ ὡς ἄκουσα αὐτὸν καταλίποι. Οὕτω κοῦφόν ἐστιν ἔρως καὶ ἀναπείθει ῥᾳδίως ἀντερᾶσθαι.

Ἀσπασάμενος δὲ τὸ παιδίον καὶ πήλας ταῖς χερσὶν “ἀπελεύσῃ ποτέ μοι καὶ σύ, τέκνον, πρὸς τὴν μητέρα· καὶ γὰρ αὐτὴ τοῦτο κεκέλευκεν· ἐγὼ δὲ ἔρημος βιώσομαι, πάντων αἴτιος ἐμαυτῷ γενόμενος. Ἀπώλεσέ με κενὴ ζηλοτυπία καὶ σύ, Βαβυλών.” Ταῦτα εἰπὼν συνεσκευάζετο τὴν ταχίστην καταβαίνειν εἰς Ἰωνίαν, μέγα νομίζων παραμύθιον πολλὴν ὁδὸν καὶ πόλεων ἡγεμονίαν καὶ τὰς ἐν Μιλήτῳ Καλλιρρόης οἰκήσεις.