De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Μικρὸν οὖν διαλιποῦσα καλεῖ τὴν ἰέρειαν· ἡ δὲ πρεσβῦτις ὑπακούσασα “τί κλάεισ” εἶπεν, “ὦ παιδίον, ἐν ἀγαθοῖς τηλικούτοις; ἤδη γὰρ καί σε ὡς θεὰν οἱ ξένοι προσκυνοῦσι. Πρῴην ἦλθον ἐνθάδε δύο νεανίσκοι καλοὶ παραπλέοντες· ὁ δὲ ἕτερος αὐτῶν θεασάμενός σου τὴν εἰκόνα, μικροῦ δεῖν ἐξέπνευσεν. Οὕτως ἐπιφανῆ σε ἡ Ἀφροδίτη πεποίηκεν.”

p.65

Ἔπληξε τὴν καρδίαν τῆς Καλλιρρόης τοῦτο καὶ ὥσπερ ἐμμανὴς γενομένη, στήσασα τοὺς ὀφθαλμοὺς ἀνέκραγε “τίνες ἦσαν οἱ ξένοι; πόθεν ἔπλεον; τί σοι διηγοῦντο;” Δείσασα δὲ ἡ πρεσβῦτις τὸ μὲν πρῶτον ἄφωνος εἱστήκει, μόλις δὲ ἐφθέγξατο “μόνον εἶδον αὐτούς, οὐδὲν ἤκουσα.” “Ποταποὺς εἶδες;

ἀναμνήσθητι τὸν χαρακτῆρα αὐτῶν.” Ἔφρασεν ἡ γραῦς οὐκ ἀκριβῶς μέν, ὑπώπτευσε δ’ ὅμως ἐκείνη τὴν ἀλήθειαν· ὃ γὰρ βούλεται τοῦθ’ ἕκαστος καὶ οἴεται. Βλέψασα δὲ πρὸς Πλαγγόνα “δύναται” φησὶν “ὁ δυστυχὴς Χαιρέας πλανώμενος ἐνθάδε παρεῖναι. Τί οὖν ἐγένετο; ζητήσωμεν αὐτόν, ἀλλὰ σιγῶσαι.”

Ἀφικομένη τοίνυν πρὸς Διονύσιον τοῦτο μόνον εἶπεν, ὅπερ ἤκουσε παρὰ τῆς ἱερείας· ἠπίστατο γὰρ ὅτι φύσει περίεργόν ἐστιν ἔρως κἀκεῖνος δι’ ἑαυτὸν πολυπραγμονήσει περὶ τῶν γεγονότων. Ὅπερ οὖν καὶ συνέβη. Πυθόμενος γὰρ ὁ Διονύσιος εὐθὺς ἐνεπλήσθη ζηλοτυπίας καὶ πόρρω μὲν ἦν τοῦ Χαιρέαν ὑποπτεύειν, ἔδεισε δὲ ἄρα μή τις λανθάνῃ κατὰ τοὺς ἀγροὺς ἐπιβουλὴ μοιχική· πάντα γὰρ ὑποπτεύειν αὐτὸν καὶ δεδιέναι τὸ κάλλος ἀνέπειθε τῆς γυναικός.

Ἐφοβεῖτο δὲ οὐ μόνον τὰς παρὰ ἀνθρώπων ἐπιβουλάς, ἀλλὰ προσεδόκα τάχα αὐτῷ καταβήσεσθαι καὶ θεὸν ἐξ οὐρανοῦ ἀντεραστήν. Καλέσας τοίνυν Φωκᾶν διηρεύνα “τίνες εἰσὶν οἱ νεανίσκοι καὶ πόθεν; ἆρά γε πλούσιοι καὶ καλοί; διὰ τί δὲ τὴν ἐμὴν Ἀφροδίτην προσεκύνουν; τίς ἐμήνυσεν αὐτοῖς;

τίς ἐπέτρεψεν;” Ὁ δὲ Φωκᾶς ἀπέκρυπτε τὴν ἀλήθειαν, οὐ Διονύσιον δεδοικώς, γινώσκων δὲ ὅτι Καλλιρρόη καὶ αὐτὸν ἀπολεῖ καὶ τὸ γένος αὐτοῦ, πυθομένη περὶ τῶν γεγονότων. Ἐπεὶ οὖν ἔξαρνος ἦν ἐπιδεδημηκέναι τινάς, οὐκ εἰδὼς ὁ Διονύσιος τὴν αἰτίαν

p.66
ὑπώπτευσε βαρυτέραν ἐπιβουλὴν καθ’ ἑαυτοῦ συνίστασθαι.

Διοργισθεὶς οὖν μάστιγας ᾔτει καὶ τροχὸν ἐπὶ Φωκᾶν, καὶ οὐ μόνον ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἐν τοῖς ἀγροῖς ἅπαντας συνεκάλει μοιχείαν πεπεισμένος ζητεῖν. Αἰσθόμενος δὲ Φωκᾶς οἷ καθέστηκε δεινοῦ καὶ λέγων καὶ σιωπῶν “σοὶ” φησί, “δέσποτα,

ἐρῶ μόνῳ τὴν ἀλήθειαν.” Ὁ δὲ Διονύσιος πάντας ἀποπέμψας “ἰδοὺ” φησὶ “μόνοι γεγόναμεν. Μηδὲν· ἔτι ψεύσῃ, λέγε τἀληθὲς κἂν φαῦλον ᾖ.” “Φαῦλον μὲν” εἶπεν “οὐδέν ἐστιν, ὦ δέσποτα, μεγάλων γὰρ ἀγαθῶν φέρω σοι διηγήματα· εἰ δὲ σκυθρωπότερά ἐστιν αὐτῶν τὰ πρῶτα, διὰ τοῦτο μηδὲν ἀγωνιάσῃς μηδὲ λυπηθῇς, ἀλλὰ περίμεινον, ἕως οὗ πάντα ἀκούσῃς·

χρηστὸν γὰρ ἔχει τὸ τέλος.” Μετέωρος οὖν ὁ Διονύσιος πρὸς τὴν ἐπαγγελίαν γενόμενος καὶ ἀναρτήσας ἑαυτὸν τῆς ἀκροάσεως “μὴ βράδυνε” φησὶν “ἀλλ’ ἤδη διηγοῦ.” Τότ’ οὖν ἤρξατο λέγειν “τριήρης ἐνθάδε κατέπλευσεν ἐκ Σικελίας καὶ πρέσβεις Συρακουσίων παρὰ σοῦ Καλλιρρόην ἀπαιτούντων.”

Ἐξέθανεν ὁ Διονύσιος ἀκούσας καὶ νὺξ αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη· φαντασίαν γὰρ ἔλαβεν ὡς ἐφεστηκότος αὐτῷ Χαιρέου καὶ Καλλιρρόην ἀποσπῶντος. Ὁ μὲν οὖν ἔκειτο καὶ σχῆμα καὶ χρῶμα νεκροῦ παριστάς, Φωκᾶς δὲ ἐν ἀπορίᾳ καθειστήκει, καλέσαι μὲν οὐδένα θέλων, ἵνα μή τις αὐτῷ μάρτυς γένηται τῶν ἀπορρήτων· μόλις δὲ καὶ κατ’ ὀλίγον αὐτὸς τὸν δεσπότην ἀνεκτήσατο “θάρρει” λέγων, “Χαιρέας τέθνηκεν· ἀπόλωλεν ἡ ναῦς· οὐδεὶς ἔτι φόβος.” Ταῦτα τὰ ῥήματα ψυχὴν ἐνέθηκε Διονυσίῳ,

καὶ κατ’ ὀλίγον πάλιν ἐν ἑαυτῷ γενόμενος ἀκριβῶς ἐπυνθάνετο πάντα, καὶ Φωκᾶς διηγεῖτο τὸν ναύτην, τὸν μηνύσαντα, πόθεν ἡ τριήρης καὶ διὰ τίνα πλέουσι

p.67
καὶ τίνες οἱ παρόντες, τὸ στρατήγημα τὸ ἴδιον ἐπὶ τοὺς βαρβάρους, τὴν νύκτα, τὸ πῦρ, τὸ ναυάγιον, τὸν φόνον, τὰ δεσμά. Καθάπερ οὖν νέφος ἢ σκότος ἀπεκάλυψε τῆς ψυχῆς Διονύσιον, καὶ περιπτυξάμενος Φωκᾶν “σὺ” φησὶν “εὐεργέτης ἐμός, σὺ κηδεμὼν ἀληθὴς καὶ πιστότατος ἐν τοῖς ἀπορρήτοις.

Διὰ σὲ Καλλιρρόην ἔχω καὶ τὸν υἱόν. Ἐγὼ μὲν οὐκ ἄν σοι προσέταξα Χαιρέαν ἀποκτεῖναι, σοῦ δὲ ποιήσαντος οὐ μέμφομαι· τὸ γὰρ ἀδίκημα φιλοδέσποτον. Τοῦτο μόνον ἀμελῶς ἐποίησας ὅτι οὐκ ἐπολυπραγμόνησας πότερον ἐν τοῖς τεθνηκόσι Χαιρέας ἐστὶν ἢ ἐν τοῖς δεδεμένοις. Καὶ ἔδει ζητῆσαι τὸν νεκρόν· καὶ γὰρ ἐκεῖνος ἂν ἔτυχε τάφου κἀγὼ βεβαιότερον ἔσχον τὸ θαρρεῖν. Οὐ δύναμαι δὲ νῦν ἀμερίμνως εὐτυχεῖν διὰ τοὺς δεδεμένους· οὐδὲ γὰρ τοῦτο ἴσμεν, ὅποι τις αὐτῶν ἐπράθη.”