Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

204
[*](προοίμιον p.169)

Ἐπειδή, Κάσοιε Μάξιμε, ἀποβλέφας εἰς τὸ μεγαλεῖον τῆς σῆς σοφίας προετράπην πραγματείαν συγγράψαι, ἣν ἐν τοῖς δυσὶ βιβλίοις ἐπραγματευσάμην, τὴν ἐπιδοθεῖσάν σοι ἔχουσαν τάξιν καὶ ἀκολουθίαν καὶ κατὰ μηδὲν κοινωνοῦσαν τῇ τῶν παλαιῶν ὑποθέσει, καὶ καθ᾿ ὅσον ἐνεδέχετο τὰ μὲν ἐξ ὁλοκλήρου --- τὰ δὲ καὶ συμφωνούμενά τισι τὰ δὲ καὶ κατὰ τὸ παρεῖκον ἐκφωνούμενα ἐξεῖπον, ἐδόκει δέ μοι τῇ μὲν ὅλῃ ὑποθέσει προσδεῖν τι, τοῖς δὲ ἐν ἀμφοτέροις τοῖς βιβλίοις γεγραμμένοις μηδέν τι προσγράφειν, ἐπειδὴ ἔμελλεν ὥσπερ ὑγιεῖ σώματι καὶ εὐμόρφῳ προσπλακέν τι, καὶ εἰ εὔμορφον εἴη, τοῦ προτέρου παραιρήσειν κάλλους, ἰδία καὶ κατὰ μόνας ἕκαστοντῶν παραλελειμμένων σποράδην καὶ εἰς οὐ συνημμένακεφάλαια συναγαγὼν τοῦτό σοι τὸ βιβλίον ἐποίησα, ὡς ἂν μή τις ἀνθρώπων πάροδον καὶ ἐπιβάθραν τοῦ συγγράφειν τι τοιοῦτον ἐφεύρῃ.

205

Κυβεύειν δοκεῖν φιλονεικῆσαι πρός τινα σημαίνει περὶ ἀργυρίου· καὶ γὰρ οἱ κύβοι ἀριθμὸν περιέχουσι καὶ ψῆφοι [*](p.170) λέγονται αἷς οἱ κυβεύοντες παίζουσιν. ἀεὶ δὲ νικᾶν ἀγαθόν. εἰ δὲ τις νοσῶν παίζειν ὑπολάβοι ψήφοις ἢ ἄλλον παίζοντα ἴδοι, κακόν, μάλιστα δὲ εἰ αὐτὸς λείποιτο, ἐπειδὴ μείονας ἔχων ψήφους καταλείπεται ὁ νικώμενος. αὐτοὶ δὲ οἱ κύβοι ὁρώμενοι στάσεις καὶ ἔχθρας προαγορεύουσιν, ἀπολλύμενοι δὲ λύουσι τὰς ἐν ποσὶ στάσεις καὶ αὐξανόμενοι ἐπιτείνουσι. παιδίον δὲ παῖζον ἰδεῖν κύβοις ἢ ἀστραγάλοις ἢ ψήφοις οὐ πονηρόν ἔθος γὰρ τοῖς παιδίοις ἀεὶ παίζειν· ἀνδρὶ δὲ τελείῳ καὶ γυναικὶ πονηρὸν τὸ ἀστραγάλοις δοκεῖν παίζειν, εἰ μὴ ἄρα κληρονομῆσαί τινα ἐλπίζων ἴδοι τις τὸ ὄναρ τοῦτο· ἐκ νεκρῶν γὰρ σωμάτων γεγόνασιν οἱ ἀστράγαλοι. διὸ κινδύνους τοῖς λοιποῖς προαγορεύουσιν.

Κλέπτειν δοκεῖν οὐδενὶ ἀγαθὸν πλὴν τῶν ἐξαπατᾶν τινας ἐθελόντων· κλέπτειν γὰρ καὶ τὸ παραλογίζεσθαι ἔλεγον οἱ παλαιοί. ὅσῳ δʼ ἄν μείζονα πολυτελέστερα ἢ ἀσφαλέστερον τηρούμενα κλέπτῃ τις, τοσούτῳ μείζονα κίνδυνον ὑπομενεῖ· εἰκὸς γὰρ οἷς ὁ νόμος ὑπάγει τὸν κλέπτην, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ τὸν θεασάμενον ὑπάγειν.

ἱεροσυλεῖν δὲ καὶ θεῶν ἀναθήματα κλέπτειν πᾶσι πονηρόν, μόνοις δὲ τοῖς ἱερεῦσι καὶ μάντεσι συμφέρει· καὶ γὰρ τὰς τῶν θεῶν ἀπαρχὰς τὸ ἔθος ἐπιτρέπει αὐτοῖς λαμβάνειν, καὶ τρόπον τινὰ ὑπὸ θεῶν τρέφονται καὶ οὐ πάντα φανερῶς λαμβάνουσι.

206

Ψεύδεαθαι οὐκ ἔστιν ἐπιτήδειον πλὴν τῶν ἐπὶ θυμέλην ἀνερχομένων καὶ ἀγυρτῶν καὶ ὧν ἔθος ἐστὶ ψεύδεσθαι. ἧττον δὲ πονηρὸν τοὺς ἀλλοτρίους ψεύδεσθαι ἢ τοὺς [*](p.171) ἰδίους· μεγάλας γὰρ τούτοις συμφορὰς σημαίνει, κἂν ἐπὶ σμικροῖς δοκῇ τις ψεύδεσθαι.

Ὄρτυγες τοῖς μὴ φιλοτροφοῦσιν ἀγγελίας σημαίνουσιδιαποντίους ἀκούσεσθαι ἀηδεῖς καὶ πονηράς· διαποντίους μέν, ἐπεὶ καὶ αὐτοὶ μὲν ἐγχώριοί εἰσιν ἀλλὰ διαπόντιοιπαραγίνονται, ἀηδεῖς δέ, ὅτι μάχιμοί εἰσι καὶ ὀλιγόψυχοι. καὶ ἐν ταῖς κοινωνίαις καὶ φιλίαις καὶ γάμοις καὶ τοῖς βιωτικοῖς συμβολαίοις πάσι στάσεων εἰσι καὶ φιλονεικιῶν σημαντικοί, καὶ τοὺς νοσοῦντας εἰ μὲν μετακομισθεῖεν ἀποθανεῖσθαι σημαίνουσι διὰ τὸ ὀλιγόψυχον, μὴ μετακομισθέντας δὲ ἧττον κινδυνεύσειν. καὶ πρὸς ἀποδημίαν εἰσὶ πονηροί· δόλους γὰρ καὶ ἐνέδρας καὶ λῃστείας προαγορεύουσι· καὶ γὰρ αὐτοὶ τῆς οἰκείας μετανιστάμενοι περιπίπτουσι τοῖς θηρᾶν αὐτοὺς βουλομένοις. ἀλεκτρυόνες δὲ οἱ μάχιμοι στάσεων καὶ φιλονεικιῶν μόνον εἰσὶ σημαντικοί, πρὸς δὲ τὰ ἄλλα οὐκέτι ὁμοίως τοῖς ὄρτυξιν ἀποβαίνουσιν.

Μύρμηκας τοὺς μὲν πτερὰ ἔχοντας οὐδαμῶς ἰδεῖν ἀγαθόν· ὄλεθρον γὰρ προαγορεύουσι καὶ ἀποδημίας ἐπικινδύνους· τοὺς δὲ ἑτέρους ἐργάτας καλουμένους ἀγαθὸν γεωργοῖς· εὐφορίαν γὰρ μαντεύονται, ἐπειδὴ ὅπου μὴ ἔστι σπέρματα,

207
οὐκ ἂν ἴδοι τις μύρμηκας. ἀγαθοὶ δὲ οὗτοι καὶ τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ τοῖς νοσοῦσιν, ὅταν γε μὴ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀναστρέφωνται· ἐργάται γὰρ καλοῦνται καὶ ἐργοπονούμενοι οὐ διαλείπουσιν, ὅπερ ἴδιόν ἐστι τῶν ζώντων. ἐπειδὰν δὲ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀναστρέφωνται, ὄλεθρον προαγορεύουσιν, ὅτι γῆς εἰσι παῖδες καὶ ψυχροὶ καὶ μέλανες.

Φθεῖρας ὀλίγους ἔχειν καὶ εὑρίσκειν ἐν τῷ σώματι ἢ ἐν τοῖς ἱματίοις καὶ τούτους ἀναιρεῖν ἀγαθόν· πάσης γὰρ λύπης καὶ φροντίδος ὑπερβαλλούσης ἀπαλλαγῆναι προαγορεύει [*](p.172) τὸ ὄναρ· πολλοὺς δὲ καὶ ὑπερβάλλοντας πλήθει πονηρὸν καὶ σημαῖνον νόσον μακρὰν ἢ δεσμὰ πολλήν γε ἀπορίαν· ἐν γὰρ τοῖς τοιούτοις πληθύνουσι καὶ οἱ φθεῖρες. καὶ εἰ μέν τις ἀποβάλλοι καὶ ἀποκαθαίροι πάντας, ἐλπὶς αὐτῷ τούτων ἀπαλλαγῆναι· εἰ δέ τις ἔχων αὐτοὺς διυπνισθείη, οὐκ ἄν ποτε σωθείη.

Ἕλμινθας ἀποκρίνειν διὰ τῆς ἕδρας ἢ διὰ τοῦ στόματος. ὑπὸ οἰκείων ἀνθρώπων καὶ συνοικούντων καὶ ὡς ἐπὶ τὸ πλεῖστον τραπέζῃ τῇ αὐτῇ χρωμένων ἀδικούμενον μαθεῖν σημαίνει καὶ ἀπώσασθαι τοὺς ἀδικοῦντας κατὰ ἄλλον τρόπον στερηθῆναιαὐτῶν ἐνοικοῦσι μὲν γὰρ τῷ σώματι οἱ ἕλμινθες, ἀλλʼ οὐδὲν ἧττον αὐτὸ τὸ σῶμα λυμαίνονται. ἐπειδὰν δὲ ἀποκριθῶσιν, ἀποβληθῆναι τοὺς τοιούτους ἀνθρώπους σημαίνουσι.

Κόρεις δυσθυμιῶν καὶ φροντίδων εἰσὶ σημαντικοί· ἐπίσης γὰρ ταῖς φροντίσι καὶ οὗτοι ἀύπνους ποιοῦσι· καὶ

208
προσέτι πρός τινας τῶν οἰκείων, ὡς δὲ ἐπὶ τὸ πλεῖστον πρὸς γυναῖκας ἀηδίας καὶ δυσαρεστήσεις φέρουσι.

Κώνωπες καὶ αἱ λεγόμεναι ἐμπίδες καὶ εἴ τι ἄλλο ὅμοιον ἀνθρώπους ἐπιφοιτῆσαι τῷ ἰδόντι σημαίνουσι πονηρούς, βλάβην ἐνδεικνυμένους καὶ προσέτι καταβοῶντας. καπήλοις δὲ καὶ οἰνεμπόροις εἰς ὄξος μεταβαλεῖν τὸν| οἶνον προαγορεύουσι· χαίρουσι γὰρ ὄξει.

Μάχεσθαι τοῖς οἰκείοις οὐκ ἀγαθὸν οὐδὲ τοῖς ἐκτός, ἧττον δὲ πονηρόν μάχεσθαι. νοσῶν δέ τις ἐὰν δόξῃ [*](p.173) μάχεσθαι, παρακόψει. μάχεσθαι τοῖς βελτίοσιν, οἷον τοῖς δεσπόταις βασιλεῦσι μεγιστᾶσι καὶ πᾶσι τοῖς ὑπερέχουσι, κακῶς διατεθῆναι σημαίνει πρὸς τῶν οἷς τις ἐμάχετο.

Μισεῖν μισεῖσθαι οὐδενὶ συμφέρει. οὐδὲν δὲ διαφέρει τινὰ μισεῖν, ὑφʼ οὗ μισεῖταί τις, ἐπειδὴ τὸ μῖσος ἐχθροὺς ποιεῖ οἱ δὲ ἐχθροὶ οὔτε συναίρονται οὔτε συλλαμβάνονται. δεῖ δὲ τοῖς ἀνθρώποις βοηθείας καὶ τῶν συλλαμβανομένων, ἐπειδὴ διὰ τῶν τοιούτων ὠφελοῦνται. πονηρὸν δὲ ἐτηρήσαμεν τὸ μῖσος.

Σφάζεσθαι καὶ ἀποθνήσκειν ὅ τι σημαίνει ἐν τῷ περὶ θανάτου λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηται. σφαζομένους δὲ ἰδεῖν ἀγαθόν πάντα γὰρ τὰ προκείμενα ἐπὶ τὸ τέλος συμπερανθέντα ἤδη ἀφῖχθαι σημαίνει, ἐπειδὴ ἡ σφαγὴ τελευτῆς ἐστι σημεῖον.

209

Κροκόδειλος πειρατὴν ἢ φονέα οὐδὲν ἧττον ἀπονενοημένον ἄνθρωπον σημαίνει. ὅπως δʼ ἂν διαθῇ τὸν ἰδόντα ὁ κροκόδειλος, οὕτω διαθήσει καὶ ὁ ὑπὸ τοῦ κροκοδείλου σημαινόμενος.

Αἴλουρος μοιχὸν σημαίνει· κλέπτης γάρ ἐστιν ὀρνίθων· αἱ δὲ ὄρνιθες γυναιξὶν εἰκάζονται, καθὼς ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην.

Ἰχνεύμων καὶ ἴκτις πανούργους σημαίνουσιν ἀνθρώπους καὶ δολίους οὐδέ ποτε τοῖς ὁρῶσιν εὐνοῆσαι δυναμένους διὰ τὸ ἄγριον καὶ δυστιθάσευτον. καὶ ὁ μὲν ἰχνεύμων ἄνδρας σημαίνει, ἡ δὲ ἴκτις γυναῖκας.

Θεὸς εἴ τις ὑπολάβοι γενέσθαι, ἱερεὺς ἂν γένοιτο ἢ μάντις· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς τιμῆς καὶ οὗτοι τυγχάνουσιν. εἰ δέ τις νοσῶν θεὸς εἶναι νομίσειε, τεθνήξεται· [*](p. 174) ἀθάνατοι γὰρ οἱ θεοὶ καὶ ἀποθανόντες, ἐπεὶ μηκέτι τεθνήξονται. εἰ δέ τις ἐν πενία ἢ δουλεία ἢ δεσμοῖς ἢ περιστάσει τινὶ ᾡτινιοῦν καθεστὼς κακῷ ἴδοι τὸ ὄναρ τοῦτο, ἀπαλλαγήσεται τῶν περιεχόντων αὐτὸν δεινῶν· πολλαὶ γὰρ καὶ εὐπόριστοι τῷ θεῷ αἱ ἀπὸ τῶν δεινῶν σωτηρίαι. ἀνδρὶ δὲ πλουσίῳ καὶ μεγιστᾶνι ἀρχὴν μεγίστην κατὰ τὸ ἐπιβάλλον τοῦ ἀξιώματος προαγορεύει· ἐπίσης γὰρ τοῖς θεοῖς καὶ οἱ ἄρχοντες δύνανται εὖ καὶ κακῶς

210
τινας ποιεῖν. ἀγαθὸν δὲ καὶ τοῖς ἐπὶ σκηνὴν ἀνερχομένοις) διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος πολλάκις γὰρ καὶ θεῶν πρόσωπα ἀναλαμβάνουσιν.

Θεὸν δοκεῖν ὑποδέχεσθαι τῷ μὲν εὖ πράττοντι φροντίδας καὶ λύπας καὶ δεινὰς πραγματείας προαγορεύει· οἱ γὰρ ἐν περιστάσει γενόμενοι θύουσι τε τοῖς θεοῖς καὶ ὑποδέχονται αὐτούς· τῷ δὲ ἐν πενία ἢ στενοχωρία ὄντι πολλὴν ἐπίδοσιν ἀγαθῶν προαγορεύει· τότε γὰρ μάλιστα οἱ πένητες ὅταν εὐπορίσωσιν εὐχαριστοῦσί τε τοῖς θεοῖς καὶ ὑποδέχονται. αὐτούς.

Θεοῦ σκευὴν ἔχειν καὶ περικεῖσθαι ἄλλου τινὸς ἐπιτροπεῦσαι σημαίνει πλουσίου, ὥστε φαντασίαν μὲν ἔχειν πλούτου, ὑπόστασιν δὲ μή. τοῦτο πολλάκις οὕτως ἀποβὰν ἐτήρησα.

Κωλόβαθρα ὑποδεδέσθαι δοκεῖν τοῖς μὲν πανούργοις δεσμὰ σημαίνει· καὶ γὰρ προσδεῖται τὰ κωλόβαθρα τοῖς ποσὶ καὶ τὸν περίπατον ἀλλοιοῖ· τοῖς δὲ λοιποῖς νόσον ξενιτείαν προδηλοῖ διὰ τὰς αὐτὰς αἰτίας.

Ἐωὶ θαλάσσης περιπατεῖν ἀποδημῆσαι βουλομένῳ ἀγαθόν, [*](p.175) καὶ μάλιστά γε εἰ πλεῖν μέλλοι· πολλὴν γὰρ ἀσφάλειαν προαγορεύει τὸ ὄναρ. ἀγαθὸν δὲ καὶ δούλῳ καὶ τῷ γῆμαι προῃρημένῳ· ὁ μὲν γὰρ τοῦ δεσπότου ὁ δὲ τῆς γυναικὸς ἄρξει· ἔοικε γὰρ καὶ δεσπότῃ ἡ θάλασσα διὰ τὸ δυνατὸν καὶ γυναικὶ διὰ τὸ ὑγρόν. ἀγαθὸν δὲ καὶ τῷ δίκην ἔχοντι· ὑπέρτερος γὰρ τοῦ δικαστοῦ γενόμενος ὡς εἰκὸς

211
νικήσει· ἔοικε γὰρ καὶ δικαστῇ ἡ θάλασσα διὰ τὸ τοὺς μὲν εὖ τοὺς δὲ κακῶς διατιθέναι. ἀνδρὶ δὲ νεωτέρῳ ἑταίρας ἐρασθῆναι σημαίνει καὶ γυναικὶ ἰδούσῃ ἑταιρικῷ χρήσασθαι βίῳ ἔοικε γὰρ καὶ ἑταίρα ἡ θάλασσα διὰ τὸ προσβάλλειν ἡδείας μὲν τὰς πρώτας φαντασίας, κακῶς δὲ διατιθέναι τοὺς πλείστους. πᾶσι δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ πολιτευταῖς καὶ δημαγωγοῖς μετὰ πολλῆς εὐκλείας πορισμὸν οὐ τὸν τυχόντα προαγορεύει· ἔοικε γὰρ καὶ ὄχλῳ ἡ θάλασσα διὰ τὴν ἀταξίαν.

Ἀνθρώπους πλάσσειν ἀγαθὸν παιδοτρίβαις καὶ παιδευταῖς· τρόπον γάρ τινα καὶ οὗτοι τοὺς ἀνθρώπους πλάσσουσιν, οἱ μὲν διὰ τὸ ῥυθμίζειν οἱ δὲ διὰ τὸ βελτίονας ποιεῖν. ἀγαθὸν δὲ καὶ ἄπαισιν, ἐπεὶ γνησίων παίδων γονὴν προαγορεύει. ἀγαθὸν δὲ καὶ σωματεμπόροις καὶ πένησιν· οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπορίας πολλὰ καὶ μεγάλα κερδανοῦσιν, οἱ δὲ πολλοὺς κτήσονται οἰκέτας. κακούργοις δὲ ὄλεθρον προαγορεύει· καὶ γὰρ τὸν Προμηθέα λέγουσιν ἐπὶ τῷ πλάσαι τοὺς ἀνθρώπους καὶ τὸ πῦρ κλέψαι κακῶς ἀπολέσθαι. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχήν τινα μεγάλην προαγορεύει.

῾Υπεζεῦχθαι ὀχήματι ὥσπερ τι τῶν τετραπόδων δουλείαν καὶ κάματον καὶ νόσον προαγορεύει, καὶ εἰ πάνυ τις λαμπρὸς καὶ ἁβροδίαιτος ὢν τὸν ὄνειρον ἴδοι.

Ὀχεῖσθαι ἐπὶ ἅρματος ἢ ἀπήνης ἀνθρώπων ὑπεζευγμένων [*](p.176) πολλῶν ἄρξαι σημαίνει καὶ προσέτι παῖδας ἀγαθοὺς

212
τῷ ἰδόντι γενέσθαι μαντεύεται. πρὸς δὲ τὰς ἀποδημίας οὐ πάνυ τι συμφέρει· τὸ μὲν γὰρ ἀσφαλὲς ἐνδείκνυται, πολλὴν δὲ βραδύτητα προαγορεύει.