De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Θήρων γάρ τις ἦν, πανοῦργος ἄνθρωπος, ἐξ ἀδικίας πλέων τὴν θάλασσαν καὶ λῃστὰς ἔχων ἐφορμοῦντας

p.14
τοῖς λιμέσιν. Ὀνόματι πορθμείου πειρατήριον συγκροτῶν οὗτος, τῇ ἐκκομιδῇ παρατυχὼν ἐπωφθαλμίασε τῷ χρυσῷ καὶ νύκτωρ κατὰ κλίνης οὐκ ἐκοιμᾶτο λέγων πρὸς ἑαυτὸν “ἀλλ’ ἐγὼ κινδυνεύω μαχόμενος τῇ θαλάσσῃ καὶ τοὺς ζῶντας ἀποκτείνων ἕνεκα λημμάτων μικρῶν, ἐξὸν πλουτῆσαι παρὰ μιᾶς νεκρᾶς. Ἀνερρίφθω κύβος· οὐκ ἀφήσω τὸ κέρδος. Τίνας δ’ οὖν ἐπὶ τὴν πρᾶξιν στρατολογήσω; Σκέψαι, Θήρων, τίς ἐπιτήδειος ὧν οἶδας. Ζηνοφάνης ὁ Θούριος; Συνετὸς μὲν ἀλλὰ δειλός. Μένων ὁ Μεσσήνιος; Τολμηρὸς μὲν ἀλλὰ προδότης.” Ἐπεξιὼν δὲ τῷ λογισμῷ καθέκαστον, ὥσπερ ἀργυρογνώμων, πολλοὺς ἀποδοκιμάσας, ὅμως ἔδοξε τινὰς ἐπιτηδείους. Ἕωθεν οὖν διατρέχων εἰς τὸν λιμένα, ἕκαστον αὐτῶν ἀνεζήτει. Εὗρε δ’ ἐνίους μὲν ἐν πορνείοις, τοὺς δ’ ἐν καπηλείοις, οἰκεῖον στρατὸν τοιούτῳ στρατηγῷ. Φήσας οὖν ἔχειν τι διαλεχθῆναι πρὸς αὐτοὺς ἀναγκαῖον, κατόπιν τοῦ λιμένος ἀπήγαγε καὶ τούτων ἤρξατο τῶν λόγων “ἐγὼ θησαυρὸν εὑρὼν ὑμᾶς κοινωνοὺς εἱλόμην ἐξ ἁπάντων· οὐ γάρ ἐστιν ἑνὸς τὸ κέρδος, οὐδὲ πόνου πολλοῦ δεόμενον, ἀλλὰ μία νὺξ δύναται ποιῆσαι πάντας ἡμᾶς πλουσίους. Οὐκ ἄπειροι δ’ ἐσμὲν τοιούτων ἐπιτηδευμάτων, ἃ παρὰ μὲν τοῖς ἀνοήτοις ἀνθρώποις ἔχει διαβολήν, ὠφέλειαν δὲ τοῖς φρονίμοις δίδωσι.” Συνῆκαν εὐθὺς ὅτι λῃστείαν ἢ τυμβωρυχίαν ἢ ἱεροσυλίαν καταγγέλλει, καὶ “παῦσαι” ἔφασαν “πείθων τοὺς πεπεισμένους ἤδη καὶ μόνον μήνυε τὴν πρᾶξιν, καὶ τὸν καιρὸν μὴ παραπολλύωμεν.” Ὁ δὲ. Θήρων ἔνθεν ἑλὼν “ἑωράκατε” φησὶ “τὸν χρυσὸν καὶ ἄργυρον τῆς νεκρᾶς. Οὗτος ἡμῶν τῶν ζώντων δικαιότερον γένοιτ’ ἄν. Δοκεῖ δή μοι νυκτὸς ἀνοῖξαι τὸν τάφον, εἶτα ἐνθεμένους
p.15
τῷ κέλητι, πλεύσαντας ὅποι ποτ’ ἂν φέρῃ τὸ πνεῦμα διαπωλῆσαι τὸν φόρτον ἐπὶ ξένης.” Ἤρεσε. “Νῦν μὲν οὖν” φησὶ “τρέπεσθε ἐπὶ τὰς συνήθεις διατριβάς· βαθείας δὲ ἑσπέρας ἕκαστος ἐπὶ τὸν κέλητα κατίτω κομίζων οἰκοδομικὸν ὄργανον.”