De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Νὺξ ἐκείνη φροντίδων μεστὴ πάντας κατελάμβανε καὶ οὐδεὶς ἐδύνατο καθεύδειν· Χαιρέας μὲν γὰρ ὠργίζετο, Πολύχαρμος δὲ παρεμυθεῖτο, Μιθριδάτης δὲ ἔχαιρεν ἐλπίζων ὅτι καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἔφεδρος ὢν μεταξὺ Χαιρέου τε καὶ Διονυσίου αὐτὸς ἀκονιτὶ τὸ ἆθλον Καλλιρρόην ἀποίσεται.

Τῆς δ’ ὑστεραίας προτεθείσης τῆς γνώμης ὁ

p.77
μὲν Χαιρέας εὐθὺς ἠξίου βαδίζειν εἰς Μίλητον καὶ Διονύσιον ἀπαιτεῖν τὴν γυναῖκα· μὴ γὰρ ἂν μηδὲ Καλλιρρόην ἐμμένειν ἰδοῦσαν αὐτόν· ὁ δὲ Μιθριδάτης “ἐμοῦ μὲν ἕνεκα” φησὶν “ἄπιθι, βούλομαι γάρ σε μηδεμίαν ἡμέραν ἀπεζεῦχθαι τῆς γυναικός· ὄφελον μηδὲ Σικελίας ἐξήλθετε, μηδὲ συνέβη τι δεινὸν ἀμφοῖν· ἐπεὶ δὲ ἡ φιλόκαινος τύχη δρᾶμα σκυθρωπὸν ὑμῖν περιτέθεικε, βουλεύσασθαι δεῖ περὶ τῶν ἑξῆς φρονιμώτερον· νῦν γὰρ σπεύδεις πάθει μᾶλλον ἢ λογισμῷ μηδὲν τῶν μελλόντων προορώμενος.

Μόνος καὶ ξένος εἰς πόλιν ἀπέρχῃ τὴν μεγίστην καὶ ἀνδρὸς πλουσίου καὶ πρωτεύοντος ἐν Ἰωνίᾳ θέλεις ἀποσπάσαι γυναῖκα ἐξαιρέτως αὐτῷ συναφθεῖσαν ποίᾳ δυνάμει πεποιθώς; μακρὰν Ἑρμοκράτης σου καὶ Μιθριδάτης οἱ μόνοι σύμμαχοι, πενθῆσαι δυνάμενοί σε μᾶλλον ἢ βοηθῆσαι.

Φοβοῦμαι καὶ τὴν τύχην τοῦ τόπου. Δεινὰ μὲν ἐκεῖ πέπονθας ἤδη· δόξει δέ σοι τὰ τότε φιλανθρωπότερα. Τότε Μίλητος ἦν. Ἐδέθης μέν, ἀλλ’ ἔζησας· ἐπράθης, ἀλλ’ ἐμοί. Νῦν δέ, ἂν αἴσθηται Διονύσιος ἐπιβουλεύοντα τοῖς γάμοις αὐτοῦ, τίς σε θεῶν δυνήσεται σῶσαι; Παραδοθήσῃ δὲ ἀντεραστῇ τυράννῳ, καὶ τάχα μὲν οὐδὲ πιστευθήσῃ Χαιρέας εἶναι, κινδυνεύσεις δὲ μᾶλλον, κἂν ἀληθῶς εἶναί σε νομίσῃ.

Σὺ μόνος ἀγνοεῖς τὴν φύσιν τοῦ ἔρωτος, ὅτι οὗ??ʼος ὁ θεὸς ἀπάταις χαίρει καὶ δόλοις; δοκεῖ δέ μοι πρῶτον ἀποπειραθῆναί σε τῆς γυναικὸς διὰ γραμμάτων εἰ μέμνηταί σου καὶ Διονύσιον θέλει καταλιπεῖν ἢ κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ.

Ἐπιστολὴν γράψον αὐτῇ· λυπηθήτω, χαρήτω, ζητησάτω, καλεσάτω· τῆς δὲ τῶν γραμμάτων διαπομπῆς ἐγὼ προνοήσομαι. Βάδιζε καὶ γράφε.”

p.78
Πείθεται Χαιρέας καὶ μόνος ἐπ’ ἐρημίας γενόμενος ἤθελε γράφειν, ἀλλ’ οὐκ ἐδύνατο, δακρύων ἐπιρρεόντων καὶ τῆς χειρὸς αὐτοῦ τρεμούσης. Ἀποκλαύσας δὲ τὰς ἑαυτοῦ συμφορὰς μόλις ἤρξατο τοιαύτης ἐπιστολῆς·

ΚΑΛΛΙΡΡΟΗι ΧΑΙΡΕΑΣ

Ζῶ, καὶ ζῶ διὰ Μιθριδάτην, τὸν ἐμὸν εὐεργέτην, ἐλπίζω δὲ καὶ σόν· ἐπράθην γὰρ εἰς Καρίαν ὑπὸ βαρβάρων, οἵτινες ἐνέπρησαν τριήρη τὴν καλήν, τὴν στρατηγικήν, τὴν τοῦ σοῦ πατρός· ἐξέπεμψε δὲ ἐπ’ αὐτῆς ἡ πόλις πρεσβείαν ὑπὲρ σοῦ. Τοὺς μὲν οὖν ἄλλους πολίτας οὐκ οἶδ’ ὅ τι γεγόνασιν, ἐμὲ δὲ καὶ Πολύχαρμον τὸν φίλον ἤδη μέλλοντας φονεύεσθαι σέσωκεν ἔλεος δεσπότου.

Πάντα δὲ Μιθριδάτης εὐεργετήσας τοῦτό με λελύπηκεν ἀντὶ πάντων, ὅτι μοι τὸν σὸν γάμον διηγήσατο· θάνατον μὲν γὰρ ἄνθρωπος ὢν προσεδόκων, τὸν δὲ σὸν γάμον οὐκ ἤλπισα. Ἀλλ’ ἱκετεύω, μετανόησον. Κατασπένδω τούτων μου τῶν γραμμάτων δάκρυα καὶ φιλήματα.

Ἐγὼ Χαιρέας εἰμὶ ὁ σὸς ἐκεῖνος, ὃν εἶδες παρθένος εἰς Ἀφροδίτην βαδίζουσα, δι᾽ ὃν ἠγρύπνησας. Μνήσθητι τοῦ θαλάμου καὶ τῆς νυκτὸς τῆς μυστικῆς, ἐν ᾗ πρῶτον σὺ μὲν ἀνδρός, ἐγὼ δὲ γυναικὸς κεῖραν ἐλάβομεν. Ἀλλ’ ἐζηλοτύπησα. Τοῦτο ἴδιόν ἐστι φιλοῦντος. Δέδωκά σοι δίκας.

Ἐπράθην, ἐδούλευσα, ἐδέθην. Μή μοι μνησικακήσῃς τοῦ λακτίσματος τοῦ προπετοῦς· κἀγὼ γὰρ ἐπὶ σταυρὸν ἀνέβην διὰ σέ, σοὶ μηδὲν ἐγκαλῶν. Εἰ μὲν οὖν ἔτι μνημονεύσειας, οὐδὲν ἔπαθον· εἰ δὲ ἄλλο τι φρονεῖς, θανάτου μοι δώσεις ἀπόφασιν.