De Chaerea et Callirhoe
Chariton of Aphrodisias
Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
Οἱ μὲν οὖν δικασταὶ τὴν ἀπολύουσαν ψῆφον ἔθεσαν, Χαιρέας δὲ οὐκ ἀπέλυεν ἑαυτόν, ἀλλ’ ἐπεθύμει θανάτου καὶ πάσας ὁδοὺς ἐμηχανᾶτο τῆς τελευτῆς. Πολύχαρμος δὲ ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν “προδότα” φησὶ “τῆς νεκρᾶς, οὐδὲ θάψαι Καλλιρρόην ὑπομενεῖς; ἀλλοτρίαις χερσὶ τὸ σῶμα πιστεύεις; Καιρός ἐστί σοι νῦν ἐνταφίων ἐπιμελεῖσθαι
ἐνέβαλε γὰρ φιλοτιμίαν καὶ φροντίδα. Τίς ἂν οὖν ἀπαγγεῖλαι δύναιτο κατ’ ἀξίαν τὴν ἐκκομιδὴν ἐκείνην; Κατέκειτο μὲν Καλλιρρόη νυμφικὴν ἐσθῆτα περικειμένη καὶ ἐπὶ χρυσηλάτου κλίνης μείζων τε καὶ κρείττων, ὥστε πάντες εἴκαζον αὐτὴν Ἀριάδνῃ καθευδούσῃ.
Προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακουσίων ἱππεῖς αὐτοῖς ἵπποις κεκοσμημένοι, μετὰ τούτους ὁπλῖται φέροντες τὰ σημεῖα τῶν Ἑρμοκράτους τροπαίων, εἶτα ἡ βουλή, καὶ ἐν μέσῳ τῷ δήμῳ πάντες οἱ Ἑρμοκράτην δορυφοροῦντες· ἐφέρετο δὲ καὶ Ἀρίστων, ἔτι νοσῶν, θυγατέρα καὶ κυρίαν Καλλιρρόην ἀποκαλῶν. Ἐπὶ τούτοις αἱ γυναῖκες τῶν πολιτῶν μελανείμονες,
εἶτα πλοῦτος ἐνταφίων βασιλικός· πρῶτος μὲν ὁ τῆς φερνῆς χρυσός τε καὶ ἄργυρος καὶ ἐσθήτων κάλλος καὶ κόσμος ʽσυνέπεμψε δὲ Ἑρμοκράτης πολλὰ ἐκ τῶν λαφύρων’ συγγενῶν τε δωρεαὶ καὶ φίλων, τελευταῖος δὲ ὁ Χαιρέου πλοῦτος· ἐπεθύμει γάρ, εἰ δυνατὸν ἦν, πᾶσαν τὴν οὐσίαν συγκαταφλέξαι τῇ γυναικί.
Ἔφερον δὲ τὴν κλίνην οἱ Συρακουσίων ἔφηβοι, καὶ ἐπηκολούθει τὸ πλῆθος. Πάντων δὲ θρηνούντων μάλιστα Χαιρέας ἠκούετο. Ἦν δὲ τάφος μεγαλοπρεπὴς Ἑρμοκράτους πλησίον τῆς θαλάσσης, ὥστε καὶ τοῖς πόρρωθεν πλέουσι περίβλεπτος εἶναι· τοῦτον ὥσπερ θησαυρὸν ἐπλήρωσεν ἡ τῶν ἐνταφίων πολυτέλεια. Τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν.