De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Διονύσιος δὲ ἀποτυγχάνων τοῦ Καλλιρρόης ἔρωτος, μηκέτι φέρων ἀποκαρτερεῖν ἐγνώκει καὶ διαθήκας ἔγραφε τὰς τελευταίας, ἐπιστέλλων πῶς ταφῇ. Παρεκάλει δὲ Καλλιρρόην ἐν τοῖς γράμμασιν ἵνα αὐτῷ προσέλθῃ κἂν νεκρῷ. Πλαγγὼν δὲ ἐβούλετο μὲν εἰσελθεῖν πρὸς τὸν δεσπότην, διεκώλυσε δὲ αὐτὴν ὁ θεράπων κεκελευσμένος μηδένα δέχεσθαι.

Μαχομένων δὲ αὐτῶν πρὸς ταῖς θύραις ἀκούσας ὁ Διονύσιος ἤρετο τίς ἐνοχλοίη. Τοῦ δὲ θεράποντος εἰπόντος ὅτι Πλαγγών, “ἀκαίρως μὲν” εἶπε “πάρεστιν” ʽοὐκέτι γὰρ οὐδὲ ὑπόμνημα τῆς ἐπιθυμίας ἤθελεν ἰδεῖν’ “κάλεσον

δ’ ὅμως.” Ἀνοίξασα δὲ ἐκείνη τὰς θύρας “τί καταρύχῃ” φησίν, “ὦ δέσποτα, λυπῶν σεαυτὸν ὡς

p.46
ἀποτυγχάνων. Καλλιρρόη γάρ σε ἐπὶ τὸν γάμον παρακαλεῖ. Λαμπρειμόνει, θῦε, προσδέχου νύμφην, ἧς ἐρᾷς.” Ἐξεπλάγη πρὸς τὸ ἀνέλπιστον ὁ Διονύσιος καὶ ἀχλὺς αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη, παντάπασι δὲ ὢν ἀσθενὴς φαντασίαν παρέσχε θανάτου· κωκύσασα δὲ ἡ Πλαγγὼν συνδρομὴν ἐποίησε, καὶ ἐφ̓ ὅλης τῆς οἰκίας ὡς τεθνεὼς ὁ δεσπότης ἐπενθεῖτο.

Οὐδὲ Καλλιρρόη τοῦτο ἤκουσεν ἀδακρυτί. τοσαύτη ἦν, ὥστε κἀκείνη Διονύσιον ἔκλαε τὸν ἄνδρα. Ὀψὲ δὲ καὶ μόλις ἐκεῖνος ἀνανήψας ἀσθενεῖ φωνῇ “τίς με δαιμόνων” φησὶν “ἀπατᾷ βουλόμενος ἀναστρέψαι τῆς προκειμένης ὁδοῦ; ὕπαρ ἢ ὄναρ ταῦτα ἤκουσα; θέλει μοι Καλλιρρόη γαμηθῆναι, ἡ μὴ θέλουσα μηδὲ ὀφθῆναι;”

Παρεστῶσα δὲ ἡ Πλαγγὼν “παῦσαι” φησὶ “μάτην σεαυτὸν ὀδυνῶν καὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀπιστῶν· οὐ γὰρ ἐξαπατῶ μου τὸν δεσπότην, ἀλλ’ ἔπεμψέ με Καλλιρρόη πρεσβεῦσαι περὶ γάμων.” “Πρέσβευε τοίνυν” εἶπεν ὁ Διονύσιος “καὶ λέγε αὐτὰ τὰ ἐκείνης.

ῥήματα. Μηδὲν ἀφέλῃς μηδὲ προσθῇς, ἀλλ’ ἀκριβῶς μνημόνευσον.” “Ἐγὢ φησὶν ʽοἰκίας οὖσα τῆς πρώτης ἐν Σικελίᾳ δεδυστύχηκα μέν, ἀλλ’ ἔτι τὸ φρόνημα τηρῶ· πατρίδος, γονέων ἐστέρημαι, μόνην οὐκ ἀπολώλεκα τὴν εὐγένειαν. Εἰ μὲν οὖν ὡς παλλακὴν θέλει με Διονύσιος ἔχειν καὶ τῆς ἰδίας ἀπολαύειν ἐπιθυμίας, ἀπάγξομαι μᾶλλον ἢ ὕβρει δουλικῇ παραδώσω τὸ σῶμα· εἰ δὲ γαμετὴν κατὰ νόμους, κἀγὼ γενέσθαι θέλω μήτηρ, ἵνα διάδοχον ἔχῃ τὸ Ἑρμοκράτους γένος.

Βουλευσάσθω περὶ τούτου Διονύσιος μὴ μόνος μηδὲ ταχέως, ἀλλὰ μετὰ φίλων καὶ συγγενῶν, ἵνα μή τις ὕστερον εἴπῃ πρὸς αὐτὸν ʽσὺ θρέψεις παιδία ἐκ τῆς

ἀργυρωνήτου καὶ καταισχυνεῖς σου τὸν οἶκον;ʼ Εἰ μὴ θέλει πατὴρ γενέσθαι, μηδ’ ἀνὴρ ἔστω.” Ταῦτα

p.47
τὰ ῥήματα μᾶλλον ἐξέκαυσε Διονύσιον καί τινα ἔσχεν ἐλπίδα κούφην ἀντερᾶσθαι δοκῶν· ἀνατείνας δὲ τὰς χεῖρας εἰς τὸν οὐρανὸν “εἰ γὰρ ἴδοιμι” φησίν, “ὦ Ζεῦ καὶ Ἥλιε, τέκνον ἐκ Καλλιρρόης· τότε μακαριώτερος δόξω τοῦ μεγάλου βασιλέως. Ἀπίωμεν πρὸς αὐτήν· ἄγε με, Πλαγγόνιον φιλοδέσποτον.”