De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ὁ δὲ Λεωνᾶς, καιρὸν ἐπιτήδειον εὑρών, Διονυσίῳ λόγους προσήνεγκε τοιούτους “ἐν τοῖς παραθαλασσίοις, ὦ δέσποτα, χωρίοις οὐ γέγονας ἤδη χρόνῳ πολλῷ καὶ ποθεῖ τὰ ἐκεῖ τὴν σὴν ἐπιδημίαν. Ἀγέλας σε δεῖ καὶ φυτείας θεάσασθαι, καὶ ἡ συγκομιδὴ τῶν καρπῶν ἐπείγει.

Χρῆσαι καὶ τῇ πολυτελείᾳ τῶν οἰκιῶν, ἅς σοῦ κελεύσαντος ᾠκοδομήσαμεν· οἴσεις δὲ καὶ τὸ πένθος ἐλαφρότερον ἐκεῖ, περισπώμενος ὑπὸ τῆς τῶν ἀγρῶν ἀπολαύσεως καὶ διοικήσεως. Ἐὰν δέ τινα ἐπαινέσῃς ἢ βουκόλον ἢ ποιμένα, δώσεις αὐτῷ τὴν νεώνητον γυναῖκα.” Ἤρεσε τῷ Διονυσίῳ ταῦτα καὶ προεῖπε τὴν ἔξοδον εἰς ην ἡμέραν.

Παραγγελίας δὲ γενομένης παρεσκεύαζον ἡνίοχοι μὲν ὀχήματα, ἱπποκόμοι δὲ ἵππους, ναῦται δὲ πορθμεῖα· φίλοι παρεκαλοῦντο συνοδεύειν καὶ πλῆθος ἀπελευθέρων· φύσει γὰρ ἦν ὁ Διονύσιος μεγαλοπρεπής.

Ἐπεὶ δὲ πάντα εὐτρέπιστο, τὴν μὲν παρασκευὴν καὶ τοὺς πολλοὺς ἐκέλευσε διὰ θαλάσσης κομίζεσθαι, τὰ δὲ ὀχήματα ἐπακολουθεῖν, ὅταν αὐτὸς προέλθῃ, πενθοῦντι γὰρ μὴ πρέπειν πομπήν. Ἅμα δὲ τῇ ἕῳ, πρὶν αἰσθέσθαι τοὺς πολλούς, ἵππου ἐπέβη, πέμπτος δέ εἷς ἦν ἐν αὐτοῖς καὶ ὁ Λεωνᾶς.

Ὁ μὲν οὖν Διονύσιος ἐξήλαυνεν εἰς τοὺς ἀγρούς, ἡ δὲ Καλλιρρόη τῆς νυκτὸς ἐκείνης θεασαμένη τὴν Ἀφροδίτην ἐβουλήθη καὶ πάλιν αὐτὴν προσκυνῆσαι· καὶ ἡ μὲν ἑστῶσα εὔχετο, Διονύσιος δὲ ἀποπηδήσας

p.31
ἀπὸ τοῦ ἵππου πρῶτος εἰσῆλθεν εἰς τὸν νεών. Ψόφου δὲ ποδῶν αἰσθομένη Καλλιρρόη πρὸς αὐτὸν ἐπεστράφη.

Θεασάμενος οὖν ὁ Διονύσιος ἀνεβόησεν “ἵλεως εἴης, ὦ Ἀφροδίτη, καὶ ἐπ’ ἀγαθῷ μοι φανείης.” Καταπίπτοντα δὲ αὐτὸν ἤδη Λεωνᾶς ὑπέλαβε καὶ “αὕτη” φησίν, “ὦ δέσποτα, ἡ νεώνητος· μηδὲν ταραχθῇς. Καὶ σὺ δέ, ὦ γύναι, πρόσελθε τῷ κυρίῳ.” Καλλιρρόη μὲν οὖν πρὸς τοὔνομα τοῦ κυρίου πηγὴν ἀφῆκε δακρύων, κάτω κύψασα, ὀψὲ μεταμανθάνουσα τὴν ἐλευθερίαν· ὁ δὲ Διονύσιος, πλήξας τὸν Λεωνᾶν “ἀσεβέστατε” εἶπεν, “ὡς ἀνθρώποις διαλέγῃ τοῖς θεοῖς;

Σὺ ταύτην λέγεις ἀργυρώνητον καὶ ὡς οὐχ εὗρες τὸν πιπράσκοντα; οὐκ ἤκουσας οὐδὲ Ὁμήρου διδάσκοντος ἡμᾶς

καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶσι.
--- “τὸ γοῦν λοιπὸν παῦσαί μου καταγελῶν καὶ θεὸν

εἶναι νομίζων τὴν οὐδὲ ἄνθρωπον εὐτυχῆ.” Λαλούσης δὲ αὐτῆς ἡ φωνὴ τῷ Διονυσίῳ θεία τις ἐφάνη· μουσικὸν γὰρ ἐφθέγγετο καὶ ὥσπερ κιθάρας ἀπεδίδου τὸν ἦχον. Ἀπορηθεὶς οὖν καὶ ἐπὶ πλέον ὁμιλεῖν καταιδεσθεὶς ἀπῆλθεν εἰς τὴν ἔπαυλιν, φλεγόμενος ἤδη τῷ ἔρωτι. Μετ’ οὐ πολὺ δὲ ἧκεν ἐξ ἄστεος ἡ παρασκευή, καὶ ταχεῖα φήμη διέδραμε τοῦ γεγονότος.

Ἔσπευδον οὖν πάντες τὴν γυναῖκα ἰδεῖν, προσεποιοῦντο δὲ πάντες τὴν Ἀφροδίτην προσκυνεῖν. Αἰδουμένη δὲ ἡ Καλλιρρόη τὸ πλῆθος οὐκ εἶχεν ὅ τι πράξειε· πάντα γὰρ ἦν αὐτῇ ξένα καὶ οὐκ ἔβλεπεν οὐδὲ τὴν συνήθη Πλαγγόνα, ἀλλ’ ἐκείνη περὶ τὴν ὑποδοχὴν ἐγίνετο τοῦ δεσπότου.

Προκοπτούσης δὲ τῆς ὥρας καὶ μηδενὸς ἥκοντος εἰς τὴν ἔπαυλιν, ἀλλὰ

p.32
πάντων ἑστώτων ἐκεῖ ὡς κεκηλημένων, συνῆκε Λεωνᾶς τὸ γεγονὸς καὶ ἀφικόμενος εἰς τὸ τέμενος ἐξήγαγε τὴν Καλλιρρόην. Τότε δὲ ἦν ἰδεῖν ὅτι φύσει γίνονται βασιλεῖς, ὥσπερ ἐν τῷ σμήνει τῶν μελισσῶν· ἠκολούθουν γὰρ ἅπαντες καθάπερ ὑπὸ τοῦ κάλλους δεσποίνῃ κεχειροτονημένῃ.