De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ταῦτα μέν, ὡς ἐκέλευσεν, ἐγίνετο· Καλλιρρόη δὲ λαβομένη Χαιρέου τῆς δεξιᾶς, μόνον αὐτὸν ἀπαγαγοῦσα “τί” ἔφη “βεβούλευσαι, Χαιρέα; καὶ Στάτειραν ἄγεις εἰς Συρακούσας καὶ Ῥοδογύνην τὴν καλήν;” Ἠρυθρίασεν ὁ Χαιρέας καὶ “οὐκ ἐμαυτοῦ” φησὶν “ἕνεκα ἄγω ταύτας, ἀλλά σοι θεραπαινίδας.”

Ἀνέκραγεν ἡ Καλλιρρόη “μὴ ποιήσειαν οἱ θεοὶ τοσαύτην ἐμοὶ γενέσθαι μανίαν, ὥστε τὴν τῆς Ἀσίας βασιλίδα δούλην ἔχειν, ἄλλως τε καὶ ξένην γεγενημένην. Εἰ δέ μοι θέλεις χαρίζεσθαι, βασιλεῖ πέμψον αὐτήν· καὶ γὰρ αὕτη μέ σοι διεφύλαξεν ὡς ἀδελφοῦ γυναῖκα παραλαβοῦσα.” “Οὐδέν ἐστιν” ἔφη Χαιρέας,

“ὃ σοῦ θελούσης οὐκ ἂν ἐγὼ ποιήσαιμι· σὺ γὰρ κυρία Στατείρας καὶ πάντων τῶν λαφύρων καὶ πρὸ πάντων τῆς ἐμῆς ψυχῆς.” Ἥσθη Καλλιρρόη καὶ κατεφίλησεν αὐτόν, εὐθὺς δὲ ἐκέλευσε τοῖς ὑπηρέταις ἄγειν αὐτὴν πρὸς Στάτειραν.

Ἐτύγχανε δὲ ἐκείνη μετὰ τῶν ἐνδοξοτάτων Περσίδων ἐν κοίλῃ νηί, ὅλως οὐδὲν ἐπισταμένη τῶν γεγενημένων, οὐδ’ ὅτι Καλλιρρόη Χαιρέαν ἀπείληφε· πολλὴ γὰρ ἦν, παραφυλακὴ καὶ οὐδενὶ ἐξῆν προσελθεῖν, οὐκ ἰδεῖν, οὐ μηνῦσαί τι τῶν πραττομένων.

ὡς δὲ ἧκεν ἐπὶ τὴν ναῦν, τοῦ τριηράρχου δορυφοροῦντος αὐτήν, κατάπληξις εὐθὺς ἦν πάντων καὶ ταραχὴ

p.143
διαθεόντων, εἶτά τις ἡσυχῆ πρὸς ἄλλον ἐλάλησεν “ἡ τοῦ ναυάρχου γυνὴ παραγίνεται.” Μέγα δὲ καὶ βύθιον ἀνεστέναξεν ἡ Στάτειρα καὶ κλάουσα εἶπεν “εἰς ταύτην με τὴν ἡμέραν, ὦ τύχη, τετήρηκας, ἵνα ἡ βασιλὶς ἴδω κυρίαν· πάρεστι γὰρ ἴσως ἰδεῖν

οἵαν παρείληφε δούλην.” Ἤγειρε θρῆνον ἐπὶ τούτοις καὶ τότε ἔμαθε τίς αἰχμαλωσία σωμάτων εὐγενῶν. Ἀλλὰ ταχεῖαν ἐποίησεν ὁ θ̔??ʼὸς τὴν μεταβολήν· Καλλιρρόη γὰρ εἰσδραμοῦσα περιεπλάκη τῇ Στατείρᾳ “χαῖρε” φησίν, “ὦ βασίλεια· βασιλὶς γὰρ εἶ καὶ ἀεὶ διαμενεῖς.

Οὐκ εἰς πολεμίων χεῖρας ἐμπέπτωκας, ἀλλὰ τῆς σοι φιλτάτης, ἣν εὐηργέτησας. Χαιρέας ὁ ἐμός ἐστι ναύαρχος· ναύαρχον δὲ Αἰγυπτίων ἐποίησεν αὐτὸν ὀργὴ πρὸς βασιλέα, διὰ τὸ βραδέως ἀπολαμβάνειν ἐμέ· πέπαυται δὲ καὶ διήλλακται καὶ οὐκέτι ὑμῖν ἐστι πολέμιος.

Ἀνίστασο δέ, φιλτάτη, καὶ ἄπιθι χαίρουσα· ἀπόλαβε καὶ σὺ τὸν ἄνδρα τὸν σεαυτῆς· ζῇ γὰρ βασιλεύς, κἀκείνῳ σε Χαιρέας πέμπει. Ἀνίστασο καὶ σύ, Ῥοδογύνη, πρώτη μοι φίλη Περσίδων, καὶ βάδιζε πρὸς τὸν ἄνδρα τὸν σεαυτῆς, καὶ ὅσας ἡ βασιλὶς ἂν ἄλλας θέλῃ, καὶ μέμνησθε Καλλιρρόης.”

Ἐξεπλάγη Στάτειρα τούτων ἀκούσασα τῶν λόγων καὶ οὔτε πιστεύειν εἶχε οὔτε ἀπιστεῖν· τὸ δὲ ἦθος Καλλιρρόης τοιοῦτον ἦν, ὡς μὴ δοκεῖν εἰρωνεύεσθαι ἐν μεγάλαις συμφοραῖς· ὁ δὲ καιρὸς ἐκέλευε ταχέως πάντα πράττειν.

Ἦν οὖν τις ἐν Αἰγυπτίοις Δημήτριος, φιλόσοφος, βασιλεῖ γνώριμος, ἡλικίᾳ προήκων, παιδείᾳ καὶ ἀρετῇ τῶν ἄλλων Αἰγυπτίων διαφέρων. Τοῦτον καλέσας Χαιρέας εἶπεν “ἐγὼ ἐβουλόμην μετ’ ἐμαυτοῦ σε ἄγειν, ἀλλὰ μεγάλης πράξεως ὑπηρέτην σε ποιοῦμαι· τὴν γὰρ βασιλίδα

p.144
τῷ μεγάλῳ βασιλεῖ πέμπω διὰ σοῦ.

Τοῦτο δὲ καὶ σὲ ποιήσει τιμιώτερον ἐκείνῳ καὶ τοὺς ἄλλους διαλλάξει.” Ταῦτα εἰπὼν στρατηγὸν ἀπέδειξε Δημήτριον τῶν ὀπίσω κομιζομένων τριηρῶν· πάντες γὰρ ἤθελον ἀκολουθεῖν Χαιρέᾳ καὶ προυτίμων αὐτὸν πατρίδων καὶ τέκνων.

Ὁ δὲ μόνας εἴκοσι τριήρεις ἐπελέξατο τὰς ἀρίστας καὶ μεγίστας, ὡς ἂν ὑπὲρ τὸν Ἰόνιον μέλλων περαιοῦσθαι, καὶ ταύταις ἐνεβίβασεν Ἕλληνας μὲν ἅπαντας, ὅσοι παρῆσαν, Αἰγυπτίων δὲ καὶ Φοινίκων ὅσους ἔμαθεν εὐζώνους· πολλοὶ δὲ καὶ Κυπρίων ἐθελονταὶ ἐνέβησαν. Τοὺς δὲ ἄλλους πάντας ἔπεμψεν οἴκαδε, διανείμας αὐτοῖς μέρη τῶν λαφύρων, ἵνα χαίροντες ἐπανίωσι πρὸς τοὺς ἑαυτῶν, ἐντιμότεροι γενόμενοι· καὶ οὐδεὶς ἠτύχησεν οὐδενός, αἰτήσας παρὰ Χαιρέου. Καλλιρρόη δὲ προσήνεγκε τὸν κόσμον ἅπαντα τὸν βασιλικὸν Στατείρᾳ.

Ἡ δὲ οὐκ ἐβουλήθη λαβεῖν, ἀλλὰ “τούτῳ” φησὶ “σὺ κοσμοῦ· πρέπει γὰρ τοιούτῳ σώματι κόσμος βασιλικός, Δεῖ γὰρ ἔχειν σε ἵνα καὶ μητρὶ χαρίσῃ καὶ πατρίοις ἀναθήματα θεοῖς. Ἐγὼ δὲ πλείω τούτων καταλέλοιπα ἐν Βαβυλῶνι.

Θεοὶ δέ σοι παρέχοιεν εὔπλοιαν καὶ σωτηρίαν καὶ μηδέποτε διαζευχθῆναι Χαιρέου. Πάντα πεποίηκας εἰς ἐμὲ δικαίως· χρηστὸν ἦθος ἐπεδείξω καὶ τοῦ κάλλους ἄξιον. Καλήν μοι βασιλεὺς ἔδωκε παραθήκην.”