De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ταχέως τοίνυν ὁρμήσαντες ἐδίωκον βασιλέα, προσποιούμενοι ἐθέλειν ἐκείνῳ συστρατεύεσθαι· διὰ γὰρ ταύτης τῆς προφάσεως ἤλπιζον ἀδεῶς διαβήσεσθαι τὸν Εὐφράτην. Κατέλαβον δὲ τὴν στρατιὰν ἐπὶ τῷ ποταμῷ καὶ προσμίξαντες τοῖς ὀπισθοφύλαξιν ἠκολούθουν.

Ἐπεὶ δὲ ἧκον εἰς Συρίαν, ηὐτομόλησαν πρὸς τὸν Αἰγύπτιον, λαβόντες δὲ αὐτοὺς οἱ φύλακες ἐξήταζον τίνες εἶεν· σχῆμα γὰρ πρεσβευτῶν οὐκ ἔχοντες ὑπωπτεύοντο κατάσκοποι μᾶλλον. Ἔνθα καὶ παρεκινδύνευσαν, εἰ μὴ εἶς γέ τις Ἕλλην ἐκεῖ κατὰ τύχην εὑρεθεὶς συνῆκε τῆς φωνῆς· ἠξίουν δὲ ἄγεσθαι πρὸς βασιλέα, ὡς μέγα ὄφελος αὐτῷ κομίζοντες.

Ἐπεὶ δὲ ἤχθησαν, Χαιρέας εἶπεν “ἡμεῖς Ἕλληνες ἐσμὲν Συρακούσιοι τῶν εὐπατριδῶν. Οὗτος μὲν οὖν εἰς Βαβυλῶνα φίλος ἐμὸς ὢν ἦλθε δι’ ἐμέ, ἐγὼ δὲ διὰ τὴν γυναῖκα, τὴν Ἑρμοκράτους θυγατέρα, εἴ τινα Ἑρμοκράτην ἀκούεις στρατηγὸν Ἀθηναίους

p.125
καταναυμαχήσαντα.” Ἐπένευσεν ὁ Αἰγύπτιος,

οὐδὲν γὰρ ἔθνος ἄπυστον ἦν τῆς Ἀθηναίων δυστυχίας, ἣν ἐδυστύχησαν ἐν τῷ πολέμῳ τῷ Σικελικῷ. “Τετυράννηκε δὲ ἡμῶν Ἀρταξέρξης,” καὶ πάντα διηγήσατο. “Φέροντες οὖν ἑαυτοὺς δίδομέν σοι φίλους πιστούς, δύο τὰ προτρεπτικώτατα εἰς ἀνδρείαν ἔχοντες, θανάτου καὶ ἀμύνης ἔρωτα· ἤδη γὰρ ἐτεθνήκειν ὅσον ἐπὶ ταῖς συμφοραῖς, λοιπὸν δὲ ζῶ εἰς μόνον τὸ λυπῆσαι τὸν ἐχθρόν. Μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.”

Ταῦτα ἀκούσας ὁ Αἰγύπτιος ἥσθη καὶ τὴν δεξιὰν ἐμβαλὼν “εἰς καιρὸν ἥκεισ” φησίν, “ὦ νεανία, σεαυτῷ τε κἀμοί.” Παραυτίκα μὲν οὖν αὐτοῖς ἐκέλευσεν ὅπλα δοθῆναι καὶ σκηνήν, μετ’ οὐ πολὺ δὲ καὶ ὁμοτράπεζον ἐποιήσατο Χαιρέαν, εἶτα καὶ σύμβουλον· ἐπεδείκνυτο γὰρ φρόνησίν τε καὶ θάρσος, μετὰ τούτων δὲ καὶ πίστιν, οἷα δὴ καὶ φύσεως ἀγαθῆς καὶ παιδείας οὐκ ἀπρονόητος.

Ἐπήγειρε δὲ μᾶλλον αὐτὸν καὶ διαπρεπέστερον ἐποίησεν ἡ πρὸς βασιλἕ??ʼφιλονεικία καὶ τὸ δεῖξαι θέλειν ὅτι οὐκ ἦν εὐκαταφρόνητος, ἀλλ’ ἄξιος τιμῆς. Εὐθὺς οὖν ἔργον ἐπεδείξατο μέγα. Τῷ μὲν Αἰγυπτίῳ τὰ μὲν ἄλλα προυκεχωρήκει ῥᾳδίως καὶ κύριος ἐγεγόνει τῆς Κοίλης Συρίας ἐξ ἐπιδρομῆς, ὑποχείριος δὲ ἦν αὐτῷ καὶ Φοινίκη πλὴν Τύρου.

Τύριοι δὲ φύσει γένος εἰσὶ μαχιμώτατον καὶ κλέος ἐπ’ ἀνδρείᾳ θέλουσι κεκτῆσθαι, μὴ δόξωσι καταισχύνειν τὸν Ἡρακλέα, φανερώτατον θεὸν παρ’ αὐτοῖς καὶ ᾧ μόνῳ σχεδὸν ἀνατεθείκασι τὴν πόλιν. Θαρροῦσι δὲ καὶ τῇ ὀχυρότητι τῆς οἰκήσεως.

Ἡ μὲν γὰρ πόλις ἐν θαλάσσῃ κατῴκισται, λεπτὴ δὲ εἴσοδος αὐτὴν συνάπτουσα τῇ γῇ κωλύει τὸ μὴ νῆσον

p.126
εἶναι· ἔοικε δὲ νηὶ καθωρμισμένῃ καὶ ἐπὶ γῆς τεθεικυίᾳ τὴν ἐπιβάθραν.

Πανταχόθεν οὖν αὐτοῖς τὸν πόλεμον ἀποκλεῖσαι ῥᾴδιον· τὴν μὲν πεζὴν στρατιὰν ἐκ τῆς θαλάττης, ἀρκούσης αὐτῇ πύλης μιᾶς, τὸν δὲ ἐπίπλουν τῶν τριηρῶν τείχεσιν, ὀχυρῶς ᾠκοδομημένης τῆς πόλεως καὶ λιμέσι κλειομένης ὥσπερ οἰκίας.