Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Φυλάττεσθαι ὑπό τινος κατεχόμενον βίᾳ ἐμποδισμοὺς τῶν χρειῶν καὶ κατοχὰς καὶ παρολκὰς ἐν ταῖς προθεσμίαις καί ἐπίτασιν ἐν ταῖς νόσοις προαγορεύει, τοῖς δέ ἐσχάτως ἔχουσι σωτηρίαν· φυλακὴν μὲν γὰρ καὶ παρατήρησιν καὶ μονὴν τῶν ὄντων τὴν ζωὴν καλοῦμεν, τὸ δʼ ἐναντίον τούτοις λύσιν καὶ ἀπώλειαν, τοῦτʼ ἔστι τὸν θάνατον. εἰς δὲ τὸ δεσμωτήριον καὶ τὴν εἱρκτὴν εἰσελθεῖν ἑκόντα βία πρός τινων εἰσαχθῆναι νόσον ἰσχυρὰν ἢ

231
λύπην μεγάλην προαγορεύει. δήμιοι δὲ καὶ δεσμοφύλακες κατοχῆς καὶ λύπης εἰσὶ σημαντικοί. κακούργους δὲ δεσμεύουσι καὶ τὰ κρυπτὰ ἐλέγχουσι· τοῖς γὰρ ἐληλεγμέ- νοις καὶ καταφώροις γεγονόσι προσίασι.

Παννυχίδες δὲ καὶ ἑορταὶ νυκτεριναὶ καὶ μετὰ ἀγρυπνίας εὐφροσύναι πρὸς γάμους καὶ κοινωνίας εἰσὶν ἀγαθαὶ καὶ τοῖς πένησιν εὐπορίας καὶ προσκτήσεώς εἰσι σημαντικαί, καθότι καὶ τοῖς λυπουμένοις καὶ τοῖς φοβουμένοις ἄφοβοι καὶ ἄλυποι τετήρηνται· οὐ γὰρ ἔνεστι παννυχίζειν μὴ οὐχὶ ἐν πολλῇ εὐφροσύνῃ ὄντας. μοιχοὺς δὲ καὶ μοιχευομένας καταφανεῖς μὲν τίθησι, κολάζει δὲ οὐδαμῶς, ἐπειδὴ τὰ πραττόμενα ἐν ταῖς παννυχίσι γνώριμα μὲν [*](p. 193) τοῖς συναναστρεφομένοις ἐστί, κάν ἀκόλαστα ᾖ, τρόπον δέ τινα συγχωρεῖται. τοῖς δὲ ἐν εὐπορία καθεστῶσι καὶ οἷς ἐστιν ἐπίλαμπρος ὁ βίος ταραχὰς καὶ περιβοησίας τίθησιν, ὧν τὸ τέλος ἄλυπον ἂν γένοιτο.

Ἀγορὰ ταραχῆς ἐστι σημαντικὴ καὶ θορύβου διὰ τὸν ἐν αὐτῇ ἀγειρόμενον ὄχλον. τοῖς δὲ ἐν ἀγορᾷ ζῶσιν ἀνθρώποις ἀγαθὴ καὶ ὄχλου πλήθουσα καὶ θορύβου μεστὴ ὁρωμένη· ἡ δέ ἔρημος καὶ ἀθόρυβος ἀπραξίαν μὲν τούτοις, τοῖς δὲ ἄλλοις πολλὴν ἀσφάλειαν προαγορεύει. ἀγορὰ ἐσπαρμένη παντὶ δήπουθεν ἄβατος γίνεται, ὅ τι ἂν ᾖ τὸ ἐν αὐτῇ ἐσπαρμένον. λέγουσι δὲ ἔνιοι τὸ τοιοῦτον τῇ πόλει ἐν μὲν εὐποτμίᾳ λιμόν, ἐν δὲ λιμῷ εὐποτμίαν σημαίνειν. θέατρα δὲ καὶ πλατεῖαι καὶ προάστεια καὶ τεμένη καὶ περίπατοι καὶ πάντα τὰ κοινὰ τὸν αὐτὸν τῇ ἀγορᾷ λόγον ἔχει.

232

Ἀνδριάντες χαλκοῖ κινούμενοι οἱ μὲν μεγάλοι σφόδρα εὐπορίας εἰσὶ καὶ προσόδου καὶ χαλκοῦ κτήσεως σημαντικοὶ διὰ τὴν τοῦ χαλκοῦ κίνησιν· οἱ δὲ ὑπερμεγέθεις, ὅπως ἂν κινῶνται, φόβους καὶ κινδύνους οὐ τοὺς τυχόντας ἐπάγουσι· φοβερὰ γὰρ ἡ τούτων κίνησις καὶ καταπληκτικὴ ὡς εἰκὸς τοῖς ὁρῶσι γίνεται. οἱ δὲ λίθινοι καὶ οἱ ἐξ ἄλλης ὕλης κατὰ τὰ αὐτὰ τοῖς τῶν θεῶν ἀγάλμασι κρινέσθωσαν. ἔτι καὶ τοὺς ἐν τῇ πόλει πρωτεύοντας οἱ ἀνδριάντες σημαίνουσιν. ὅ τι ἂν οὖν δρῶσιν ἢ πάσχωσι, τὰ αὐτὰ τοὺς ἡγουμένους τῆς πόλεως δρᾶσαι παθεῖν προσημαίνουσιν.

Ἀσπάλαξ ἄνθρωπον τυφλὸν ἀπὸ τοῦ συμβεβηκότος σημαίνει καὶ ματαιοπονίαν διὰ τὸν μάταιον τοῦ ζῷου πόνον. καὶ τὸν ἀποκρύπτεσθαι βουλόμενον σημαίνει ὑφʼ [*](p. 194) ἑαυτοῦ ἐλεγχθῆναι· καὶ γὰρ ὁ ἀσπάλαξ ὑπὸ τῶν ἰδίων ἐλεγχόμενος ἔργων συλλαμβάνεται.

Γλαὺξ ἐλεὸς βύας αἰγωλιὸς σκὼψ νυκτικόραξ καὶ προσέτι νυκτερὶς καὶ εἴ τι ἄλλο νυκτερινὸν ὄρνεον πρὸς μὲν τὰς πράξεις πάντα ἐστὶν ἄπρακτα, πρὸς δὲ τοὺς φόβους ἄφοβα, ὅτι μήτε θηρεύει ἐν ἡμέρᾳ μήτε σαρκοφαγεῖ τὰ νυκτερινὰ ὄρνεα. μόνη δέ νυκτερὶς γυναιξὶν ἐγκύμοσίν ἐστιν ἀγαθή οὐ γὰρ ᾠοτοκεῖ, ὥσπερ οἱ ἄλλοι ὄρνιθες, ἀλλὰ ζῳοτοκεῖ καὶ γάλα ἐν μαζοῖς ἔχει καὶ τοὺς ἰδίους ἐκτρέφει νεοττούς. ὅ τι δʼ ἂν τούτων τῶν ὀρνέων τις

233
ἴδῃ πλέων ὁδεύων, χειμῶνι μεγάλῳ ἢ λῃσταῖς περιπεσεῖται. εἰσοικιζόμενα δὲ εἰς οἰκίαν ταῦτα ἔρημον ἔσεσθαι τὴν οἰκίαν μαντεύεται.

Ὡρολόγιον πράξεις καὶ ὁρμὰς καὶ κινήσεις καὶ ἐπιβολὰς τῶν χρειῶν σημαίνει· πάντα γὰρ πρὸς τὰς ὥρας ἀποβλέποντες οἱ ἄνθρωποι πράσσουσιν. ὅθεν συμπῖπτον κατεασσόμενον πονηρὸν ἂν εἴη καὶ ὀλέθριον, μάλιστα δὲ τοῖς νοσοῦσιν. ἀεὶ δὲ τὰς πρὸ τῆς ἕκτης ὥ ὥρας ἀριθμεῖν ἄμεινον ἢ τὰς μετὰ τὴν ἕκτην.

Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν δεόντων, ὅσα μήτ᾿ ἐν ταῖς προτέραις βίβλοις ἐχρῆν γράφειν ὥσπερ ἂν εἰς ἀνοίκειον κατατεθέντα καὶ ἀλλοτρίαν χώραν, μήτε μὴν ἄγραφα καταλιπεῖν εὔλογον ἦν, ὅπως μή τινι, ὡς ἔφην, πάροδον καὶ ἐπιβάθραν καταλείπω τοῦ γράφειν, αὐτάρκως ἔμοιγε ἔχειν δοκεῖ. χρὴ δὲ γινώσκειν ὅτι οὐδὲν οὕτω χαλεπόν ἐστι καὶ δύσκολον ὡς τὸ τὴν κρᾶσιν καὶ μίξιν τῶν ὁρωμένων ἐν τοῖς ὕπνοις συνιδόντα μίαν ἐκ πάντων ἀπόφασιν [*](p. 195) ποιήσασθαι, ἐπειδὴ πολλάκις ἐναντία ἀλλήλοις καὶ οὐδὲν ὅμοιον ἔχοντα ἔστιν ἰδεῖν. ἀδύνατον δὲ μαχόμενα εἶναι τὰ σημαινόμενα ἀλλήλοις, εἴγε τὰ πάντως ἐσόμενα οἱ ὄνειροι προαγορεύουσιν ἀλλʼ ὥσπερ τῶν πραγμάτων ἐστὶ τάξις καὶ ἀκολουθία, οὕτω καὶ τοῖς ὀνείροις εἰκὸς ἀκολουθεῖν τάξιν τινά. ἐπειδὰν οὖν ἴδῃ τις ὁμοῦ ἀγαθὰ καὶ κακά, ἐν νῷ δεῖ λαβεῖν ὁπότερα πρότερα εἶδε, τὰ ἀγαθὰ ἢ τὰ κακά· καὶ γὰρ ἐν τοῖς πράγμασι ποτὲ μὲν χρησταὶ φανεῖσαι ἐλπίδες εἰς κακὸν ἀπέβησαν, ποτὲ δὲ οἱ προσδοκηθέντες

234
φόβοι ἀγαθῶν αἴτιοι κατέστησαν. ἔστι δὲ ὅτε καὶ ἀντὶ μεγάλον κακῶν λυσιτελεῖ μικρὰ παθεῖν, καὶ πάλιν αὖ ἐφάνη τις μικρὰ προσδοκία ἀμαθῶν ἢ κακῶν ψευδὴς οὖσα καὶ ματαία. τοῦτον οὖν τὸν τρόπον καὶ οἱ ὄνειροι μεμιγμένων τῶν ἐν αὐτοῖς σημαινομένων εἰκότως εἰσὶ ποικίλοι καὶ τοῖς πολλοῖς δυσερμήνευτοι. ἐγὼ δὲ ὡς εὐπαρακολούθητον ἕκαστον τῶν σημαινομένων γένηται, ἐν τάξει ἕκαστον καὶ κοσμίως καὶ ὡς μάλιστα ἐνεδέχετο διδασκαλικῶς ἀνέγραεψα. ὥσπερ δὲ οἱ γραμματικοὶ τῶν στοιχείων ἐπειδὰν τὰς δυνάμεις διδάξωσι τοὺς παῖδας, τότε καὶ ὅπως ὁμοῦ πᾶσι χρῆσθαι δεῖ ὑποτίθενται, οὕτω κἀγὼ μικράς τινας καὶ εὐπαρακολουθήτους ὑποθήκας πρὸς τοῖς εἰρημένοις ἐπισωρεύσω, ὡς ἂν ᾖ εὐμαθῆ τὰ βιβλία πᾶσιν· ἐπεὶ τοῖς γε πείρᾳ κεχρημένοις καὶ τριβαῖς πολλαῖς εὐπαρακολούθητός ἐστιν ὁ λόγος καὶ ἱκανὸς ἕκαστα διδάξαι ὡς ἔχει. ἐν μὲν οὖν τῷ πρώτῳ βιβλίῳ ἔφην εἶναι τὴν κεφαλὴν πατέρα τοῦ ἰδόντος, ἐν δέ τῷ δευτέρῳ λέοντα εἶναι βασιλέα νόσον, καὶ ἐν τῷ περὶ θανάτου τοῖς πενομένοις τὸ ἀποθανεῖν χρηστὸν εἶναι καὶ λυσιτελὲς ἐπέδειξα. ἐπειδὰν οὖν πένης ἀνὴρ πατέρα ἔχων πλούσιον ὄναρ ὑπὸ λέοντος τὴν κεφαλὴν ἀφῃρῆσθαι δόξῃ καὶ ἀποθανεῖν, [*](p. 196) εἰκός ἐστι τὸν πατέρα αὐτοῦ ἀποθανόντα κληρονόμον αὐτὸν καταλείψειν, καὶ τοῦτον τὸν τρόπον ἄλυπος ἂν γένοιτο καὶ εὔπορος, οὔτε φορτικὸν ἔτι ἔχων τὸν πατέρα οὔτε ὑπὸ τῆς πενίας θλιβόμενος· ἔστι γὰρ ἡ μὲν κεφαλὴ ὁ πατήρ, ἡ δέ ἀφαίρεσις ἡ στέρησις τοῦ πατρός, ὁ δὲ λέων ἡ νόσος, ἥν νοσήσας ὁ πατὴρ ἀποθάνοι ἄν ὁ δὲ θάνατος ἡ μεταβολὴ τοῦ βίου καὶ τὸ διὰ τὸν πλοῦτον ἀνενδεές.
235
τοῦτον δὴ τὸ τρόπον καὶ ἐπὶ πάντων τῶν ποικίλων ὀνείρων χρὴ ποιεῖσθαι τὰς κρίσεις συνάγοντα καὶ ποιοῦντα καθʼ ἕκαστον τῶν κεφαλαίων σῶμα ἕν. χρὴ δὲ ἀποφαίνεσθαι μιμούμενον τοὺς θύτας, οἳ καὶ καθʼ ἓν τῶν σημείων ἐπίστανται πρὸς τί ἕκαστον ἁρμόζει, καὶ τὰς ἀποφάσεις οὐδέν τι μᾶλλον ἐξ ἑνὸς ἑκάστου ἢ ἐκ πάντων ποιοῦνται. γένοιτο δὲ μετὰ πολλῆς εὐμενείας τοὺς ἐντυγχάνοντας ἐπιθυμῆσαι ἀναγνῶναι τὰ βιβλία καὶ μὴ πρὸ τοῦ ἀκριβῶς καταλαβεῖν ἐγκαλεῖν τι, ἐπεὶ τό γε ὅτι τοὺς ἐπιμελῶς ἀναγνόντας οὐκ ἐάσει ἀποστῆναί ποτε τῶν λόγων τούτων τὰ βιβλία καὶ διομόσασθαι ἔχω.

Τὰ μὲν δὴ χρειώδη, Κάσσιε Μάξιμε, τοῖς βιβλίοις καθὼς προσῆκεν ἐξ ὁλοκλήρου πάντα ἀποδέδοται τὴν δέ ἐπγραφὴν μὴ θαυμάσῃς, διότι Ἀρτεμιδώρου Δαλδιανοῦ καὶ οὐχὶ Ἐφεσίου ἐπιγέγραπται, ὥσπερ πολλὰ τῶν ἤδη εἰς ἄλλας πραγματείας πεποιημένων μοι βιβλίων· τὴν μὲν γὰρ Ἔφεσον συμβέβηκε καὶ αὐτὴν διʼ ἑαυτῆς περιώνυμον εἶναι καὶ πολλῶν καὶ ἀξιολόγων κηρύκων τετυχηκέναι, Δάλδις δὲ πόλισμα Λυδίας καὶ οὐ σφόδα ἐλλόγιμον διὰ τὸ μὴ τοιούτων ἀνδρῶν τετυχηκέναι ἄγνωστον τὸ μέχρι εἰς ἡμᾶς μεμένηκε. διὸ θρεπτήρια οὔσῃ μοι πατρίδι πρὸς μητρὸς ταῦτα ἀποδίδωμι αὐτῇ.