De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Τῆς δὲ ὑστεραίας ἐλθούσῃ Πλαγγόνι τὴν αὑτῆς γνώμην ἐδήλωσεν. Ἡ δὲ τὸ ἄκαιρον τῆς βουλῆς οὐ παρέλαβεν, ἀλλ’ “ἀδύνατόν ἐστί σοι” φησίν, “ὦ γύναι, τὸ τέκνον θρέψαι παρ’ ἡμῖν· ὁ γὰρ δεσπότης ἡμῶν ἐρωτικῶς σου διακείμενος ἄκουσαν μὲν οὐ βιάσεται δι’ αἰδῶ καὶ σωφροσύνην, θρέψαι δὲ τὸ παιδίον οὐκ ἐπιτρέψει διὰ ζηλοτυπίαν, ὑβρίζεσθαι δοκῶν εἰ τὸν μὲν ἀπόντα περισπούδαστον ὑπολαμβανεις, ὑπερορᾷς δὲ παρόντος αὐτοῦ,

Κρεῖττον οὖν μοι δοκεῖ πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον ἢ γεννηθὲν ἀπολέσθαι· κερδανεῖς γὰρ ὠδῖνας ματαίας καὶ κυοφορίαν ἄχρηστον. Ἐγὼ δέ σε φιλοῦσα συμβουλεύω τἀληθῆ.” Βαρέως ἤκουσεν ἡ Καλλιρρόη καὶ προσπεσοῦσα τοῖς γόνασιν αὐτῆς ἱκέτευεν ὅπως συνεξεύρῃ τινὰ τέχνην,

δι’ ἧς τὸ παιδίον θρέψει. Πολλὰ τοίνυν ἀρνησαμένη, δύο καὶ τρεῖς ἡμέρας ὑπερθεμένη τὴν ἀπόκρισιν, ἐπειδὴ μᾶλλον ἐξέκαυσεν αὐτὴν πρὸς τὰς δεήσεις, ἀξιοπιστοτέρα γενομένη πρῶτον μὲν αὐτὴν ἐξώρκισε μηδενὶ κατειπεῖν τὴν τέχνην, ἔπειτα συναγαγοῦσα τὰς ὀφρῦς καὶ τρίψασα τὰς χεῖρας “τὰ μεγάλα” φησὶ “τῶν πραγμάτων, ὦ γύναι, μεγάλαις

p.43
ἐπινοίαις κατορθοῦται· κἀγὼ διὰ τὴν εὔνοιαν τὴν πρὸς σὲ προδίδωμι τὸν δεσπότην.

Ἴσθι τοίνυν ὅτι δεήσει δυοῖν θάτερον, ἢ παντάπασιν ἀπολέσθαι τὸ παιδίον ἢ γεννηθῆναι πλουσιώτατον Ἰώνων, κληρονόμον τῆς λαμπροτάτης οἰκίας. Καὶ σὲ τὴν μητέρα ποιήσει μακαρίαν. Ἑλοῦ δέ, πότερον θέλεις.” “Καὶ τίς οὕτωσ” εἶπεν “ἀνόητος, ἵνα τεκνοκτονίαν ἀντ̓ εὐδαιμονίας ἕληται; δοκεῖς δέ μοί τι ἀδύνατον καὶ ἄπιστον λέγειν, ὥστε σαφέστερον αὐτὸ δήλωσον.”

Ἤρετο οὖν ἡ Πλαγγὼν “πόσον δοκεῖς χρόνον ἔχειν τῆς συλλήψεως;” Ἡ δὲ “δύο μῆνασ” εἶπεν. “Ὁ χρόνος οὖν ἡμῖν βοηθεῖ· δύνασαι γὰρ δοκεῖν ἑπταμηνιαῖον ἐκ Διονυσίου τετοκέναι.” Πρὸς τοῦτο ἀνέκραγεν

ἡ Καλλιρρόη “μᾶλλον ἀπολέσθω.” Καὶ ἡ Πλαγγὼν κατειρωνεύσατο αὐτῆς “καλῶς, ὦ γύναι, φρονεῖς, βουλομένη μᾶλλον ἐκτρῶσαι. Τοῦτο πράττωμεν· ἀκινδυνότερον γὰρ ἢ ἐξαπατᾶν δεσπότην. Πανταχόθεν ἀπόκοψόν σου τὰ τῆς εὐγενείας ὑπομνήματα,

μηδ’ ἐλπὶς ἔστω σοι πατρίδος. Συνάρμοσαι τῇ παρούσῃ τύχῃ καὶ ἀκριβῶς γενοῦ δούλη.” Ταῦτα τῆς Πλαγγόνος παραινούσης οὐδὲν ὑπώπτευε Καλλιρρόη, μείραξ εὐγενὴς καὶ πανουργίας ἄπειρος δουλικῆς· ἀλλ’ ὅσῳ μᾶλλον ἐκείνη τὴν φθορὰν ἔσπευδε, τοσούτῳ μᾶλλον αὐτὴ τὸ κατὰ γαστρὸς ἠλέει καὶ “δός μοι” φησὶ “καιρὸν εἰς σκέψιν· περὶ τῶν μεγίστων γάρ ἐστιν ἡ αἵρεσις,

ἢ σωφροσύνης ἢ τέκνου.” Πάλιν τοῦτο ἐπῄνεσεν ἡ Πλαγγών, ὅτι μὴ προπετῶς αἱρεῖται τὸ ἕτερον· “πιθανὴ γὰρ εἰς ἑκάτερον ἡ ῥοπή· τὸ μὲν γὰρ ἔχει πίστιν γυναικός, τὸ δὲ μητρὸς φιλοστοργίαν. Καιρὸς δ’ οὐκ ἔστιν ὅμως μακρᾶς ἀναβολῆς, ἀλλὰ τῆς ὑστεραίας δεῖ πάντως θατέρου ἔχεσθαι,

p.44
πρὶν ἔκπυστόν σου τὴν γαστέρα γενέσθαι.” Συνέθεντο ταῦτα καὶ ἀπηλλάγησαν ἀλλήλων.