De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ ὁ μὲν Διονύσιος παραλαβὼν φίλους τε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.

Ἦν δὲ καὶ φύσει καλός τε καὶ μέγας καὶ μάλιστα πάντων σεμνὸς ὀφθῆναι. Λεωνᾶς δὲ παραλαβὼν τὴν Πλαγγόνα καὶ μετ’ αὐτῆς τὰς συνήθεις τῇ Καλλιρρόῃ θεραπαινίδας ἧκε πρὸς αὐτὴν καὶ λέγει “Διονύσιος ἀνὴρ δικαιότατός ἐστι καὶ νομιμώτατος.

Ἧκε τοίνυν εἰς τὸ ἱερόν, ὦ γύναι, καὶ πρὸς αὐτὸν εἰπὲ τὴν ἀλήθειαν, τίς οὖσα τυγχάνεις· οὐ γὰρ ἀτυχήσεις οὐδεμιᾶς δικαίας βοηθείας. Ἀλλὰ μόνον ἁπλῶς αὐτῷ διαλέγου, καὶ μηδὲν ἀποκρύψῃς τῶν ἀληθῶν· τοῦτο γὰρ αὐτοῦ ἐκκαλέσεται μᾶλλον τὴν εἴς σε φιλανθρωπίαν.” Ἄκουσα μὲν οὖν ἐβάδιζεν ἡ Καλλιρρόη, θαρροῦσα δ᾽ ὅμως διὰ τὸ ἐν ἱερῷ γενήσεσθαι τὴν ὁμιλίαν αὐτοῖς.

Ἐπεὶ δὲ ἧκεν, ἔτι μᾶλλον αὐτὴν ἐθαύμασαν ἅπαντες. Καταπλαγεὶς οὖν ὁ Διονύσιος ἄφωνος ἦν. Οὔσης δὲ ἐπὶ τὸ πλεῖστον σιωπῆς ὀψέ ποτε καὶ μόλις ἐφθέγξατο “τὰ μὲν ἐμὰ δῆλά σοι, γύναι, πάντα. Διονύσιός εἰμι, Μιλησίων πρῶτος, σχεδὸν δὲ καὶ τῆς ὅλης Ἰωνίας, ἐπ’ εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ διαβόητος.

Δίκαιόν ἐστι καὶ σὲ περὶ σεαυτῆς εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν·

p.35
οἱ μὲν γὰρ πωλήσαντές· σε Συβαρῖτιν ἔφασαν κατὰ ζηλοτυπίαν ἐκεῖθεν πραθεῖσαν ὑπὸ δεσποίνης.” Ἠρυθρίασεν ἡ Καλλιρρόη καὶ κάτω κύψασα ἠρέμα εἶπεν “ἐγὼ νῦν πρῶτον πέπραμαι· Σύβαριν δὲ οὐκ

εἶδον.” “Ἔλεγόν σοι” φησὶ Διονύσιος ἀποβλέψας πρὸς τὸν Λεωνᾶν “ὅτι οὐκ ἔστι δούλη· μαντεύομαι δὲ ὅτι καὶ εὐγενής.” “Εἶπόν μοι, γύναι, πάντα, καὶ πρῶτόν γε τοὔνομα τὸ σόν.” “Καλλιρρόη” φησίν ʽἤρεσε Διονυσίῳ καὶ τοὔνομἀ, τὰ δὲ λοιπὰ ἐσιώπα. Πυνθανομένου δὲ λιπαρῶς “δέομαί σου” φησίν, “ὦ δέσποτα, συγχώρησόν μοι τὴν ἐμαυτῆς τύχην σιωπᾶν.

Ὄνειρος ἦν τὰ πρῶτα καὶ μῦθος, εἰμὶ δὲ νῦν ὃ γέγονα, δούλη καὶ ξένη.” Ταῦτα λέγουσα ἐπειρᾶτο μὲν λανθάνειν, ἐλείβετο δὲ αὐτῆς τὰ δάκρυα κατὰ τῶν παρειῶν· προήχθη δὲ καὶ ὁ Διονύσιος κλάειν καὶ πάντες οἱ περιεστηκότες· ἔδοξε δ’ ἄν τις καὶ τὴν Ἀφροδίτην αὐτὴν σκυθρωποτέραν γεγονέναι. Διονύσιος δὲ ἐνέκειτο ἔτι μᾶλλον πολυπραγμονῶν καὶ “ταύτην αἰτοῦμαι παρά σου χάριν πρώτην.

Διήγησαί μοι, Καλλιρρόη, τὰ σεαυτῆς. Οὐ πρὸς ἀλλότριον ἐρεῖς· ἔστι γάρ τις καὶ τρόπου συγγένεια. Μηδὲν φοβηθῇς, μηδ’ εἰ πέπρακταί σοί τι δεινόν.” Ἠγανάκτησεν ἡ Καλλιρρόη πρὸς τοῦτο καὶ “μή με ὕβριζε”

εἶπεν, “οὐδὲν γὰρ σύνοιδα ἐμαυτῇ φαῦλον. Ἀλλ̓ ἐπεὶ σεμνότερα τἀμὰ τῆς τύχης ἐστὶ τῆς παρούσης, οὐ θέλω δοκεῖν ἀλαζὼν οὐδὲ λέγειν διηγήματα ἄπιστα τοῖς ἀγνοοῦσιν· οὐ γὰρ μαρτυρεῖ τὰ προτοῦ τοῖς νῦν.” Ἐθαύμασεν ὁ Διονύσιος τὸ φρόνημα τῆς γυναικὸς καὶ “συνίημι” φησὶν “ἤδη, κἂν μὴ λέγῃς· εἰπὲ δ’ ὅμως· οὐδὲν γάρ%5περὶ σεαυτῆς ἐρεῖς τηλικοῦτον, ἡλίκον ὁρῶμεν.

Πᾶν ἐστί σου σμικρότερον λαμπρὸν διήγημα.” Μόλις οὖν ἐκείνη τὰ καθ’ ἑαυτὴν ἤρξατο λέγειν “Ἑρμοκράτους

p.36
εἰμὶ θυγάτηρ, τοῦ Συρακουσίων στρατηγοῦ. Γενομένην δέ με ἄφωνον ἐξ αἰφνιδίου πτώματος ἔθαψαν οἱ γονεῖς πολυτελῶς. Ἤνοιξαν τυμβωρύχοι τὸν τάφον· εὗρον κἀμὲ πάλιν ἐμπνέουσαν· ἤνεγκαν ἐνθάδε καὶ Λεωνᾷ με τούτῳ παρέδωκε Θήρων ἐπ̓ ἐρημίας.” Πάντα εἰποῦσα μόνον Χαιρέαν ἐσίγησεν.

“Ἀλλὰ δέομαί σου, Διονύσιε ʽἝλλην γὰρ εἶ καὶ πόλεως φιλανθρώπου καὶ παιδείας μετείληφασ̓, μὴ γένῃ τοῖς τυμβωρύχοις ὅμοιος μηδὲ ἀποστερήσῃς με πατρίδος καὶ συγγενῶν. Μικρόν ἐστί σοι πλουτοῦντι σῶμα ἐᾶσαι· τὴν τιμὴν οὐκ ἀπολεῖς, ἐὰν ἀποδῷς με τῷ πατρί· Ἑρμοκράτης οὐκ ἔστιν ἀχάριστος. Τὸν Ἀλκίνοον ἀγάμεθα δὴ καὶ πάντες φιλοῦμεν ὅτι εἰς τὴν πατρίδα ἀνέπεμψε τὸν ἱκέτην. Ἱκετεύω δὲ κἀγώ.

Σῶσον αἰχμάλωτον ὀρφανήν. Εἰ δὲ μὲ μὴ δύναμαι ζῆν ὡς εὐγενής, αἱροῦμαι θάνατον ἐλεύθερον.” Τούτων ἀκούων ἔκλαε προφάσει μὲν Καλλιρρόην, τὸ δὲ ἀληθὲς ἑαυτόν· ᾐσθάνετο γὰρ ἀποτυγχάνων τῆς ἐπιθυμίας. “Θάρρει δὲ” ἔφη, “Καλλιρρόη, καὶ ψυχὴν ἔχε ἀγαθήν· οὐ γὰρ ἀτυχήσεις ὧν ἀξιοῖς· μάρτυν καλῶ τήνδε τὴν Ἀφροδίτην. Ἐν δὲ τῷ μεταξὺ θεραπείαν ἕξεις παρ’ ἡμῖν δεσποίνης μᾶλλον ἢ δούλης.”