De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Πᾶσαν δὲ σκέψιν καὶ πᾶσαν ἐρωτικὴν ὁμιλίαν ταχέως μετέβαλεν ἡ Τύχη, καινοτέρων εὑροῦσα πραγμάτων ὑπόθεσιν· βασιλεῖ γὰρ ἧκον ἀπαγγέλλοντες Αἴγυπτον ἀφεστάναι μετὰ μεγάλης παρασκευῆς.

τὸν μὲν γὰρ σατράπην τὸν βασιλικὸν τοὺς Αἰγυπτίους ἀνῃρηκέναι, κεχειροτονηκέναι δὲ βασιλέα τῶν ἐπιχωρίων, ἐκεῖνον δὲ ἐκ Μέμφεως ὁρμώμενον διαβεβηκέναι μὲν Πηλούσιον, ἤδη δὲ Συρίαν καὶ Φοινίκην κατατρέχειν, ὡς μηκέτι τὰς πόλεις ἀντέχειν, ὥσπερ χειμάρρου τινὸς ἢ πυρὸς αἰφνίδιον ἐπιρρυέντος αὐταῖς.

πρὸς δὲ τὴν φήμην ἐταράχθη μὲν ὁ βασιλεύς, κατεπλάγησαν δὲ Πέρσαι· κατήφεια δὲ πᾶσαν ἔσχε Βαβυλῶνα. τότε καὶ ὄναρ βασιλέως λογοποιοὶ καὶ μάντεις ἔφασκον τὰ μέλλοντα προειρηκέναι· θυσίας γὰρ ἀπαιτοῦντας τοὺς θεοὺς κίνδυνον μὲν ἀλλὰ καὶ νίκην προσημαίνειν.

πάντα μὲν τὰ εἰωθότα συμβαίνειν καὶ ὅσα εἰκὸς ἐν ἀπροσδοκήτῳ πολέμῳ, καὶ ἐλέγετο καὶ ἐγίνετο· κίνησις γὰρ μεγάλη Ἀσίαν κατέλαβε. συγκαλέσας οὖν ὁ βασιλεὺς Περσῶν τοὺς ὁμοτίμους καὶ ὅσοι παρῆσαν ἡγεμόνες τῶν ἐθνῶν, μεθʼ ὧν εἰώθει τὰ μεγάλα χρηματίζειν, ἐβουλεύετο περὶ τῶν καθεστηκότων καὶ ἄλλος ἄλλο τι παρῄνει·

πᾶσι δὲ ἤρεσκε τὸ σπεύδειν καὶ μηδὲ μίαν ἡμέραν, εἰ δυνατόν, ἀναβαλέσθαι δυοῖν ἕνεκεν· ἵνα καὶ τοὺς πολεμίους ἐπίσχωσι τῆς πρὸς τὸ πλεῖον αὐξήσεως καὶ

p.120
τοὺς φίλους εὐθυμοτέρους ποιήσωσι, δείξαντες αὐτοῖς ἐγγύθεν τὴν βοήθειαν· βραδυνόντων δὲ εἰς τοὐναντίον πάντα χωρήσειν· τοὺς μὲν γὰρ πολεμίους καταφρονήσειν ὡς δεδιότων, τοὺς δὲ οἰκείους ἐνδώσειν ὡς ἀμελουμένους.

Εὐτύχημα δὲ μέγιστον βασιλεῖ γεγονέναι τὸ μήτε ἐν Βάκτροις, μήτε ἐν Ἐκβατάνοις, ἀλλ’ ἐν Βαβυλῶνι κατειλῆφθαι, πλησίον τῆς Συρίας· ἐκβὰς γὰρ τὸν Εὐφράτην εὐθὺς ἐν χερσὶν ἕξει τοὺς ἀφεστῶτας. Ἔδοξεν οὖν τὴν μὲν ἤδη περὶ αὐτὸν δύναμιν ἐξάγειν, διαπέμψαι δὲ πανταχόσε κελεύοντας τὴν στρατιὰν ἐπὶ ποταμὸν Εὐφράτην ἀθροίζεσθαι. Ῥᾴστη δέ ἐστι Πέρσαις ἡ παρασκευὴ τῆς δυνάμεως.

Συντέτακται γὰρ ὑπὸ Κύρου, τοῦ πρώτου Περσῶν βασιλεύσαντος, ποῖα μὲν τῶν ἐθνῶν εἰς πόλεμον ἱππείαν καὶ πόσην τὸν ἀριθμὸν δεῖ παρέχειν, ποῖα δὲ πεζὴν στρατιὰν καὶ πόσην, τίνας δὲ τοξότας καὶ πόσα ἑκάστους ἅρματα ψιλά τε καὶ δρεπανηφόρα καὶ ἐλέφαντας ὁπόθεν καὶ πόσους καὶ χρήματα παρ’ ὧντινων καὶ πόσα. Τοσούτῳ δὲ παρασκευάζεται χρόνῳ πάντα ὑπὸ πάντων, ὅσῳ καὶ εἷς ἀνὴρ παρεσκεύασε.