De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Συνέβη δέ τι τοιόνδε. Διονύσιος ἐνδιέτριβε τὁ??ʼ

p.38
χωρίοις, προφάσεσι μὲν ἄλλοτε ἄλλαις, τὸ δὲ δὴ ἀληθές, οὔτε ἀπαλλαγῆναι τῆς Καλλιρρόης δυνάμενος οὔτε ἐπάγεσθαι θέλων αὐτήν· ἔμελλε γὰρ περιβόητος ὀφθεῖσα ἔσεσθαι καὶ τὸ κάλλος ὅλην τὴν Ἰωνίαν δουλαγωγήσειν, ἀναβήσεσθαί τε τὴν φήμην καὶ μέχρι τοῦ μεγάλου βασιλέως.

Ἐν δὲ τῇ μονῇ πολυπραγμονῶν ἀκριβέστερον τὰ περὶ τὴν κτῆσιν, ἐμέμψατό που καὶ τὰ περὶ τὸν οἰκονόμον Φωκᾶν· τὸ δὲ τῆς μέμψεως οὐ περαιτέρω προῆλθεν, ἀλλὰ μέχρι ῥημάτων. Εὗρε δὲ καιρὸν ἡ Πλαγγών, καὶ περίφοβος εἰσέδραμε πρὸς τὴν Καλλιρρόην, σπαράσσουσα τὴν κόμην ἑαυτῆς· λαβομένη δὲ τῶν γονάτων αὐτῆς “δέομαί σου” φησίν, “κυρία, σῶσον ἡμᾶς· τῷ γὰρ ἀνδρί μου χαλεπαίνει Διονύσιος· φύσει δέ ἐστι βαρύθυμος, ὥσπερ καὶ φιλάνθρωπος.

Οὐδεὶς ἂν ῥύσαιτο ἡμᾶς ἢ μόνη σύ· παρέξει γάρ σοι Διονύσιος ἡδέως αἰτουμένῃ χάριν πρώτην.” Ὤκνει μὲν οὖν ἡ Καλλιρρόη βαδίσαι πρὸς αὐτόν, λιπαρούσης δὲ καὶ δεομένης ἀντειπεῖν οὐκ ἐδυνήθη, προηνεχυριασμένη ταῖς εὐεργεσίαις ὑπ’ αὐτῆς. Ἵν’ οὖν μὴ ἀχάριστος δοκῇ “κἀγὼ μὲν” φησὶν “εἰμὶ δούλη καὶ οὐδεμίαν ἔχω παρρησίαν, εἰ δὲ ὑπολαμβάνεις δυνήσεσθαί τι κἀμέ, συνικετεύειν ἑτοίμη· γένοιτο δὲ ἡμᾶς τυχεῖν.” Ἐπεὶ δὲ ἦλθον,

ἐκέλευσεν ἡ Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν δεσπότην ὅτι Καλλιρρόη πάρεστιν. Ἐτύγχανε δὲ Διονύσιος ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ τὸ σῶμα. Ἀκούσας οὖν ὅτι Καλλιρρόη πάρεστιν, ἄφωνος ἐγένετο, καί τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼν “ἡκέτω” φησί.

Στᾶσα δὲ ἡ Καλλιρρόη πλησίον καὶ κάτω κύψασα πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δ’ ὅμως ἐφθέγξατο “ἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι·

p.39
φιλεῖ γάρ με ὡς θυγατέρα. Δέομαι δή σου, κύριε, μὴ ὀργίζου τῷ ἀνδρὶ αὐτῆς, ἀλλὰ χάρισαι τὴν σωτηρίαν.”

Ἔτι δὲ βουλομένη λέγειν οὐκ ἐδυνήθη. Συνεὶς οὖν ὁ Διονύσιος τὸ στρατήγημα τῆς Πλαγγόνος “ὀργίζομαι μὲν” εἶπε, “καὶ οὐδεὶς ἂν ἀνθρώπων ἐρρύσατο μὴ ἀπολέσθαι Φωκᾶν καὶ τὴν Πλαγγόνα τοιαῦτα πεπραχότας· χαρίζομαι δὲ αὐτοὺς ἡδέως σοί, καὶ γινώσκετε ὑμεῖς ὅτι διὰ Καλλιρρόην ἐσώθητε.” Προσέπεσεν αὐτοῦ τοῖς γόνασιν ἡ Πλαγγών, καὶ Διονύσιος ἔφη “τοῖς Καλλιρρόης προσπίπτετε γόνασιν,

αὕτη γὰρ ὑμᾶς ἔσωσεν.” Ἐπεὶ δὲ ἡ Πλαγγὼν ἐθεάσατο τὴν Καλλιρρόην χαίρουσαν καὶ σφόδρα ἡδομένην ἐπὶ τῇ δωρεᾷ “σὺ οὖν” εἶπε “χάριν ὁμολόγησον ὑπὲρ ἡμῶν Διονυσίῳ” καὶ ἅμα ὤθησεν αὐτήν. Ἡ δὲ τρόπον τινὰ καταπεσοῦσα περιέπεσε τῇ δεξιᾷ τοῦ Διονυσίου, κἀκεῖνος, ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα δοῦναι, προσαγόμενος αὐτὴν κατεφίλησεν, εἶτα εὐθὺς ἀφῆκε, μὴ καί τις ὑποψία γένηται τῆς τέχνης.