De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ἔτι δὲ λέγοντος ʽοὕτω γὰρ ἦν διατεταγμένον̓ προῆλθε Χαιρέας αὐτός. Ἰδοῦσα δὲ ἡ Καλλιρρόη ἀνέκραγε “Χαιρέα, ζῇς;” καὶ ὥρμησεν αὐτῷ προσδραμεῖν· κατέσχε δὲ Διονύσιος καὶ μέσος γενόμενος οὐκ εἴασεν ἀλλήλοις περιπλακῆναι.

Τίς ἂν φράσειε κατ̓ ἀξίαν ἐκεῖνο τὸ σχῆμα τοῦ δικαστηρίου; ποῖος ποιητὴς ἐπὶ σκηνῆς παράδοξον μῦθον οὕτως εἰσήγαγεν; ἔδοξας ἂν ἐν θεάτρῳ παρεῖναι μυρίων παθῶν πλήρει· πάντα ἦν ὁμοῦ, δάκρυα, χαρά, θάμβος, ἔλεος,

ἀπιστία, εὐχαί. Χαιρέαν ἐμακάριζον, Μιθριδάτῃ συνέχαιρον, συνελυποῦντο Διονυσίῳ, περὶ Καλλιρρόης ἠπόρουν. Μάλιστα γὰρ ἦν ἐκείνη τεθορυβημένη καὶ ἄναυδος εἱστήκει, μόνον ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς εἰς Χαιρέαν ἀποβλέπουσα· ἐδόκει δ’ ἄν μοι καὶ βασιλεὺς τότε θέλειν Χαιρέας εἶναι.

Συνήθης μὲν οὖν καὶ πρόχειρος πᾶσι τοῖς ἀντερασταῖς πόλεμος· ἐκείνοις δὲ καὶ μᾶλλον πρὸς ἀλλήλους ἐξῆψε φιλονεικίαν τὸ ἆθλον βλεπόμενον, ὥστε, εἰ μὴ διὰ τὴν αἰδῶ τὴν πρὸς βασιλέα, κἂν χεῖρας ἀλλήλοις προσέβαλλον.

Προῆλθον δὲ μέχρι ῥημάτων. Χαιρέας μὲν ἔλεγε “πρῶτός εἰμι ἀνήρ,” Διονύσιος δὲ “ἐγὼ βεβαιότερος.” “Μὴ γὰρ ἀφῆκα τὴν γυναῖκα;” “Ἀλλ’ ἔθαψας αὐτήν.” “Δεῖξον γάμου διάλυσιν.” “Τὸν τάφον ὁρᾷς.” “Ἐμοὶ πατὴρ ἐξέδωκεν.” “Ἐμοὶ δὲ αὐτὴ ἑαυτήν.” “Ἀνάξιος εἶ τῆς Ἑρμοκράτους θυγατρός.” “Σὺ μᾶλλον ὁ παρὰ Μιθριδάτῃ δεδεμένος.” “Ἀπαιτῶ Καλλιρρόην.” “Ἐγὼ δὲ κατέχω.”

p.100
“Σὺ τὴν ἀλλοτρίαν κρατεῖς.” “Σὺ τὴν σὴν ἀπέκτεινας.”

“Μοιχέ.” “Φονεῦ.” Ταῦτα πρὸς ἀλλήλους μαχόμενοι· οἱ δ’ ἄλλοι πάντες ἤκουον οὐκ ἀηδῶς. Καλλιρρόη μὲν εἱστήκει κάτω βλέπουσα καὶ κλάουσα, Χαιρέαν φιλοῦσα, Διονύσιον αἰδουμένη· βασιλεὺς δὲ μεταστησάμενος ἅπαντας, ἐβουλεύετο μετὰ τῶν φίλων οὐκέτι περὶ Μιθριδάτου, λαμπρῶς γὰρ ἀπελογήσατο, ἀλλὰ εἰ χρὴ διαδικασίαν προθεῖναι περὶ τῆς γυναικός.

Καὶ τοῖς μὲν ἐδόκει μὴ βασιλικὴν εἶναι τὴν κρίσιν· “τῆς μὲν γὰρ Μιθριδάτου κατηγορίας εἰκότως ἤκουσας, σατράπης γὰρ ἦν,” τούτους δὲ ἰδιώτας πάντας εἶναι· οἱ δὲ πλείονες τἀναντία συνεβούλευον καὶ διὰ τὸν πατέρα τῆς γυναικὸς οὐκ ἄχρηστον γενόμενον τῇ βασιλέως οἰκίᾳ καὶ ὅτι οὐκ ἔξωθεν ἐκάλει τὴν κρίσιν ἐπ’ αὐτόν, ἀλλὰ σχεδὸν μέρος οὖσαν ἧς ἐδίκαζεν ἤδη· τὴν γὰρ ἀληθεστάτην αἰτίαν οὐκ ἤθελον ὁμολογεῖν, ὅτι τὸ τῆς Καλλιρρόης κάλλος δυσαπόσπαστον τοῖς ὁρῶσι.

Πάλιν οὖν προσκαλεσάμενος οὓς μετεστήσατο “Μιθριδάτην μὲν” εἶπεν “ἀφίημι, καὶ ἀπίτω τῆς ὑστεραίας ἐπὶ τὴν σατραπείαν τὴν ἰδίαν δῶρα παρ’ ἐμοῦ λαβών· Χαιρέας δὲ καὶ Διονύσιος λεγέτωσαν ἑκάτερος ἅπερ ἔχει δίκαια περὶ τῆς γυναικός· προνοεῖσθαι γάρ με δεῖ τῆς θυγατρὸς Ἑρμοκράτους τοῦ καταπολεμήσαντος Ἀθηναίους

τοὺς ἐμοί τε καὶ Πέρσαις ἐχθίστους.” Ῥηθείσης δὲ τῆς ἀποφάσεως Μιθριδάτης μὲν προσεκύνησεν, ἀπορία δὲ τοὺς ἄλλους κατέλαβεν. Ἰδὼν δὲ βασιλεὺς ἀμηχανοῦντας αὐτοὺς “οὐκ ἐπείγω” φησὶν “ὑμᾶς, ἀλλὰ συγχωρῶ παρασκευασαμένους ὑμᾶς ἐπὶ τὴν δίκην ἥκειν. Δίδωμι δὲ πέντε ἡμερῶν διάστημα· ἐν δὲ τῷ μεταξὺ Καλλιρρόης ἐπιμελήσεται Στάτειρα ἡ ἐμὴ γυνή· οὐ γάρ ἐστι δίκαιον μέλλουσαν αὐτὴν

p.101
κρίνεσθαι περὶ ἀνδρὸς μετὰ ἀνδρὸς ἥκειν ἐπὶ τὴν κρίσιν.”

Ἐξῄεσαν οὖν τοῦ δικαστηρίου οἱ μὲν ἄλλοι πάντες σκυθρωποί, μόνος δὲ Μιθριδάτης γεγηθώς. Λαβὼν δὲ τὰ δῶρα καὶ τὴν νύκτα καταμείνας ἕωθεν εἰς Καρίαν ὥρμησε λαμπρότερος ἢ πρόσθεν.