Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἔτι τῶν πόλεων τὰς οἰκειοτέρας ἄμεινον βλέπειν ἢ τὰς ἄλλας, οἷον πατρίδας ἢ ἐν αἷς τις διέτριψεν εὐτυχῶς· τὰς δὲ μὴ οἰκείας ἢ μὴ συνήθεις βλέπειν ἧττον ἀγαθόν. ὁμοῦ δὲ πάσας ἀγαθὸν ὁρᾶν πολυάνδρους οὔσας καὶ εὖ οἰκουμένας καὶ πληθούσας πολυτελείας καὶ τῶν ἄλλων ὅσα πόλεως μέγεθος ἢ εὐδαιμονίαν ἐπιδείκνυσιν. ἐρήμους δὲ ἢ κατερηριμμένας βλέπειν οὔτε ἰδίας οὔτε ἀλλοτρίας πόλεις ἀγαθόν. σημαίνουσι δὲ αἱ πατρίδες καὶ τοὺς γονεῖς. οἷον ἔδοξέ τις τὴν πατρίδα σεισμῷ πεσεῖν, καὶ ὁ πατὴρ αὐτοῦ [*](p. 240) καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ ἀπώλετο.

Ὅσα τισὶ παρακολουθεῖ, ταῦτα ὄναρ βλεπόμενα μεθʼ ἡμέραν ἀποβαίνει. μάλιστα δὲ τὸ μοιχεύειν ἔχθραν πρὸς τὸν ἄνδρα τῆς μοιχευομένης ποιεῖ τῷ ἰδόντι· ἕπεται γὰρ καὶ ἀκολουθεῖ τῷ μοιχῷ μῖσος ἐκ τοῦ ἀνδρὸς τῆς μοιχευομένης.

286
ὅσα δὲ οὐκ ἀκολουθεῖ τισι, ταῦτα οὐδὲ ἐν τοῖς ὕπνοις τῶν πρώτων ὁραθέντα ἀποβαίνει. οἷον ἔδοξέ τις τὸν δεσπότην παρακατακλίνειν αὐτῷ τὴν ἑαυτοῦ γυναῖκα. καὶ ἔχθρα μὲν αὐτῷ οὐδʼ ἡτισοῦν ἐγένετο πρὸς τὸν δεσπότην, πᾶσαν δὲ τὴν οὐσίαν ἐπιτραπεῖσαν ὑπὸ τοῦ δεσπότου διῳκονόμησε καὶ προέστη τοῦ παντὸς οἴκου· ἦν γὰρ εἰκὸς μηδεμίαν ἔσεσθαι ζηλοτυπίαν πρὸς τὸν τὴν ἑαυτοῦ παρακοιμίζοντα γυναῖκα.

Ἔτι ἔνια περὶ τὰ ἀγγεῖα διαφόρως ἀποβαίνει. οἷον γάλα ἐν γαυλῷ κερδαλέον, ἐν δὲ λεκάνῃ ζημίας σύμβολον· οὐ γὰρ ἄν τις αὐτῷ χρήσαιτο εἰς τροφήν. τὸ δὲ ἐναντίον τῷ χρῆσθαι μὴ χρῆσθαι, διʼ οὗ ζημία γίνεται.

Τῶν δὲ τὰ λίαν μεγάλα αἰνίγματα προσαπτόντων τοῖς ὀνείροις κατάπτυε ὡς οὐκ ἐχόντων ἔννοιαν ἢ ὀνείρου φαντασίας τῶν θεῶν πανουργίαν καὶ κακοτροπίαν κατεγνωκότων, εἴ γε εἰς τοσαύτην λέσχην ἐμβάλλουσι τοὺς ὁρῶντας τοὺς ὀνείρους, ὥστε ἀντὶ τοῦ διὰ τῶν ὀνείρων [*](p. 241) μαθεῖν τὰ ἐσόμενα προσέτι καὶ ὅσα μὴ ἔστιν αὐτοῖς ἀνάγκη ζητοῦσιν· εὖ γὰρ ἴσθι ὅτι ἐνίους οὐδαμῶς ἐνδέχεται ἰδεῖν ὀνείρους. οἷον λέγουσί τι τοιοῦτον. ἀπολέσας τις ἀνδράποδον ἔδοξε λέγειν αὐτῷ τινα ῾ ἐν ἀστρατεύτοις ἐστί σου ὁ θεράπωνʼ. εὑρέθη ἐν Θήβαις ὁ θεράπων, ἐπειδὴ μόνοι οἱ Θηβαῖοι τῶν Βοιωτῶν οὐκ ἐστράτευσαν

287
ἐπὶ Ἴλιον. καὶ πάλιν λέγουσιν ὅτι νοσῶν τις ἔδοξε λέγειν αὐτῷ τινα ῾ τῷ μονοκρήπιδι θῦσον καὶ θεραπευθήσειʼ. ἔθυσε τῷ Ἑρμῇ· φασὶ γὰρ τὸν θεὸν τοῦτον Περσεῖ ἐπὶ τὴν τῆς Γοργοῦς τομὴν ἀπιόντι τὸ ἕτερον τῶν ὑποδημάτων δόντα τὸ ἕτερον ἔχειν μόνον. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἀναφέρουσιν, ἃ μᾶλλον τοὺς ἀπείρως ἱστορίας ξένης ἔχοντας ἐλέγχειν ἔοικεν ἢ τοὺς ὀνειροκρίτας. πάντα δὲ τὰ τοιαῦτα βουλομένῳ σοι μαθεῖν εὔκολον, ἵνα πρὸς τούτους εὐαποκρίτως ἔχῃς· εἰσὶ γὰρ καὶ παρὰ Λυκόφρονι ἐν τῇ Ἀλεξάνδρᾳ καὶ παρὰ Ἡρακλείδῃ τῷ Ποντικῷ ἐν ταῖς Λέσχαις καὶ παρὰ Παρθενίῳ ἐν ταῖς Ἐλεγείαις καὶ παῤ ἄλλοις πολλοῖς ἱστορίαι ξέναι καὶ ἄτριπτοι.

Πρόσεχε δὲ καὶ ταῖς ὑπό τινων εὐεργεσίαις δυναμέναις γενέσθαι ἢ μή. οἷον ἔδοξέ τις ὑπὸ τοῦ δεσπότου πεφονεῦσθαι. ἠλευθερώθη ὑπὸ τοῦ φονεύοντος, ἐπειδὴ ὁ θάνατος τοῦτο ἐσήμαινεν·

ὁ δὲ τοῦ θανάτου αἴτιος καὶ τῆς ἐλευθερίας ἦν αἴτιος· ἐδύνατο γάρ. ὁ δὲ ὑπὸ τοῦ συνδούλου δόξας φονεύεσθαι ἐλεύθερος μὲν οὐκ ἐγένετο (οὐ γὰρ οἷός τε ἦν ὁ σύνδουλος αὐτὸν ἐλευθεροῦν), εἰς ἔχθραν δὲ κατέστη αὐτῷ· οὐ γὰρ φίλοι οἱ φονεύοντες τοῖς ἀναιρουμένοις.

Πρὸς δὲ τούς πυνθανομένους εἰ δυνατὸν ἐν τῷ αὐτῷ καιρῷ καὶ ἀγαθοὺς καὶ κακοὺς ἰδεῖν ὀνείρους καὶ ζητοῦντας

288
[*](p. 242) ὁποτέροις χρὴ πιστεύειν, πότερον τοῖς κακοῖς ἢ τοῖς ἀγαθοῖς, καὶ εἰ ἕτεροι τῶν ἑτέρων εἰσὶν ἀναιρετικοὶ ἢ βεβαιωταί, εἴποις ἂν ὅτι οὐ μόνον ἐν τῷ αὐτῷ καιρῷ δυνατὸν ἀλλὰ καὶ ἐν νυκτὶ τῇ αὐτῇ καὶ ἐν ὀνείρῳ τῷ αὐτῷ καὶ ἀγαθὸν καὶ κακὸν πολλάκις ἔστιν ἰδεῖν. καὶ παραθήσεις τοὺς πολλὰ διʼ ὀλίγων σημαίνοντας ἢ πολλὰ διὰ πολλῶν. καὶ οὐδὲν θαυμαστόν, εἴ γε καὶ τῶν ἀνθρώπων τὰ πράγματα καὶ ὁ βίος ἐστὶ τοιοῦτος· πολλάκις γὰρ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἀγαθόν τι καὶ κακὸν πάσχουσι καὶ παράλληλα καὶ ὁμοῦ.

Πίστευε μὲν τοῖς ἀποβεβηκόσιν ὀνείροις ὡς πάλιν ὁμοίως ἀποβησομένοις, ἡγοῦ δὲ καὶ καινότερόν τι σημαίνειν αὐτούς· καὶ οὕτω σοι συμβήσεται μὴ μόναις ἐπαναπαύεσθαι ταῖς παλαιαῖς ἀποβάσεσιν, ἀλλὰ πειρᾶσθαι ἀεί τι προσεξευρίσκειν ὅμοιον τοῖς πρώτοις, ἐπεὶ γελοῖον ἂν εἴη ὁμοίως τοῖς πολλοῖς μόνα τὰ γεγραμμένα ἢ λεχθέντα μνημονεύειν. οἷόν ποτε καὶ Ἀντιπάτρῳ τῷ ὀνειροκρίτῃ συνέβη. ἔδοξέ τις σιδήρῳ πλησιάζειν ὥσπερ γυναικί. ἀπέβη αὐτῷ εἰς δοῦλον καταδικασθῆναι καὶ σιδήρῳ συνεῖναι, τοῦτʼ ἔστι συναναστρέφεσθαι. ὁ δὴ βέλτιστος Ἀντίπατρος τοῦτο μεμνημένος ἄλλῳ ποτὲ δόξαντι σιδήρῳ πλησιάζειν ὑπεκρίνατο τὴν εἰς μονομάχους καταδίκην· τῷ δὲ οὐχ οὕτως ἀπέβη, ἀλλʼ ἐτμήθη τὸ αἰδοῖον ὁ ἰδὼν τὸν ὄνειρον.

289

Ἔτι καὶ ἐκεῖνο παρὰ Φοίβῳ κείμενον πολλοῖς πλάνην ἐμποιεῖ. ἔδοξέ τις αὐτὸς γέφυρα γεγονέναι. ἐγένετο ποταμοδιάρτης· τὸ γὰρ αὐτὸ γεφύρᾳ ἔργον εἶχε. καὶ τοῦτο μὲν ὁ Φοῖβος ἀναγράφει, νυνὶ δὲ ἀνήρ τις πλούσιος δόξας γέφυρα γεγονέναι ὑπὸ πολλῶν καταφρονηθεὶς ὥσπερ κατεπατήθη. ἴδοι δʼ ἄν ποτε καὶ γυνὴ τὸν ὄνειρον τοῦτον καὶ παῖς ὡραῖος, καὶ πόρνοι γενόμενοι πολλοὺς ὑποδέξονται. [*](p. 243) καὶ δικαζόμενός τις ἐπὶ τούτῳ τῷ ὀνείρῳ ὑπέρτερος ἂν γένοιτο τῶν ἐχθρῶν καὶ αὐτοῦ τοῦ δικαστοῦ ἔοικε γὰρ ὁ ποταμὸς τῷ δικαστῇ διὰ τὸ πράττειν ἀνυπευθύνως ἃ βούλεται, ἡ δὲ γέφυρα ἄνωθέν ἐστι τοῦ ποταμοῦ.

Εἰς δὲ τὸ γυμνάσιον τῆς τῶν ὁμοίων ἐπινοίας αὐτάρκης ἄν σοι γένοιτο παρατεθεὶς ὁ ὄνειρος οὗτος. γυνὴ ἔδοξεν ἐν γαστρὶ ἔχουσα δράκοντα γεγεννηκέναι. ὁ ἐξ αὐτῆς γεννώμενος ῥήτωρ ἄριστος καὶ διώνυμος ἐγένετο· διπλῆν γὰρ ἔχει τὴν γλῶσσαν ὁ δράκων, ὥσπερ καὶ ὁ ῥήτωρ. ἦν δὲ καὶ ἡ γυνὴ πλουσία, ἐφόδιον δὲ παιδείας ὁ πλοῦτος. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος ἱεροφάντης ἐγένετο· ἱερὸς γὰρ ὁ δράκων καὶ μύστης καὶ πᾶσι μυστηρίοις παρών. ἦν δὲ καὶ ἡ τὸν ὄνειρον ἰδοῦσα ἱερέως γυνή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν

290
ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος μάντις ἄριστος ἀπέβη ἔστι γὰρ ὁ δράκων ἱερὸς τῷ μαντικωτάτῳ Ἀπόλλωνι. ἦν δὲ καὶ ἡ γυνὴ μάντεως θυγάτηρ. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος ἀκόλαστος καὶ ὑβριστὴς ἀπέβη καὶ πολλὰς τῶν ἐν τῇ πόλει γυναικῶν ἐμοίχευσε· διὰ γὰρ τῶν στενωτάτων χηραμῶν διαδυόμενος ὁ δράκων τοὺς ἐπιτηροῦντας πειρᾶται λανθάνειν. ἦν δὲ καὶ ἡ γυνὴ μαχλοτέρα καὶ ἑταιρική. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος λῃστεύων ἑάλω καὶ ἐτραχηλοκοπήθη· καὶ γὰρ ὁ δράκων ἐπειδὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ἦν δὲ καὶ ἡ γυνὴ οὐ πάνυ τι ἀγαθή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος δραπετικὸς ἐγένετο οὐ γὰρ ὀρθῇ [*](p. 244) τῇ πορείᾳ χρῆται ὁ δράκων. ἦν δὲ καὶ ἡ γυνὴ δούλη. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος παράλυτος ἐγένετο· καὶ γὰρ ὁ δράκων τῷ παντὶ σώματι εἰς τὴν πορείαν προσχρῆται, ὡς καὶ τῶν ἀνθρώπων οἱ παράλυτοι. ἦν δὲ ὅτε ἔβλεπε τὸν ὄνειρον ἡ γυνὴ ἐν νόσῳ. εἰκὸς οὖν καὶ τὸ βρέφος ἐν νόσῳ συλληφθέν καὶ κυοφορηθὲν μὴ φυλάξαι τοὺς πόρους ἐρρωμένους.

Ὅσα ὁμοίως κινεῖται, ἐν τοῖς ὕπνοις βλεπόμενα τὸν αὐτὸν ἔχει λόγον. οἷον ἔδοξέ τις ὑπὸ δράκοντος δεδῆχθαι τὸν ἕτερον τῶν ποδῶν. ὑπὸ τροχοῦ ἐπλήγη ἐν ὁδῷ αὐτὸν

291
ἐκεῖνον τὸν πόδα, ὅνπερ ἐδόκει δεδῆχθαι· καὶ γὰρ ὁ τροχὸς εἰλούμενος ὅλῳ τῷ σώματι κινεῖται πορευόμενος ὥσπερ ὁ δράκων.

Ὅτι οἱ θεοὶ τοῖς δεσπόταις τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἐν τῷ περὶ θεῶν λόγῳ προείρηκα καὶ τὰ ἀποτελέσματα δέ σε οὐδὲν ἧττον διδάξει. καὶ τὸ νῦν εἰς ἐπίδειξιν τοῦ τοιούτου οὗτος ὁ ὄνειρος παρακείσθω. δοῦλος ἔδοξε μετὰ τοῦ Διὸς σφαιρίζειν. ἐφιλονείκησε τῷ δεσπότῃ καὶ ἐλευθερώτερον προσδιαλεγόμενος ἐμισήθη ὁ μὲν γὰρ Ζεὺς τὸν δεσπότην ἐσήμαινεν, ὁ δὲ σφαιρισμὸς τὴν ἐξ ἴσου ῥῆσιν καὶ φιλονεικίαν· φιλονείκως γὰρ οἱ σφαιρίζοντες παίζουσιν, ὁσάκις δʼ ἂν λάβωσι τὴν σφαῖραν, τοσαυτάκις ἀντικρούουσι. καὶ τὸ ὅλον δεσπόται γονεῖς διδάσκαλοι θεοὶ τὸν αὐτὸν ἔχουσι λόγον. καὶ υἱὸς καὶ υἱωνὸς καὶ πατὴρ καὶ πάππος καὶ θυγάτηρ καὶ ἐγγόνη καὶ μήτηρ καὶ μάμμη τὸν αὐτὸν ἔχουσι λόγον.

Ἔτι καὶ οἱ ἀδελφοὶ τοῖς ἐχθροῖς τὸν αὐτὸν ἔχουσιλόγον πρὸς τὰ ἀποτελέσματα καὶ οἱ ἐχθροὶ τοῖς ἀδελφοῖς. οὐ γὰρ ἐπʼ ὠφελείᾳ γίνονται ἀλλ᾿ ἐπὶ βλάβῃ ὥσπερ καὶ οἱ ἐχθροί, ἐπειδὴ ἃ μόνος τις ἔμελλεν ἕξειν, ταῦτα οὐ μόνος ἀλλ᾿ ἐξ ἡμισείας ἢ τρίτου μέρους μετὰ τῶν ἀδελφῶν [*](p. 245) ἔχει. ὁ Τιμοκράτης ἔδοξέ τινα τῶν ἀδελφῶν ἀποθανόντα κατορύττειν. οὐκ εἰς μακρὰν εἶδέ τινα τῶν ἐχθρῶν ἀποθανόντα. οὐ μόνον δὲ ἀδελφοὶ ἀποθνήσκοντες ἐχθρῶν ὄλεθρον σημαίνουσιν ἀλλὰ καὶ ζημίας προσδοκωμένης

292
λύσιν. οἷον Διοκλῆς ὁ γραμματικὸς φοβούμενος ἐξ ἐπηρείας ἀργύριον ἀπολέσαι τὸν ἀδελφὸν ἔδοξε τεθνάναι, καὶ ἀζήμιος ἔμεινεν.

Ὅτι οὔτε οἱ θεοὶ οὔτε ἄλλοι ἀξιόπιστοι ψεύδονται, ἀλλʼ οἷα ἂν λέγωσιν ἀληθῆ λέγουσιν, ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα διῄρηται. ἐπειδὴ δὲ πολλάκις οἱ ἄνθρωποι ῥηθέντων τινῶν αὐτοῖς καὶ μὴ ἀποβάντων οὕτως ἐξηπατῆσθαι νομίζουσι, παρακείσθω σοι καὶ οὗτος ὁ λόγος, ὡς ἄρα οἱ θεοὶ καὶ πάντες οἱ ἀξιόπιστοι πάντως μὲν ἀληθῆ λέγουσιν, ἀλλὰ ποτέ μὲν ἁπλῶς λέγουσι, ποτὲ δὲ αἰνίσσονται. ὅταν μὲν οὖν ἁπλῶς λέγωσιν, οὐδὲν πρᾶγμα παρέχουσιν οὐδὲ λέσχην διὰ τὸ ἁπλοῦν τῆς ῥήσεως· ὅταν δὲ αἰνίσσωνται καὶ μὴ ἁπλῶς λέγωσιν, ἑρμηνευτέον σοι τὰ αἰνίγματα. καὶ γὰρ εἰκὸς τούς θεοὺς τὰ πολλὰ διʼ αἰνιγμάτων λέγειν, ἐπειδὴ καὶ σοφώτεροι ὄντες ἡμῶν αὐτῶν οὐδὲν ἡμᾶς ἀβασανίστως βούλονται λαμβάνειν. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τὸν Πάνα ῾ ἡ γυνή σοι φάρμακον δώσει διὰ τοῦ δεῖνος ὄντος γνωρίμου καὶ συνήθουςʼ. τούτου ἡ γυνὴ φάρμακον μὲν οὐκ ἔδωκεν, ἐμοιχεύθη δὲ ὑπʼ αὐτοῦ ἐκείνου διʼ οὗ ἐλέγετο φάρμακον δώσειν· καὶ γὰρ ἡ μοιχεία καὶ ἡ φαρμακεία λάθρα γίνονται καὶ ἀμφότεραι ἐπιβουλαὶ λέγονται, [*](p. 266) καὶ οὔτε ἡ μοιχευομένη οὔτε ἡ φάρμακον παρέχουσα φιλεῖ τὸν ἄνδρα. καὶ ἐπὶ τούτοις οὐκ εἰς μακρὰν ἡ γυνὴ

293
ἀπηλλάγη αὐτοῦ πάντων μὲν γὰρ ὁ θάνατός ἐστι λυτικός, τὸ δὲ φάρμακον τὸν αὐτὸν τῷ θανάτῳ λόγον ἔχει.

Ἔτι καὶ οἱ θεοὶ ὅταν μὴ τὴν οἰκείαν ἔχωσι σκευὴν μηδὲ ἐν τόπῳ τῷ ἐπιβάλλοντι μηδὲ ἐν σχήματι τῷ προσήκοντι ὦσιν, ὅ τι ἂν λέγωσι, ψευδῆ λέγουσι καὶ ἐξαπατῶσι. προσεκτέον οὖν ὁμοῦ πᾶσι, τῷ λέγοντι τῷ λεγομένῳ τῷ τόπῳ τῷ σχήματι τῇ σκευῇ τοῦ λέγοντος. Χρυσάμπελος ὁ λυριστὴς δίκην ἔχων περὶ παιδὸς εἰς δουλείαν ἀγομένου ἔδοξε τὸν Πᾶνα βλέπειν ἐν τῇ ἀγορᾷ καθεζόμενον ἔχοντα Ῥωμαϊκὴν ἐσθῆτα καὶ ὑπόδεσιν, καὶ πυνθανομένῳ αὐτῷ περὶ τοῦ πράγματος φάναι ῾ νικήσειςʼ. ἐλείφθη εἰκότως ἀποβάντος αὐτῷ τούτου ὁ γὰρ φιλέρημος καὶ ἀπράγμων θεὸς καὶ μόνον ἔχων νεβρίδιον καὶ καλαυρόπιον καὶ συρίγγιον ἔμενεν ἐν τῇ ἀγορᾷ καθεζόμενος ἐν ἐσθῆτι πολιτικῇ. οὕτως οὖν καὶ τὰς ἐν τοῖς ὕπνοις γινομένας κρίσεις τῶν ὀνείρων, ἐὰν μὲν ἁπλαῖ ὦσιν, αὐτοκρίτους εἶναι νόμιζε καὶ ἔχειν αὐτὰς ἐν ἑαυταῖς τὰς κρίσεις καὶ μηδὲν παρεγχείρει εἰς τὰ κεκριμένα καθʼ ὕπνους· ὅταν δὲ αὗται αἱ κρίσεις αἱ ἐν τοῖς ὕπνοις ὑπό τινων κρινόμεναι μὴ ἁπλαῖ ὦσι, πειρῶ καὶ αὐτὰς τὰς κρίσεις ἑρμηνεύειν τε καὶ διακρίνειν. οἷον ὁ Πλούταρχος εἰς τὸν οὐρανὸν ἀναβαίνειν ὑπὸ τοῦ Ἑρμοῦ ἀγόμενος ἐδόκει, --- καὶ τῇ ἐπιούσῃ ὄναρ

294
ὑπεκρίνατό τις αὐτῷ τὸν ὄνειρον καὶ ἔφη μακάριον ἔσεσθαι αὐτόν, καὶ τοῦτο εἶναι τὸ εἰς τὸν οὐρανὸν ἀναβαίνειν καὶ τὴν ὑπερβάλλουσαν εὐδαιμονίαν. ἔτυχε δὲ νοσῶν καὶ κακῶς ὑπὸ τῆς νόσου διακείμενος, καὶ οὐκ εἰς μακρὰν [*](p. 247) ἀπέθανε, καὶ τοῦτο ἦν ὅπερ αὐτῷ καὶ ὁ ὄνειρος καὶ ἡ πρίσις ἐσήμαινον. καὶ γὰρ ἡ εἰς τὸν οὐρανὸν ἀνάβασις νοσοῦντι ὀλέθριος, καὶ ἡ μεγάλη εὐδαιμονία θανάτου σημεῖον· μόνος γὰρ εὐδαιμονεῖ ᾧ μηδὲν μέτεστι κακοδαιμονίας. τοιοῦτος δέ ἐστιν ὁ ἀπσθανών.

Τῶν θεῶν οἱ νομιζόμενοι ἐχθροὶ εἶναι ὁμοῦ βλεπόμενοι ἔχθρας εἰσὶ καὶ στάσεως σημαντικοί, ὡς ὁ Ἄρης καὶ ὁ Ἥφαιστος ὁμοῦ βλεπόμενοι καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ καὶ ὁ Ζεὺς καὶ ὁ Κρόνος καὶ οἱ Ὀλύμπιοι θεοὶ ἅμα τοῖς Τιτᾶσιν ὁρώμενοι.

Ὅσοι τῶν θεῶν ταῖς τέχναις τῶν ὁρώντων ἁρμόζουσι, τούτους ἄμεινον ἰδεῖν ἢ τοὺς ἐναντίους· κακοὶ γάρ εἰσιν οἱ μὴ συλλαμβανόμενοι ταῖς τέχναις, οἷον ὑδραγωγοῖς ὁ Ἥφαιστος καὶ χαλκεῦσιν ὁ Ἀχελῴος καὶ πορνοβοσκοῖς ἡ Ἄρτεμις.

Ὅσα οἱ ἄρρενες θεοὶ τοῖς ἀνδράσι σημαίνουσι, ταῦτα καὶ αἱ θήλειαι ταῖς γυναιξίν.

Οἱ ἄρρενες θεοὶ ἀνδράσι συμφέρουσι μᾶλλον τῶν θηλειῶν καὶ αἱ θήλειαι γυναιξὶ μᾶλλον τῶν ἀρρένων.

Οἱ ἄρρενες θεοὶ θηλειῶν ἔχοντες ἐσθῆτα ἢ ἐνδύματα ἢ ἄλλο τι φόρημα γυναιξὶ μᾶλλον ἢ ἀνδράσι συμφέρουσιν, αἱ δέ θήλειαι ἀνδρείαν ἔχουσαι στολὴν ἀνδράσι μᾶλλον γυναιξὶ συμφέρουσιν.

Ἄνευ τῶν ἀναθημάτων καὶ τῶν ὅπλων οἱ θεοὶ βλεπόμενοι πονηροί.

295

Τῶν αἰσθητῶν θεῶν τοῖς πενιχροῖς οὐδεὶς οὐδενὶ συμφέρει, καὶ οἱ μείζονες τῶν θεῶν καὶ πρεσβύτεροι καὶ τῇ τάξει προύχοντες τοῖς βελτίοσι μᾶλλον ἢ τοῖς ταπεινοτέροις συμφέρουσιν.

Ὁ Ἥλιος ἅμα τοῖς ἄστροις βλεπόμενος ἀηδὴς καὶ ἄτοπος, εἰ μὴ ἄρχοι τῶν ἄστρων καὶ προάγοι· ὁ μὲν γὰρ περιἐχόμενος ὑπὸ τῶν ἄστρων ὑπὸ τῶν ἡττόνων τὸν ἰδόντα κακῶς παθεῖν προαγορεύει, ὁ δὲ ἄρχων τῶν ἄστρων καὶ [*](p. 248) προηγούμενος καὶ τῶν ἐχθρῶν ὑπέρτερον ἔσεσθαι σημαίνει καὶ τὴν ὑπάρχουσαν τύχην κρατύνει καὶ πρὸς τοῖς οὖσι καὶ ἄλλα προσκτήσασθαι σημαίνει. ἔοικε γὰρ τὸ μὲν μεῖζον καὶ κρεῖττον τῷ ἰδόντι, τὰ δὲ μικρότερα καὶ χείρονα τοῖς ἐχθροῖς καὶ τοῖς ἀρχομένοις.

Οἱ Ἥρωες καὶ αἱ Ἡρωίδες τοῖς θεοῖς τὸν αὐτὸν ἔχουσι λόγον πλὴν ὅσον δυνάμεως ἀπολείπονται· καὶ γὰρ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα σημαίνουσιν. ἀεὶ δὲ οἱ μὲν κατηφεῖς καὶ λιτοὶ καὶ μικροὶ βλεπόμενοι σημαίνουσιν Ἥρωας πλησίον τῆς τοῦ ἰδόντος οἰκίας ἱδρυμένους ἤτοι ἀτελέστους ἢ τελετῆς δεομένους ἢ πρός τινων ὑβριζομένους ἢ κατακεχωσμένους, οὓς χρὴ ἀνευρόντα τελέσαι καὶ τιμᾶν. ὅ τι δʼ ἂν οἱ Ἥρωες εἰαελθόντες εῖς οἰκίαν κακὸν πράξωσιν, ἐχθρῶν λῃστῶν ἔφοδον σημαίνουσι.

Δράκοντες οἱ μὲν εἰς ἄνδρας μεταβάλλοντες Ἥρωας αημαίνουσιν, οἱ δὲ εἰς γυναῖκας, Ἥρωίδας.