Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

100
[*](προοίμιον p. 84)

Ἐν μὲν τῇ πρὸ ταύτης βίβλῳ, Κάσσιε Μάξιμε, μετὰ τὰς τεχνικὰς ὑποθήκας καὶ τὴν τοῦ ὅπως δεῖ κρίνειν τοὺς ὀνείρους διδασκαλίαν καὶ ἐπαγγελίαν τῶν ἐν ἀμφοτέραις ταῖς βίβλοις γραφησομένων περὶ πάντων τῶν περὶ ἄνθρωπον κοινῶν τε καὶ ἐν χρήσει ὄντων ἐποιησάμην τὸν λόγον ἀεί τε φυλαττό μενος, ὅπου γε μὴ μεγάλη ἀνάγκη ἐπείγοι, μὴ συνεμπεσεῖν τοῖς παλαιοῖς, καὶ παραλείπων οὐδὲν τῶν δεόντων εἴ τι προλαβόντες οἱ παλαιοὶ διδασκαλικῶς ἐξηγήσαντο· περὶ ὧν οὐκ ἐχρῆν ἐμέ λέγειν, ἵνα μὴ ἀντιλέγειν ἐπιχειρῶν ψεύδεσθαι ἀναγκάζωμαι τὰ αὐτὰ λέγων ἀποκλείω τῆς εἰς μέσον παρόδου τὸν πόνον τῶν παλαιῶν ἐν δὲ ταύτῃ τῇ βίβλῳ τὴν ὀφειλομένην διαίρεσιν ἀποδώσω. αἰτοῦμαι δὲ παρὰ σοῦ τῇ τῶν πραγμάτων ἀκολουθία καὶ τῷ ἀκριβεῖ τῶν κρίσεων ἐφʼ ᾧ καὶ μόνῳ μέγα φρονῶ παρακολουθεῖν, τὸ δὲ κατὰ τὴν φράσιν μὴ παραβάλλειν τοῖς σοῖς λόγοις, ἀλλʼ ὅσον ἐν νυκτὶ λύχνος τὴν ἡλίου χρείαν τοῖς χρῄζουσι παρέχει, τοσαύτην ἡγήσασθαι πρὸς τὴν τῶν νοουμένων ἀπαγγελίαν δύναμιν ἐμὲ ἔχειν. λοιπὸν δὲ (καιρὸς γὰρ καλεῖ) ἐπὶ τὰς κρίσεις τρέφομαι.

101

Περὶ μὲν τοῦ δοκεῖν ἐξ ὕπνου ἐγείρεσθαι ἐν τῷ περὶ ὕπνου προείρηκα λόγῳ, αὐτὸ δὲ τὸ ἐγρηγορέναι δοκεῖν [*](p.85) νυκτὸς κατακεκλιμένον ἐν τῇ κοίτῃ φροντίδας ὑπερβαλλούσας τινὰς τοῖς εὐποροῦσι προαγορεύει, πένησι δὲ καὶ τοῖς ἐπιτιθεμένοις τισὶν ἀμαθόν οἱ μὲν γὰρ οὐχ ἕξουσι σχολήν, οἱ δὲ μετὰ πολλῆς προνοίας ἐπιτιθέμενοι οὐκ ἀστοχήσουσιν. ὅμοιον δʼ ἂν εἴη τούτῳ καὶ τὸ ὀξὺ τοῖς ὀφθαλμοῖς ὁρᾶν καὶ τὸ ἐν νυκτὶ καὶ σκότει φῶς ἰδεῖν αἰφνίδιον ἀναλάμεψαν.

Προϊέναι δὲ ἕωθεν εὐμαρῶς καὶ μήτε κωλύεσθαι ὑπό τινος τῶν ἔνδον μήτε ἐναποκλείεσθαι ἀγαθόν τὰ γὰρ κατὰ προαίρεσιν καὶ κατὰ γνώμην πρᾶξαι σημαίνει· τὸ δὲ μὴ δύνασθαι προϊέναι ἢ τὰς ἐξόδους τῆς οἰκίας τῆς ἑαυτοῦ ἢ ἡστινοσοῦν ἐν ᾖ ἂν ὑπολάβῃ τις εἶναι μὴ εὑρίσκειν κατοχὰς μὲν τοῖς ἀποδημεῖν προῃρημένοις, ἐμπόδια δέ τοῖς πράττειν τι βουλομένοις, μακρὰν δέ νόσον τῷ κάμνοντι καὶ τῇ πάλαι νοσοῦντι θάνατον προαγορεύει. ἀσπάζεσθσι δὲ τοὺς συνήθεις καὶ προσαγορεύειν καὶ καταφιλεῖν ἀγαθόν ἡδεῖς γὰρ λόγους καὶ εἰπεῖν καὶ ἀκοῦσαι σημαίνει· τοὺς δὲ μὴ συνήθεις, ἄλλως δέ γνωρίμους προσαγορεύειν ἧττον ἀγαθόν ἐχθρούς δέ προσαγορεύειν καὶ καταφιλεῖν δοκεῖν τῆς ἔχθρας λύσιν ποιεῖ, νεκροὺς δὲ καταφιλεῖν δοκεῖν νοσοῦντι μὲν ἄτοπον ὄλεθρον γὰρ αὐτῷ μαντεύεται· ἐρρωμένῳ δέ παραγγέλλει λόγοις σπουδαίοις

102
κατὰ τὸ παρὸν μὴ χρῆσθαι διὰ τὸ νεκρῷ στόματι συμβάλλειν τὰ χείλη· τοὺς δὲ ὅτε ἔζων φιλτάτους τε καὶ ἡδίστους γεγονότας νεκροὺς καταφιλεῖν οὐ κωλύει οὔτελόγοις χρῆσθαι οὔτε ἄλλο τι πράττειν.

Περὶ ἐσθῆτος καὶ κόσμου παντοδαποῦ ποιούμενος τὸν λόγον πρῶτον περὶ ἀνδρείας σκευῆς ἐγχωρίου τε καὶ ξενικῆς ἡγοῦμαι δεῖν διαλαβεῖν. ἐσθὴς ἡ συνήθης πᾶσιν [*](p. 86) ἀγαθὴ καὶ ἡ κατὰ τὴν ὥραν τοῦ ἔτους· θέρους μέν γὰρ ὄντος ἀθόνια καὶ τριβακὰ ἱμάτια δοκεῖν φορεῖν ἀγαθὸν ἂν εἴη καὶ ὑγείας σύμβολον, χειμῶνος δέ ἐρεᾶ ἱμάτια καὶ καινά. μόνῳ δέ τῷ δίκην ἕχοντι καὶ τῷ δουλείας ἀπαλλακτιῶντι πονηρὰ τὰ καινὰ ἱμάτια, κἂν χειμῶνος βλέπηται, διὰ τὸ πολλὴν ἔχειν τρίψιν καὶ ἐπὶ πολὺ ἀντέχειν. λευκὰ δέ ἱμάτια τοῖς ἠθάσι μόνοις συμφέρει καὶ δούλοις Ἑλλήνων, τοῖς δέ ἄλλοις ταραχὰς σημαίνει διὰ τὸ τοὺς ἐν ὄχλῳ ἀνμστρεφο μένους λευκὰ ἔχειν ἱμάτια, χειροτέχναις δὲ ἀργίαν καὶ σχολήν, καὶ ὅσῳ ἂν πολυτελέστερα ᾖ τὰ ἱμάτα, τοσούτῳ πλείονα· οὐ γὰρ πρὸς ἔργῳ ὄντες οἱ ἄνθρωποι, καὶ μάλιστα οἱ τὰς βαναύσους τέχνας ἐργαζόμενοι, λευκοῖς ἱματίοις χρῶνται. δούλοις δέ Ῥωμαίων μόνοις ἀγαθὰ τοῖς εὖ πράσσουσι, τοῖς δὲ ἄλλοις πονηρά· ἐλέγχει γὰρ αὐτοὺς κακῶς πράσσοντας. διὰ γὰρ τὸ τὴν αὐτὴν τοῖς δεσπόταις ὡς ἐπὶ τὸ πλεῖστον ἔχειν ἐσθῆτα ἐπὶ τούτῳ τῷ ὀνείρῳ οὐ γίνονται ἐλεύθεροι, ὥσπερ οἱ τῶν Ἑλλήνων. ἀνδρὶ δέ νοσοῦντι λευκὰ ἔχειν ἱμάτια θάνατον προαγορεύει διὰ τὸ τοὺς ἀπσθανόντας ἐν λευκοῖς ἐκφέρεσθαι, τὸ

103
δὲ μέλαν ἱμάτιον σωτηρίαν προσημαίνει· οὐ γὰρ οἱ ἀποθανόντες ἀλλʼ οἱ τοὺς ἀποθνήσκοντας πενθοῦντες τοιούτοις χρῶνται ἱματίοις. οἶδα δὲ ἐγὼ πολλοὺς καὶ πένητας καὶ δούλους καὶ δεσμώτας νοσοῦντας, οἳ καὶ μέλανα δοκοῦντες ἔχειν ἱμάτια ἀπέθανον· ἦν γὰρ εἰκὸς τούτους μὴ ἐν λευκοῖς διὰ τὴν ἀπορίαν ἐκκομισθῆναι. ἔστι δὲ καὶ ἄλλως ἡ μέλαινα ἐσθὴς πᾶσι πονηρὰ πλὴν τῶν τὰ λαθραῖα ἐργαζομένων. ποικίλην δὲ ἐσθῆτα ἔχειν ἢ ἁλουργίδα ἱερεῦσι μὲν καὶ θυμελικοῖς καὶ σκηνικοῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις μόνοις ουμψέρει, τοῖς δὲ λοιποῖς ταραχάς καὶ κινδύνους ἐπιφέρει καὶ τὰ κρυπτὰ ἐλέγχει, τοὺς δέ νοσοῦντας ὑπὸ δριμέων χυμῶν καὶ πολλῆς [*](p.87) χολῆς ἐνοχληθῆναι σημαίνει. πορφυρᾶ δὲ ἐσθὴς δούλοις ἀγαθὴ καὶ πλουσίοις· οἷς μὲν γὰρ διὰ τὸ μὴ μετεῖναι ἐλευθερίαν σημαίνει, οἷς δέ διὰ τὸ ἐπιβάλλειν καὶ τῷ ἀξιώματι. κατάλληλον εἶναι τιμὴν καὶ εὐδοξίαν προαγορεύει. νοσοῦντα δὲ ἀναιρεῖ καὶ πένητα βλάπτει, πολλοῖς δέ καὶ δεσμὰ προήγγειλε· χρὴ γὰρ τὸν ἔχοντα πορφύραν πάντως διάδημα στέφανον ἔχειν καὶ πολλοὺς ἀκολούθους καὶ φύλακας. τοῖς δὲ περὶ τὸν Διόνυσον τεχνίταις τὰ αὐτὰ τῇ ἁλουργίδι σημαίνει. κοκκίνη δὲ ἐσθὴς καὶ πᾶσα ἡ φοινικοβαφὴς οἷς μὲν τραύματα οἷς δέ πυρετὸν ἐπιφέρει. γυναικεία δὲ ἐσθὴς ἀγάμοις μόνοις συμφέρει καὶ τοῖς ἐπὶ θυμέλην ἀναβαίνουσιν· οἱ μὲν γὰρ γαμήσουσιν οὕτωο καταθυμίους γυναῖκας ὥστε τοῖς αὐτοῖς χρῆσθαι κόσμοις, οἱ δέ διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος μεγάλας ἐργασίας καὶ μισθοὺς λήψονται· τούς δὲ λοιποὺς ἢ τῶν γυναικῶν στερίσκει ἢ νόσῳ μεγάλῃ περιβάλλει διὰ τὸ μαλθακὸν καὶ ἀαθενὲc
104
τῶν τὰ τοιαῦτα φορούντων. ἐν μέντοι ταῖς ἑορταῖς καὶ πανηγύρεσιν οὔτε ποικίλη οὔτε γυναικεία βλάπτει τινὰ ἐσθής. βαρβαρικὴν δὲ ἐσθῆτα ἔχειν καὶ ἐνεσκευάσθαι ὥσπερ οἱ βάρβαροι ἐκεῖ μὲν ἀπιέναι βουλομένῳ, ὅπου τοιαύτῃ ἐσθῆτι χρῶνται οἱ ἐκεῖ διατρίβοντες , ἀγαθὰς τὰς ἐκεῖ γενέσθαι διατριβὰς σημαίνει, πολλάκις δὲ καὶ τὸ ἐκεῖ καταβιῶναι προαγγέλλει. τοῖς δὲ λοιποῖς νόσον σημαίνει ἢ ἀπραξίαν. τὰ δʼ αὐτὰ καὶ ἡ Ῥωμαϊκὴ ἐσθής, ἣν τήβεννον καλοῦσιν ἀπὸ Τημένου τοῦ Ἀρκάδος, ὃς πρῶτος τὴν ἑαυτοῦ χλαμύδα τοῦτον περιεβάλετο τὸν τρόπον εἰσπλεύσας κατὰ τὸν Ἰόνιον κόλπον καὶ ὑποδεχθεὶς ὑπὸ τῶν ταύτῃ κατοικούντων. ἀφʼ Ο΄ μαθόντες καὶ οἱ ἑγχώριοι [*](p.88) τὸν αὐτὸν ἐνεσκευάζοντο τρόπον καὶ ἐκάλουν τὴν ἐσθῆτα τημένειον ἐπώνυμον Τ ἡμένου τοῦ εὑρόντος· ὕστερον δὲ τῷ χρόνῳ παραφθαρέντος τοῦ ὀνόματος τήβεννος ἐκλήθη. μαλακῇ δὲ καὶ πολυτελεῖ ἐσθῆτι χρῆσθαι πλουσίοις μὲν ἀγαθὸν καὶ πένησιν· οἶς μὲν γὰρ ἡ παροῦσα διαμενεῖ τρυφή, οἷς δὲ φαιδρότερα τὰ πράγματα ἔσται δούλοις δέ καὶ ἀπόροις νόσον προαγγέλλει. κολοβοὶ δὲ καὶ ἀπρεπεῖς ἐσθῆτες ζημίας καὶ ἀπραξίας σημαίνουσι. χλαμὺς
105
δέ, ἣν ἔνιοι μανδύην οἱ δὲ ἐφεστρίδα οἱ δὲ βίρρον καλοῦσι, θλίψεις καὶ στενοχωρίας καὶ τοῖς δικαζομένοις καταδίκην μαντεύεται διὰ τὸ ἐμπεριέχειν τὸ σῶμα, τὸ δὲ αὐτὸ καὶ ὁ λεγόμενος φαινόλης καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον εἴη. ὅθεν ἀπολλύειν τὰ ἱμάτια ταῦτα ἄμεινον ἔχειν· τῶν δὲ ἄλλων ἱματίων οὐδέν ἀπολλύμενον συμφέρει, εἰ μή που τοῖς πένησι καὶ δούλοις καὶ δεδεμένοις καὶ καταχρέοις καὶ πᾶσι τοῖς ἐν συνοχῇ οὗσιν· ἀπολλύμενα γὰρ ταῦτα τῶν περιεχόντων τὸ σῶμα κακῶν ἀπώλειαν σημαίνει. τοῖς δὲ ἄλλοις οὔτε γυμνοῦσθαι οὔτε τὰ ἱμάτια ἀπολλύειν ἀγαθόν πᾶν γὰρ τὸ πρὸς κόσμον τεῖνον ἀπολέσαι σημαίνει. γυναικὶ δέ ποικίλη καὶ ἀνθηρὰ ἐσθὴς συμφέρει, μάλιστα δὲ ἑταίρᾳ καὶ πλουσίᾳ· ἡ μὲν γὰρ διὰ τὴν ἐργασίαν ἡ δὲ διὰ τὴν τρυφὴν ἀνθηραῖς ἐσθῆσι χρῶνται. τὰ δὲ ἰδιόχρωμα ἱμάτια πᾶσιν ἀγαθά, καὶ μόλιστα τοῖς εὐλαβουμένοις ἐλεγχθῆναι· οὐ γὰρ ἀνήσει ποτὲ τὸ χρῶμα. ἀεὶ δὲ ἄμεινον λαμπρὰ καὶ καθαρὰ ἱμάτια ἔχειν καὶ πεπλυμένα καλῶς ἢ ῥυπαρὰ καὶ ἄπλυτα πλὴν τῶν τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένων.

τὸ δὲ δοκεῖν πλύνειν τὰ ἑαυτοῦ ἱμάτια [*](p.89) ἢ τὰ ἄλλων ἀπσθέσθαι τι τῶν δυσχρήστων κατὰ τὸν βίον σημαίνει διὰ τὸ καὶ τὰ ἱμάτια τὸν ῥύπον ἀποβάλλειν. καὶ τὰ κρυπτὰ ἐλέγξαι καὶ μαθεῖν πλύνειν γὰρ καταχρηστικῶς καὶ τὸ ἐλέγχειν ἔλεγον οἱ παλαιοί, ὥς που καὶ Μένανδρος

106
  • ἢν γὰρ κακῶς μου τὴν γυναῖχʼ οὕτω λέγῃς,
  • τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ,
  • ἀντὶ τοῦ ἐλέγξω. ὅθεν καὶ τοῖς εὐλαβουμένοις ἐλεγχθῆναι πονηρὸν τὸ πλυνόμενα ἱμάτια ἰδεῖν.

    Δακτύ λιοι σιδηροῖ ἀγαθοὶ μέν, οὐκ ἄνευ δὲ καμάτου τὰ ἀγαθὰ σημαίνουσι· πολύκμητον γὰρ καὶ ὀ ποιητὴς τὸν σίδηρον καλεῖ ἀγαθοὶ δέ καὶ οἱ χρυσοῖ, οἵ γε ψήφους ἔχοντες, ἐπεὶ οἵ γε ἄψηφοι ἀκερδεῖς τὰς ἐγχειρήσεις σημαίνουσι διὰ τὸ ἄψηφον· ψῆφον γὰρ καλοῦμεν λίθον τὴν ἐν τῷ δακτυλίῳ, ταὐτὸ δὲ καὶ τὸν τῶν χρημάτων ἀριθμόν. ἀεὶ δὲ ἀμείνονες οἱ ὁλόσφυροι· οἱ γὰρ κενοὶ καὶ θεῖον ἔνδον ἔχοντες δόλους καὶ ἐνέδρας σημαίνουσι διὰ τὸ ἐμπεριέχειν τι ἐγκεκρυμμένον μείζονας τὰς προσδοκίας τῶν ὠφελειῶν διὰ τὸ μείζονα τὸν ὄγκον τοῦ βάρους ἔχειν. σούκινοι δὲ καὶ ἐλεφάντινοι καὶ ὅσοι ἄλλοι δακτύλιοι γίνονται γυναιξί μόναις συμφέρουσιν. ὅρμοι δέ καὶ ἁλύσεις καὶ ἐνώῦτια καὶ λίθοι πολυτελεῖς καὶ πᾶς κόσμος περιδέραιος γυναικεῖος γυναιξὶ μὲν ἀγαθός· καὶ γὰρ ἀγάμοις γάμον προαγορεύει καὶ ἀτέκνοις τέκνα καὶ ταῖς ἀμφότερα ἐχούσαις πρόσκτησιν καὶ περιουσίαν πολλήν ὥσπερ γὰρ ὑπὸ τούτων κοσμοῦνται γυναῖκες, οὕτω καὶ ὑπὸ ἀνδρῶν καὶ ὑπὸ τέκνων καὶ ὑπὸ πλούτου (καὶ γὰρ φύσει εἰσὶ φιλόπλουτοι, ὥσπερ καὶ φιλόκοσμοι), ἔτι καὶ ταῦτα περιπλέκεται τῷ τραχήλῳ,

    107
    ὥσπερ καὶ ἀνὴρ καὶ τέκνα. ἀνδρὶ δὲ δόλους καὶ ἐνέδρας καὶ καταπλοκὴν τῶν πραγμάτων πολλὴν σημαίνει οὐ διὰ [*](p.90) τὴν ὕλην ἀλλὰ διὰ τὸ σχῆμα καὶ τὴν κατασκευήν· ἔστι γὰρ ὁ χρυσὸς οὐχ ὥσπερ τινὲς ἔλεγον πονηρὸς διὰ τὴν ὕλην, ἀλλὰ πᾶν τοὐναντίον ἀγαθός, ὡς πολλάκις ἐτήρησα, ἀλλʼ ὅ γε μὴ ἄμετρος μηδὲ πολὺς μηδέ ἀνοίκειος διὰ τὸ σχῆμα, ὡς τοῖς ἀνδράσιν οἱ ὅρμοι, μηδὲ ὑπὲρ τὴν ἀξίαν, ὡς τοῖς πένησιν οἱ στέφανοι καὶ τὰ μεγάλα σκεύη καὶ τὰ πολλὰ νομίσματα· ἐπεὶ ὅταν τοιοῦτον ἴδῃ τις, οὐκέτι διὰ τὴν ὕλην ἀλλὰ διὰ τὸ ποιὸν τῆς κατασκευῆς πονηρὸς γίνεται ὁ χρυσός. ἀπολλύμενα δὲ ἢ κατεασσόμενα ἢ διαλυόμενα γυναικὶ μὲν τὰ περὶ τὸν τράχηλον ἀπώλειαν ὧν ἔμπροσθεν εἶπον σημαίνει, ἀνδρὶ δὲ τὰ περὶ τὴν χεῖρα οὐ μόνον ἀπώλειαν τῶν πιστευομένων κατὰ τὸν οἶκον, γυναικὸς λέγω ἤ οἰκονόμου, ἀλλὰ καὶ αὐτῶν τῶν ὑπαρχόντων διαφθορὰν δηλοῖ, καὶ τοῖς πιστευομένοις τὸ μηκέτι πιστεύεσθαι· οὐ γὰρ ἔτι δεῖ τοῖς τοιούτοις δακτυλίων. πολλοῖς δὲ καὶ ὀφθαλμῶν πήρωσιν προηγόρευσε τὸ τοιοῦτον ὄναρ· ἔχει γάρ τινα συμπάθειαν τὰ ὄμματα πρὸς τοὺς δακτυλίους διὰ τὰς ψήφους. τὰ δʼ αὐτὰ τῇ ἐσθῆτι καὶ αἱ ὑποδέσεις σημαίνουσιν.

    Κτενίζεσθαι καὶ ἀνδρὶ καὶ γυναικὶ συμφέρει· ἔστι γὰρ ὁ κτεὶς χρόνος ὁ τὰ σκληρὰ διαλύων καὶ ἀπευθύνων ἅπαντα. ἐμπλέκεσθαι δὲ γυναιξὶ μόναις συμφέρει καὶ ἀνδρῶν τοῖς ἔθος ἔχουσι, τοῖς δὲ λοιποῖς καταπλοκὰς τῶν χρεῶν καὶ δάνεια πολλὰ προαγορεύει, ἐνίοτε δὲ καὶ δεσμιά.

    Κατοππτρίζεσθαι δὲ καὶ ὁρᾶν τὴν ἑαυτοῦ εἰκόνα ἐν κατόπτρῳ ὁμοίαν ἀγαθὸν τῷ γῆμαι βουλομένῳ καὶ ἀνδρὶ καὶ

    108
    γυναικί. σημαίνει γὰρ τὸ κάτοπτρον ἀνδρὶ μὲν γυναῖκα, γυναικὶ δὲ ἄνδρα, ἐπεὶ πρόσωπα δείκνυσιν ὥσπερ οὗτοι. ἀλλήλοις τὰ τέκνα. ἀγαθὸν δέ καὶ λυπουμένοις· ἄλυπον γάρ [*](p.91) ἐστι τὸ κατοπτρίζεσθαι. νοσοῦντας δὲ ἀναιρεῖ· γήινον γάρ ἐστι τὸ κάτοπτρον, ἐξ οἵας ἂν ᾖ πεποιημένον ὕλης. τοὺς δὲ λοιποὺς μετανίστησιν, ἵνα ἐν ἄλλῃ γῇ τὰ ἑαυτῶν πρόσωπα ἴδωσιν. ἀνόμοιον δʼ ἑαυτὸν ἐν κατόπτρῳ δοκεῖν ὁρᾶν νόθων ἢ ἀλλοτρίων παίδων κληθῆναι πατέρα προαγορεύει. κακίονα δὲ ἢ ἀμορφότερον ἑαυτὸν ἰδεῖν οὐδενὶ συμφέρει· νόσους γὰρ καὶ δυσθυμίας σημαίνει, ὥσπερ καὶ τὸ ἐν ὕδατι κατοπτρίζεσθαι θάνατον προαγορεύει αὐτῷ τῷ ἰδόντι τινι τῶν οἰκειοτάτων αὐτῷ.

    Ἀὴρ καθαρὸς καὶ λαμπρὸς ὁρώμενος πᾶσίν ἐστιν ἀγαθός, μάλιστα δὲ τοῖς τὰ ἀπολωλότα ζητοῦσι καὶ τοῖς ἀποδημεῖν βουλομένοις· πάντα γὰρ ἐν καθαρῷ τῷ ἀέρι εὐσύνοπτα γίνεται· ὁ δέ σκοτεινὸς ἤ γνοφερὸς ἢ συννεφὴς πρὸς ταῖς ἀπραξίαις καὶ λύπας σημαίνει. εἰς ὁποίαν δʼ ἂν ὕλην μεταβάλῃ, τοῖς τὴν αὐτὴν ἐργαζομένοις ὕλην ἀγαθός· τοῖς δὲ λοιποῖς πονηρὸς τετήρηται. καὶ ὁ ταπεινὸς γενόμενος μόνοις μάντεσι καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις ἀγαθός, τῶν δὲ λοιπῶν τὸν βίον εἰς τὸ ταπεινὸν κατάγει.

    ἐτὸς ἄνευ χειμῶνος καὶ πολλοῦ ἀνεμίου πᾶσιν ἀγαθὸς πλὴν τῶν εἰς ἀποδημίαν στελλομένων καὶ τῶν τὰς ἐργασίας

    109
    ὑπαίθρους ἐχόντων· τούτοις γὰρ ἐμπόδιος γίνεται. ψεκάδες δὲ καὶ πάχναι γεωργοῖς μὲν σφόδρα ἀγαθαί, τοῖς δὲ λοιποῖς μικρὰς ἐργασίας προαγορεύουσιν. ὄμβρος δὲ καὶ λαίλαψ καὶ χειμὼν κινδύνους καὶ ζημίας ἐπάγουσι, μόνοις δὲ δούλοις καὶ πένησι καὶ τοῖς ἔν τινι περιστάσει οὖσιν ἀπαλλαγὴν τῶν ἐν ποσὶ κακῶν προαγορεύουσι· μετὰ γὰρ τοὺς μεγάλους χειμῶνας εὐδία γίνεται. χιὼν δὲ καὶ πάγος κατὰ μὲν τὴν ὥρον τὴν οἰκείαν ὁρώμενα οὐδὲν σημαίνει· [*](p.) μέμνηται γὰρ τοῦ μεθʼ ἡμέραν κρύους καὶ καθεύδοντος τοῦ σώματος ἡ ψυχή· παρὰ δέ τὴν ὥραν ὁρώμενα γεωργοῖς μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς ψυχρὰς τὰς ἐγχειρήσεις καὶ τὰς προκειμένας πράξεις ἔσεσθαι προαγορεύει, ὁδεύειν δὲ κωλύει. χάλαζα δὲ ταραχὰς καὶ δυσθυμίας δηλοῖ καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. βροντὴ δὲ χωρίς ἀστραπῆς δόλους καὶ ἐνέδρας διὰ τὸ ἀπροσδόκητον, ἀστραπὴ δέ χωρίς βροντῆς φόβον μάταιον σημαίνει, ὅτι μετὰ τὴν ἀστραπὴν προσδοκήσειεν ἄν τις βροντήν, ἣ διὰ τὸν ψόφον οὐδέν ἄλλο ἐστὶν ἢ ἀπειλή. ἐπειδὰν οὗν μὴ γένηται, ἀτέλεστον τὸν φόβον ποιεῖ.

    Ἕπεται δὲ τούτῳ τῷ λόγῳ ὁ περὶ πυρὸς λόγος. περὶ οὗ διπλῇ τῇ κρίσει χρῆσθαι καλῶς ἔχει, πῇ μὲν ὡς περὶ οὐρανίου καὶ θείου, πῇ δὲ ὡς περὶ ἐπιγείου καὶ τοῦ ἐν χρήσει. πρῶτον μὲν οὖν περὶ τοῦ οὐρανίου ὧδε χρὴ ποιεῖσθαι τὰς κρίσεις. πῦρ ἐν οὐρανῷ ἰδεῖν λαμπρὸν καὶ καθαρὸν καὶ ὀλίγον ἀπειλὴν ἔκ τινων ὑπερεχόντων σημαίνει, τὸ δὲ πολὺ καὶ ἄμετρον πολεμίων ἔφοδον καὶ

    110
    ἀφορίαν καὶ λιμὸν μαντεύεται. ὅπου δʼ ἂν ᾖ τὸ πῦρ ἢ ὁπόθεν ἂν φέρηται, οἷον ἀπʼ ἄρκτου ἢ μεσημβρίας ἢ δύσεως ἢ ἀνατολῆς, ἐκεῖθεν ἔρχονται οἱ πολέμιοι κατ’ ἐκεῖνα τὰ κλίματα ἡ ἀφορία ἔσται. πονηρότατον δʼ ἂν εἴη καταφερόμενον εἰς γῆν τὸ πῦρ ἰδεῖν. τὸ δʼ αὐτὸ σημαίνουσι καὶ λαμπάδες ἐν οὐρανῷ καιόμεναι. ἃ δὴ πάντα τοῖς ἰδοῦσι περὶ τὴν κεφαλὴν τὸν κίνδυνον συνίστησιν. ὥσπερ γὰρ ὁ οὐρανὸς τοῦ παντὸς ὑπερέχει κόσμου, οὕτω καὶ ἡ κεφαλὴ τοῦ παντὸς οώματος.

    Κεραυνὸς δὲ ἄνευ χεπιμῶνος πλησίον πεαὼν καὶ μὴ ἁψάμενος τοῦ σώματος ἐκβάλλει τῶν τόπων τὸν ἰδόντα, ἐν οἷς [*](p.93) ἐστιν· οὐ γὰρ ἄν τις ὑπομείνειε πλησίον κεραυνοῦ. εἰ δὲ ἔμπροσθεν πέσοι, κωλύει προϊέναι εἰς τοὔμπροσθεν. τὸ δὲ κατ’ ἄκρας ὑπὸ κεραυνοῦ πεπλῆχθαι οἱ μὲν πάνυ παλαιοὶ διχῇ διῄρουν λέγοντες πένησι μὲν ἀγαθὸν εἶναι πλουσίοις δὲ κακὸν λόγῳ τῷδε. ἐοίκασιν οἱ πένητες χωορίοις λιτοῖς καὶ ἀσήμοις, εἰς ἃ κόπρια ῥίπτεται ἄλλο τι τῶν φαύλων· οἱ δὲ πλούσιοι τεμένεσι θεῶν ἢ ἀνθρώπων ἢ ναοῖς ἢ οἴκοις θεῶν ἄλσεσιν ἢ ἄλλῳ γένει χωρίων ἐλλογίμων. ὧσπερ οὖν ὁ κεραυνὸς τὰ μὲν ἄσημα τῶν χωρίων ἐπίσημα ποιεῖ διὰ τοὺς ἐνιδρυμένους βωμοὺς καὶ τὰς γινομένας ἐν αὐτοῖς θυσίας, τὰ δὲ πολυτελῆ χωρία ἔρημα καὶ ἄβατα

    111
    ποιεῖ (οὐδεὶς γὰρ ἐν αὐτοῖς ἐνδιατρίβειν ἔτι θέλει), οὕτως ὁ ὄνειρος πένητα μὲν ὠφελεῖ, πλούσιον δὲ βλάπτει. ἔτι καὶ ὁ κεραυνὸς οὐδέν ἐστιν ἄλλο ἢ πῦρ, ἴδιον δὲ πυρὸς πᾶσαν ὕλην φθείρειν. ἔχει δὲ ὁ μέν πένης πενίαν ὁ δέ πλούσιο,, πλοῦτον. τοιγαροῦν τοῦ μὲν τὴν πενίαν τοῦ δὲ τὸν πλοῦτον φθερεῖ, ἐπεὶ καὶ ὁ κεραυνωθεὶς αἰφνίδιον παρασημότερος γίνεται. ὁμοίως δέ καὶ ὁ πένης αἰφνίδιον πλουτήσας καὶ ὁ πλούσιος αἰφνίδιον ἀπολέσας τὴν ὕπαρξιν παρασημότεροι γίνονται. τούτοις μὲν οὖν τοῖς λόγοις ἐτείθοντο οἱ πρῶτοι· οἱ δέ μεταγενέστεροι ἤδη τινὰ καὶ περὶ δούλων ἔλεγον καὶ ἔφασκον εἶναι ἀγαθὸν δούλοις τὸ κεραυνοῦσθαι, ὅτι οὔτε δεσπότας ἔτι οἱ κεραυνωθέντες ἔχουσιν οὔτε κάμνουσι, λαμπρὰ δὲ ἱμάτια αὐτοῖς περιτίθεται, ὡς καὸ τοῖς ἐλευθερωθεῖσι, καὶ προσίασιν αὐτοῖς ὡς ὑπὸ Διὸς τετιμημένοις οἱ ἄνθρωποι, ὡς καὶ τοῖς ἐλευθερωθεῖσιν ὑπὸ δεσποτῶν τετιμημένοις. πολλὰ δὲ καὶ Ἀλέξανδρος ὁ Μύνδιος καὶ Φοῖβος ὁ Ἀνττοχεὺς περὶ τοῦ δοκεῖν κεραυνοῦσθαι ἀπὸ πείρας τε καὶ ἰδίας ἐννοίας προσέθεσαν, πλὴν οὐ [*](p. 94) πάντα ἀκριβῶς ἴσχυσαν εὑρεῖν. ἔχει δὲ ὧδε. δούλων μὲν τοὺς μὴ ἐν πίστει ὄντας ἐλευθεροῖ, τοὺς δέ ἐν πίστει ὄντας ἢτιμῇ παρὰ τοῖς δεσπόταις πολλὰ κτήματα ἔχοντας ἀφαιρεῖ τῆς πίστεως καὶ τῆς τιμῆς καὶ τῶν κτημάτων. ἐλευθέρων δὲ πένητας μὲν τοὺς μὴ λανθάνειν πειρωμένους ἐφʼ οἷς ἁμαρτάνουσιν ἀφελεῖ, τοὺς δέ ἀποκρυπτομένους καὶ λανθάνειν βουλομένους ἐλέγχει· οὔτε γὰρ λάθρᾳ πίπτει
    112
    κεραυνὸς διὰ τὸ μετὰ μεγάλων βροντῶν καὶ πολλοῦ χειμῶ νος καταφέρεσθαι οὔτε κεραυνωθέντα λαθεῖν ἔστιν· πλουσίων δὲ τοὺς μὲν χρυσοφορεῖν μέλλοντας διά τινα ἀρχὴν ἢ ἱερωσύνην οὐ βλάπτει, ἀλλὰ καὶ ἐπισημοτέρως ἄρξαι ἢ ἱερώσασθαι προαγορεύει· ἔοικε γὰρ πυρὶ τὸ χρυσίον κατά γε τὴν χρόαν, ἔστι δέ καὶ παρὰ Πινδάρῳ ὁ δὲ χρυσός αἰθόμενον πῦρ ἅτε.ʼ τοὺς δὲ λοιποὺς ἀφαιρεῖ τῆς οὐσίας διὰ τὸν ἔμπροσθεν λόγον, εἰ μή τι ἄλλο κωλύοι. ἀγάμοις δὲ γάμον προαγορεύει καὶ πένησι καὶ πλουσίοις· οὐδὲν γὰρ οὕτω τὸ σῶμα θερμαίνει ὡς πῦρ καὶ γυνή· γεγαμηκότας δὲ διίστησι καὶ κοινωνοὺς καὶ ἀδελφοὺς καὶ φίλους ἐχθροὺς ποιεῖ· οὐδὲν γὰρ ὁ κεραυνὸς ἑνοῖ, ἀλλὰ καὶ τὰ ἡνωμένα χωρίζει. ἔτι καὶ τὸν παῖδας ἔχοντα τῶν παίδων στερίσκει ἤτοι ἀποθανόντων, ἐὰν ἀλγῇ πρὸς τῷ κεραυνοῦσθαι, ἢ ἄλλως ἀπαλλαγέντων, ἐὰν μὴ ἀλγῇ καὶ γὰρ τὰ δένδρα, ὅταν κεραυνωθῇ, αὖα γίνεται καὶ τοὺς βλαστούς ἀπόλλυσιν. ὧσπερ δὲ τῶν δένδρων τέκνα εἰσὶν οἱ βλαστοί, οὕτω καὶ τῶν ἀνδρῶν τέκνα εἰσὶν οἱ βλαστοί. ἀθλητὰς δὲ ἐνδόξους ὁ κεραυνὸς ποιεῖ καί πάντας φιλολόγους καὶ τοὺς εἰς τὸ μέσον παρέρχεσθαι βουλομένους. ἐν δὲ ταῖς δίκαις ταῖς περὶ ἐπιτιμίας συμφέρει τὸ δοκεῖν κεραυνοῦσθαι οὐδεὶς γὰρ κεραυνωθεὶς ἄτιμός ἐστιν, ὅπου γε καὶ ὡς θεὸς τιμιᾶται. τοῖς δὲ περὶ κτημάτῶν [*](p. 95) πάντων πλὴν γῆς καὶ τῶν ἐν γῇ δικαζομένοις καταδίκην μαντεύεται· καὶ γὰρ τοὺς καταδικασθέντας
    113
    ἐν τῇ συνηθείᾳ κεκεραυνῶσθαί φαμεν. ἐν δὲ ταῖς περὶ γῆς δίκαις τοὺς μὲν νεμομένους τὴν γῆν καὶ δεδιότας ἐκβληθῆναι μενεῖν λέγει οὐδὲ γὰρ οἱ κεραυνωθέντες μετατίθενται, ἀλλʼ ὅπου ἂν ὑπὸ τοῦ πυρὸς καταληφθῶσιν, ἐνταῦθα θάπτονται. τοὺς δὲ ἀντιποιουμένους γῆς ἀλλοτρίας μὴ εἰσελθεῖν εἰς αὐτὴν προαγορεύει, ἀλλʼ ὅπου ἂν ὦσιν, ἐκεῖ μεῖναι, τοῦτ᾿ ἔστιν ἔξω, εἰ μὴ ἄρα τις οὐκ αὐτὸς δόξειε κεκεραυνῶσθαι, ἀλλʼ εἰς γῆν ἴδοι τὸν σνηπτὸν πεσόντα· καὶ γὰρ τὸ τοιοῦτον ὄναρ τοῖς ἐνοικοῦσιν ἄβατον τὴν γῆν καθίστησιν. ἔτι ὁ κεραυνὸς τοὺς μὲν ἀποδήμους εἰς τὴν οἰκείαν ἐπανάγει, τοὺς δὲ ἐνδήμους ἐν τῇ οἰκεία κατέχει. μεμνῆσθαι δὲ χρὴ τοῦτο, ὅτι ταῦτα σημαίνει τὸ δοκεῖν κεραυνοῦσθαι, ὅσα εἰρήκαμεν, ἐπειδάν τις καταπεφλέχθαι ὑπὸ τοῦ κεραυνοῦ νομίσῃ ἢ κατὰ κεφαλῆς ἢ κατὰ στέρνου τὸν σκηπτὸν πεπτωκέναι, ἐπεὶ ὅταν γε ἄλλο τι μέρος τοῦ σώματος ὁ κεραυνὸς καταφλέξῃ καὶ μὴ ὅλον τὸ σῶμα ἢ μὴ τοιοῦτό τι κατάλαβοι, ἐξ οὗ εἰκὸς θάνατον ἐπακολουθεῖν τῷ κεκεραυνωμένῳ, τότε μικρότερα τὰ ἀποτελέσματα γίνεται. καὶ οὕτω χρὴ ποιεῖσθαι τὰς κρίσεις ὡσπερεὶ βλαπτομένων μερῶν καὶ οὐχὶ παντὸς τοῦ σώματος. περὶ ὡν ἀκριβῶς καὶ ἀνενδεῶς ἐν τῷ περὶ σώματος λόγῳ κατὰ μέρος ἐν τῷ πρώτῳ βιβλίῳ
    114
    διῄρηκα. ἔτι κἀκεῖνο. οὔτε πλέοντα οὔτε ἐν τῇ κοίτῃ κατακείμενον οὔτε ἐπὶ γῆς ὕπτιον πρηνῆ ὑπὸ κεραυνοῦ [*](p.96) καταφλέγεσθαι συμφέρει, ὑπολείπεται δὲ μόνον ἀγαθὸν εἶναι τὸ ὀρθὸν ἑστῶτα ἢ ἐπὶ θρόνου καθεζόμενον ἢ ἐπʼ ἄλλου τινὸς τοιούτου κεραυνοῦσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε τῆς κλίνης τὸ ἔξω ἐνήλατον ὑπὸ κεραυνοῦ διεφθάρθαι, καὶ ἡ γυνὴ αὐτοῦ ἀπέθανεν.

    Πῦρ δὲ τὸ χρήσει ὀλίγον μὲν καὶ καθαρὸν ἰδεῖν ἡ Φημονόη λέγει ἀγαθὸν εἶναι, πολὺ δὲ καὶ ἄμετρον πονηρόν. ἔστιν οὖν ἄριστον τὸ ἐφʼ ἑστίας πῦρ λαμπρὸν καὶ καθαρὸν ὁρώμενον. πολλὴν γὰρ εὐπορίαν σημαίνει· ἄνευ γὰρ τοῦ τροφὰς παρασκευάζεσθαι οὐκ ἔστιν ἐφʼ ἑστίας πῦρ ἰδεῖν. σβεννύμενον δὲ τοῦτο ἀπορίαν σημαίνει, καὶ εἴ τις κατὰ τὸν οἶκον νοσοίη, θάνατον αὐτῷ προαγγέλλει. ἀγαθὸν δὲ καὶ λαμπάδα δοκεῖν ἔχειν καιομένην νυκτός, μάλιστα δὲ νέοις· ὡς γὰρ ἐπὶ τὸ πολὺ ἔρωτας οὐκ ἀηδεῖς σημαίνει καὶ πράξεις προαγορεύει διὰ τὸ δύνασθαι τὰ πρὸ ποδῶν ὁρᾶν. ἄλλον δὲ ὁρᾶν ἔχοντα λαμπάδα πονηρὸν τοῖς λανθάνειν ἐθέλουσι. λύχνος δὲ καιόμενος ἐν οἰκίᾳ λαμπρὸς ἀγαθός πρόσκτησιν γὰρ σημαίνει καὶ εὐπορίαν πᾶσι καὶ τοῖς ἀγάμοις γάμον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ὁ δέ μὴ λαμπρὸς ἁλλὰ ἀμαυρὸς δυσθυμίαν σημαίνει καὶ τοὺς νοσοῦντας οὐκ εἰς μακρὰν ἀναιρεῖ. ὁ δέ ἐσβεσμένος σώζει· μέλλει γὰρ ἀνάπτεσθαι. λύχνος χάλκεος καὶ τὰ ἀγαθὰ βεβαιότερα καὶ τὰ κακὰ ἰσχυρότερα μαντεύεται, ὁ δὲ ὀστράκινος

    115
    ἔλαττον· ἀμφότεροι δὲ τὰ κρυπτὰ ἐλέγχουσι. λύχνος δὲ ἐν πλοίῳ ὁρώμενος δεινῆς νηνεμίας ἐστὶ σημαντικός.

    Οἶκοι καιόμενοι καθαρῷ πυρὶ καὶ μὴ συμπίπτοντες μηδὲ διαφθειρόμενοι πένησι μὲν εὐπορίαν, πλουσίοις δὲ ἀρχὰς περιποιοῦσιν. οἱ δὲ σμυχόμενοι μὴ καθαρῷ πυρὶ καὶ καταιθαλού μενοι καὶ συμπίπτοντες καὶ ὑπὸ τοῦ πυρὸς [*](p.97) διαφθειρόμενοι πᾶσι πονηροὶ καὶ τοιούτων ὄλεθρον σημαίνουσιν ἀνθρώπων, οἷοι ἂν ὧσιν οἱ οἶκοι ἢ οἱ τοῖχοι, οἷον ὁ μὲν θάλαμος τὴν γυναῖκα σημαίνει, ὅταν ὑπάρχῃ· εἰ δὲ μή, τὸν δεσπότην τῆς οἰκίας· ὁ δὲ ἀνδρὼν τοὺς κατὰ τὸν οἶκον ἀνθρώπους συγγενεῖς τε καὶ θεράποντας, ἡ δὲ γυναικωνῖτις τὰς θεραπαίνας καὶ τὰ πρόθυρα τῆς οἰκείας τοὺς δεσπότας. ταμεῖα δὲ καὶ ἀποθῆκαι τὰ κτήματα ἢ τοὺς ταμίας ἢ τοὺς οἰκονό μους σημαίνουσι.

    Ταῦτα μὲν ἐφʼ ὅλων οἴκων· τοίχων δὲ ὁ μὲν τὴν θύραν ἔχων τὸν δεσπότην σημαίνει, ὁ δὲ τὴν θυρίδα τὴν δέσποιναν. ὅπου δὲ μὴ ἔστι θυρίς, ὁ μὲν μέσος τὸν δεσπότην ὁ δὲ δεξιὸς τὰ τέκνα ὁ δὲ εὐώνυμος τὴν γυναῖκα. ἐπειδὰν δέ πολλὰς ἔχῃ θυρίδας ὁ οἶκος, καὶ ἀδελφοῖς καὶ κοινωνοῖς θάνατον προαγορεύει· πρεσβυτέροις μὲν τὰ πρὸς ἀνατολὴν τοῦ οἴκου, νεωτέροις δὲ τὰ πρὸς ἑσπέραν. τὰ δέ πρὸς ἄρκτον ὁμοίως τῇ ἀνατολῇ καὶ τὰ πρὸς μεσημβρίαν ὁμοίως τῇ δύσει κρινέσθω. οἱ δὲ μετὰ τὸ πῦρ αὐξηθέντες τοῖχοι ἢ λαμπρότεροι φαινόμενοι πολυτελέστερον τὸν βίον ἐπὶ τὸ

    116
    βέλτιον μετάγουσι. θύραι δὲ καιόμεναι γυναικὸς ὄλεθρον σημαίνουσι καὶ τὸν βίον τοῦ ἰδόντος οὐκ ἐν ἀσφαλεῖ κεῖσθαι. τούτων δὲ ἡ μὲν τὸν μάνδαλον ἔχουσα ἐλευθέραν γυναῖκα σημαίνει, ἡ δὲ ἐχομένη δούλην, καὶ πάλιν ἡ μὲν τὸν μάνδαλον ἔχουσα καὶ τὸν ἄνδρα, ἡ δὲ ἐχομένη τὴν γυναῖκα. κίονες δὲ καθαρῷ πυρὶ καιόμενοι καὶ μὴ διαφθειρόμενοι τὰ τέκνα σημαίνουσι τοῦ ἰδόντος ἐπὶ τὸ βέλτιον καὶ λαμπρότερον μεταβῆναι οἱ δὲ συντριβόμενοι υἱῶν ὄλεθρον σημαίνουσι·
  • στύλοι γὰρ οἴκων παῖδες εἰσὶν ἄρσενες,
  • ὥς φησιν Εὐριπίδης. τέρεμνα δὲ καὶ ὑπέρθυρα καὶ δρύφακτοι [*](p.98) κατακαέντες παίδων ὄλεθρον καὶ οὐσίας ἀπώλειαν μαντεύονται, οἱ δὲ θεμιέλιοι δεσποτῶν, οἱ δὲ θριγκοὶ συγγενῶν καὶ φίλων, δένδρων δὲ τὰ μὲν πρὸ τῆς οἰκίας πεφυκότα δεσποτῶν, τὰ δέ ἔνδον ἐν τῇ οἰκίᾳ τὰ μὲν μεγάλα καιόμενα ὁμοίως δεσποτῶν, τὰ μὲν ἀρσενικὰ ἀνδρῶν, τὰ δὲ θηλυκὰ γυναικῶν, τὰ δὲ μικρὰ φίλων καὶ συγγενῶν, τὰ δὲ παντελῶς χθαμαλά, οἷον πύξοι καὶ μυρρίναι, οἰκετῶν. ἀνακαίειν δὲ δοκεῖν πῦρ ταχέως ἀναπτόμενον καὶ ἐφʼ ἑστίας καὶ ἐν κλιβάνῳ ἀγαθὸν καὶ παίδων σημαίνει γονήν· ἔοικε γὰρ καὶ ἡ ἑστία καὶ ὁ κλίβανος γυναικὶ διὰ τὸ δέχεσθαι τὰ πρὸς τὸν βίον εὔχρηστα τὸ δὲ ἐν αὐτοῖς πῦρ ἔγκυον ἔσεσθαι τὴν γυναῖκα μαντεύεται· τότε γὰρ καὶ ἡ γυνὴ θερμοτέρα γίνεται. τὸ δέ καταλαβόντα τὸ
    117
    πῦρ ἐν τούτοις εἶτα ἀποσβεννύειν ἑαυτῷ αἴτιον ζημιῶν σημαίνει γενέσθαι.

    Ταῦτα μὲν οὖν τῷ περὶ πυρὸς λόγῳ ἀκόλουθα ὄντα ῖκανῶς εἴρηται ἑξῆς δὲ περὶ κυνηγίου καλῶς ἔχον εἶναί μοι δοκεῖ διασαφῆσαι. λίνα καὶ στάλικες ποδάγραι βρόχοι καὶ πᾶσα ἀρκυοστασία καὶ αἱ νεφέλαι λεγόμεναι καὶ ὅσα πρὸς θήραν ἄνθρωποι κατεσκευασμένα ἔχουσι, κακά· μόνοις δὲ ἀγαθὰ τοῖς δραπέτας διώκουσι καὶ τοῖς ἀπολωλός τι ζητοῦσι· ταχεῖαν γὰρ τούτων εὕρεσιν προσημαίνει. τοῖς δὲ λοιποῖς ἐμποδισμοὺς τῶν χρειῶν διὰ τὰς καταπλοκὰς καὶ κινδύνους καὶ ἐνέδρας σημαίνει· ἐπὶ γὰρ βλάβῃ τῶν ζῴων ταῦτα κατασκευάζεται. ἀεὶ δέ ἄμεινον αὐτὸν ἔχειν ταῦτα ἢ ἄλλον ἔχοντα ἰδεῖν, ὅσῳ καὶ κρεῖττον τὸ κακοῦν τοῦ ὑπό τινος κακοῦσθαι. κύνες δὲ θηρευτικοὶ ἐπὶ μὲν θήραν ἐξιόντες ἀγαθοὶ πᾶσι καὶ πράξεων προαγορευτικοὶ τοῖς φεύγουσι δὲ πονηροί, ἀπὸ δὲ θήρας ἐπανιόντες ἄφοβοι καὶ ἄπρακτοι τετήρηνται.

    Ἑπεται δὲ τῷ περὶ κυνηγίου λόγῳ ὁ περὶ ζῴων τῶν ἐπιγείων πάντων λόγος διπτόδων τε καὶ ἀπόδων καὶ [*](p.99) τετραπόδων. ἄρξομαι δὲ ἀπὸ τῶν τετραπόδων. τῶν κυνῶν οἱ μὲν ἐπὶ θήρᾳ τρέφονται, καὶ τούτων οἱ μέν εἰσιν ῖχνευταί, οἱ δὲ ὁμόσε τοῖς θηρίοις χωροῦσιν οἱ δὲ ἐπὶ φυλακῇ τῶν κτημάτων, οὓς οἰκουρούς τε καὶ δεσμίους λέγομεν· οἱ δὲ ἐπὶ τερπωλῇ οἱ Μελιταῖοι λεγόμενοι.

    118
    σημαίνουσιν οὖν οἱ μὲν ἐπὶ θήρᾳ τρεφόμενοι τὰ ἔξωθεν ποριζόμενα καὶ τὰς πράξεις· ὅθεν ἀγαθὸν ἰδεῖν αὐτοὺς θηρῶντας καὶ λαμβάνοντάς τι καὶ ἤδη εἰληφότας ἢ μέλλοντας ἐπὶ θήραν ἐξιέναι· πράξεων γάρ εἰσι σημαντικοί οἱ δὲ εἰς πόλιν ἐρχόμενοι ἀπραξίαν σημαίνουσι· παύονται γὰρ τῶν ἔργων· οἱ δὲ οἱκουροὶ γυναῖκα σημαίνουσι καὶ οἰκείους καὶ τὰ πεπορισ μένα κτήματα. ὅθεν ἐρρωμένοι καὶ σαίνοντες τοὺς δεσπότας ἀγαθὴν οἰκουρίαν καὶ περὶ τὴν γυναῖκα καὶ περὶ τοὺς οἰκείους σημαίνουσι καὶ τῶν κτημάττων πολλὴν ἀσφάλειαν, νοσοῦντες δὲ τοῖς προειρημένοις νόσον προαγορεύουσι καὶ τοῖς κτήμασι βλάβας. ἀγ ριαίνοντες δὲ ὑλακτοῦντες δάκνοντες ἀδικίας τὰς ἀπὸ τῶν τοιούτων μαντεύονται προσώπων καὶ βλάβας μεγάλας. ἀλλότριοι δὲ κύνες σαίνοντες μὲν δόλους καὶ ἐνέδρας ἀπὸ πονηρῶν ἀνδρῶν γυναικῶν σημαίνουσι, δάκνοντες δὲ ὑλακτοῦντες ἐπιθέσεις καὶ ἀδικίας· κἂν μὲν ὦσι λευκοί, φανεράς, ἐὰν δὲ μέλανες, λαθραίους, ἐὰν δὲ πυρροί, οὐ παντελῶς φανεράς, ἐὰν δὲ ποικίλοι, δεινοτέρας τὰς ἐπιθέσεις μαντεύονται. ἐοίκασι δὲ οὐ παντελῶς εὐγενέσιν οὐδὲ ἐλευθέροις, σφόδρα δὲ βιαίοις καὶ ἀναιδέσι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν ἤθη. πολλάκις δὲ καὶ πυρετὸν ᾐνίξαντο διὰ τὸ ἄστρον τὸν Σείριον, ὃς πυρετοῦ αἴτιος ὢν πρός τινων κύων καλεῖται· [*](p. 100) καὶ γὰρ βίαιόν ἐστι καὶ ἄγνωμον τὸ ζῷον καὶ πυρετῷ
    119
    ὅμοιον. οἱ δὲ Μελιταῖοι τὸ τερπνότατον τῶν ἐν τῷ βίῳ σημαίνουσι καὶ τὸ ἥδιστον. τοιγάρτοι ὅ τι ἂν πάθωσι λύπης τε καὶ ἀνίας εἰσὶ σημαντικοί.

    Πρόβατα δὲ καὶ αἶγες, ὡς μέν οἱ παλαιοὶ συνέχεον, λευκὰ μὲν ἀγαθά, μέλανα δὲ πονηρά· ὡς δὲ ἐγὼ ἐτήρησα, πρόβατα καὶ λευκὰ καὶ μέλανα ἀγαθά λευκὰ μὲν μᾶλλον, μέλανα δὲ ἧττον. ἔοικε δὲ τὰ πρόβατα ἀνθρώποις διὰ τὸ πείθεσθαι τῷ ποιμένι καὶ συναγελάζεσθαι καὶ προβιβασμῷ καὶ τῇ ἐπὶ τὸ βέλτιον προκοπῇ ἀπὸ τοῦ ὀνόματος. ἄριστον οὖν καὶ ἴδια ἔχειν πολλὰ πρόβατα καὶ ἀλλότρια ἰδεῖν καὶ ποιμαίνειν, μάλιστα τοῖς ὄχλου προΐστασθαι βουλομένοις καὶ σοφισταῖς καὶ διδασκάλοις ἔργων.

    Ἔτι δὲ καὶ κριὸς πρὸς δεσπότην ἐστὶ ληπτέος καὶ πρὸς ἄρχοντα καὶ βασιλέα· κρείειν γὰρ τὸ ἄρχειν ἔλεγον οἱ παλαιοί, καὶ τῆς ἀγέλης δὲ ἡγεῖται ὁ κριός. ἀγαθὸν δὲ καὶ ἐποχεῖσθαι δοκεῖν ἀσφαλῶς καὶ διʼ ὁμαλῶν χωρίων, μάλιστα φιλολόγοις καὶ τοῖς ἐπὶ τὸ πλουτεῖν ὁρμωμένοις· καὶ γὰρ ταχὺ τὸ ζῷον καὶ Ἑρμοῦ νενόμισται ὄχημα εἶναι.

    Αἶγες δὲ οὔτε λευκαὶ οὔτε μέλαιναι ἀγαθαὶ ἀλλὰ πᾶσαι πονηραί, λευκαὶ μὲν ἧττον, μέλαιναι δὲ μᾶλλον, μάλιστα

    120
    τοῖς πλέουσι· καὶ γὰρ τὰ μεγάλα κύματα ‘αἶγας’ ἐν τῇ συνηθείᾳ λέγομεν, καὶ λάβρος ἐποιγίζων᾿ φησὶν ὁ ποιητὴς περὶ σφοδροῦ ἀνέμου λέγων, καὶ τὸ φοβερώτατον πέλαγος Αἰγαῖον λέγεται. γάμους δὲ καὶ φιλίας καὶ κοινωνίας οὔτε συνάγουσιν οὔτε τὰς οὔσας φυλάττουσιν· οὐ [*](p. 101) γὰρ συναγελάζονται ἀλλὰ χωρὶς ἀλλήλων νεμόμεναι κατὰ κρημνῶν καὶ πετρῶν αὐταί τε πράγματα ἔχουσι καὶ τῷ ποιμένι παρέχουσιν. ὅθεν καὶ ὁ ποιητὴς ‘πλατέα’ τὰ αἰπόλια καλεῖ λέγων ‘οἳ δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν.’ καὶ ‘αἰγιβόταν ἀεὶ τὴν ἀγαθὴν κουροτρόφον.’ περὶ δὲ ἵππων ἐν τῷ περὶ ἀγῶνος λόγῳ προείρηται. ἔλεγε δέ τις θεασαμένῳ τινὶ ἐπὶ κριοῦ καθημένῳ καὶ πεσόντι ἐξ αὐτοῦ ἐκ τῶν ἔμπροσθεν μεμνηστευμένῳ δὲ καὶ μέλλοντι ἐν αὐταῖς ταῖς ἡμέραις τοὺς γάμους ἐπιτελεῖν, προειπεῖν αὐτῷ ὅτι ἡ γυνή σου πορνεύσει καὶ τὸ λεγόμενον κέρατα αὐτῷ ποιήσει. καὶ οὕτως ἀπέβη. καὶ διὰ μὲν τὴν πρόρρησιν τοῦ ὀνείρατος παραιτησάμενος τὸν γάμον καὶ μόλις ποτέ πεισθεὶς ὑπὸ φίλων μετὰ χρόνον τινὰ ἔγημε μὲν τὴν πρώην αὐτῷ μεμνηστευμένην, δεδιὼς δὲ τὸ ὄναρ ἐφύλαττε τὴν γυναῖκα καὶ διὰ πάσης ἀσφαλείας διεγίνετο. καὶ ἐκείνη μὲν ἐνιαυτὸν ἐπιζήσασα διετέλεσεν ἄμεμπτος, ἄλλην δέ ἐπιγήμας γυναῖκα, ὡς καὶ νομίσαι αὐτὸν ἀποσκῆψαι τὸ ὄναρ, περιέπεσε τῷ δυστυχήματι· ἀπέβη γὰρ ἐκείνη εἰς ἔσχατον πορνείας ἐκπίπτουσα.

    Ὄνοι φέροντες μέν τι ἄχθος καὶ πειθόμενοι τῷ ἐλαύνοντι καὶ ἐρρωμένοι καὶ ταχέως βαδίζοντες ἀγαθοὶ πρὸς γάμον καὶ κοινωνίαν· πρὸς γὰρ τῷ μὴ εἶναι πολυτελῆ τὴν

    121
    γυναῖκα καὶ τὸν κοινωνὸν καὶ προθύμως ὑπακούσεσθαι σημαίνουσι καὶ εὐνοήσειν. καὶ πρὸς τὰς ἄλλας δὲ πράξεις εἰσὶν ἀγαθοὶ διὰ τὸ ὄνομα· ὄνασθαι γὰρ τῶν προκειμένων σημαίνουσι καὶ ἡσθῆναι ἐπʼ αὐτοῖς· τῷ γὰρ ἡδίστῳ ἀνάκεινται δαίμονι Σειληνῷ. καὶ πρὸς τοὺς φόβους δὲ ἀγαθοὶ διὰ τὴν περὶ αὐτούς ἱστορίαν καὶ τὸν ἐν τῇ συνηθεία λόγον. πρὸς δὲ τὰς ἀποδημίας πολλὴν προαγορεύουσιν ἀσφάλειαν, παρολκὰς δὲ καὶ βραδύτητας ἐργάζονται διὰ τὸ νωθές τοῦ βαδίσματος.

    Ἡμίονοι δὲ πρὸς πάντα ἐπιτήδειοι διὰ τὸ ὑπομονητικὸν τῶν ἔργων, μάλιστα δὲ πρὸς γεωργίαν ‘αἳ γάρ τε βοῶν προφερέστεραί εἰσιν, ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον’, ὥς φησιν ὁ ποιητής. μόνον ἀντιβαίνουσι γάμῳ καὶ παιδοποιία διὰ τὸ ἄσπερμον εἶναι τὸ ζῷον. ὅταν δὲ ἀγριαίνωσιν οἱ ὄνοι οἱ ἡμίονοι, ἐπιβουλὴν ἐκ τῶν ὑποτεταγμένων σημαίνουσιν, ἡμίονοι δὲ καὶ νόσον, ὡς πολλάκις ἐτήρησα.

    Βόες ἐργάται πᾶσιν ἀγαθοί, ἀγελαῖοι δὲ βόες ταραχὰς [*](p. 1) καὶ περιβοήσεις σημαίνουσι διὰ τὸ ὄνομα καὶ κίνδυνον. Ταῦρος δὲ κίνδυνον οὐ τὸν τυχόντα σημαίνει, μάλιστα ἀπειλῶν ἢ διώκων, καὶ τὴν ἐκ τῶν ὑπερεχόντων ἀπειλήν, ἐὰν ᾖ πένης ὁ ἰδὼν ἢ δοῦλος. ναυτιλλομένοις δὲ χειμῶνα σημαίνει καὶ πλήξας ναυάγιον, τῆς ἱστοκεραίας παθούσης τι δεινόν ἔοικε γὰρ τῷ ἱστίῳ καὶ τῇ καταρτίῳ τῆς νεὼς ὅλης διὰ τὰς βύρσας καὶ τὰ κέρατα. καὶ τοῦτο ἐγὼ πάνυ ἐτήρησα καὶ πάντοτε συμφώνως ἀπέβη.

    Ταῦτα μὲν περὶ τῶν ἡμέρων καὶ συντρόφων ζῴων, λοιπὸν δὲ περὶ τῶν ἀγρίων ζῴων εἰπεῖν.

    122

    Δέοντα ἰδεῖν ἥμερον μὲν καὶ σαίνοντα καὶ προσιόντα ἀβλαβῶς ἀγαθὸν ἂν εἴη καὶ φέρον ὡφελείας στρατιώτῃ μὲν ἀπὸ βασιλέως ἀθλητῇ δὲ ἀπὸ τῆς τοῦ σώματος εὐεξίας δημότῃ δὲ ἀπὸ ἄρχοντος καὶ δούλῳ ἀπὸ δεσπότου τούτοις γὰρ καὶ τὸ ζῷον ἔοικε διὰ τὸ δυνατὸν καὶ ἰσχυρόν· ὅταν δὲ ἀπειλῇ ἢ ἀγριαίνηται τινὶ ὁ λέων, φόβον τε ἐπάγει καὶ νόσον μαντεύεται (ἔοικε γὰρ καὶ ἡ νόσος θηρίῳ), καὶ τὰς ἀπὸ τοιούτων ἀνδρῶν ἀπειλὰς μαντεύεται ἢ τούς ἀπὸ πυρὸς κινδύνους. σκύμνους δὲ λέοντος καὶ ἔχειν καὶ ἰδεῖν ἀγαθὸν ἐπίσης πᾶσιν, ὡς δέ ἐπὶ τὸ πολὺ καὶ παιδίου γένεσιν προαγορεύει.

    Λέαινα δὲ τὰ αὐτὰ τῷ λέοντι σημαίνει, πλὴν ἥττω, καὶ τὰς ὠφελείας σαίνουσα καὶ τὰς βλάβας ἀπειλοῦσα καὶ δάκνουσα οὐκ ἀπὸ ἀνδρῶν ἀλλʼ ἀπὸ γυναικῶν γενέσθαι μαντεύεται. ἐτήρησα δὲ πολλάκις καὶ ἄνδρας πλουσίους σημαίνουσαν διαβεβλημένους ἐπὶ κιναιδίᾳ. Πάρδαλις δὲ καὶ ἄνδρα καὶ γυναῖκα σημαίνει, πανούργους δὲ καὶ κακοτρόπους διὰ τὸ ποικίλον τοῦ χρώματος, πολλάκις δὲ καὶ ἀπὸ ἐθνῶν ὄντας, ἐν οἷς οἱ πλεῖστοι στίζονται. καὶ νόσον καὶ ἄλλον τινὰ φόβον οὐ τὸν τυχόντα σημαίνει καὶ περὶ ὄμματα κίνδυνον.

    [*](p. 103)

    Ἄρκτος δὲ γυναῖκα σημαίνει (φασὶ γὰρ ἐκ Καλλιστοῦς τῆς Ἀρκαδικῆς μεταβαλεῖν τὸ ζῷον οἱ περὶ μεταμορφώσεων μυθολογήσαντες) καὶ νόσον διὰ τὸ θηριῶδες καὶ κίνησιν καὶ ἀποδημίαν, ἐπειδὴ ὁμώνυμός ἐστι τῷ ἀεὶ κινουμένῳ ἄστρῳ· πάλιν δὲ τὴν ἐπὶ τοῦ αὐτοῦ τόπου

    123
    στροφὴν μαντεύεται· καὶ γὰρ τὸ ἄστρον ἀεὶ ἐν τῷ αὐτῷ κινούμενον οὐ καταδύεταί.

    Ἐλέφας ἔξω μὲν Ἰ"ταλίας καὶ Ἰνδίας ὁρώμενος κίνδυνον καὶ φόβον σημαίνει διὰ τὸ χρῶμα καὶ διὰ τὸ μέγεθος φοβερὸν γὰρ τὸ ζῷον, καὶ μάλιστα τοῖς μὴ ἠθάσιν αὐτοῦ ἐν Ἰταλίᾳ δὲ δεσπότην σημαίνει καὶ βασιλέα καὶ ἄνδρα μέγιστον. ὅθεν ἐπειδὰν βαστάζῃ ἀφόβως πειθόμενος τῷ ἐποχουμένῳ, τὰς ἀπὸ τῶν τοιούτων ἐργασίας τε καὶ εὐεργεσίας μαντεύεται ὅταν δὲ βλάπτῃ, τὰς ἀπὸ τῶν τοιούτων βλάβας. πολλάκις δὲ ἐτήρησα ἐλέφας διώκων καὶ ἀπειλῶν νόσον προαγορεύει. καὶ καταλαβὼν μὲν καὶ διαχρησάμενος τῷ ἰδόντι θάνατον σημαίνει, μὴ καταλαβών δὲ εἰς ἔσχατον κίνδυνον ἐλάσαντα σωθήσεσθαι καὶ γάρ φασι τὸ ζῷον ἀνακεῖσθαι τῷ Πλούτωνι. γυναικὶ δὲ οὐδαμῶς ἀγαθός ἐστιν ὁρώμενος οὔτε προσιὼν οὔτε βαστάζων. οἶδα δὲ τινα ἐν Ἰταλίᾳ γυναῖκα πάνυ πλουσίαν καὶ μὴ νοσοῦσαν, ἐδόκει ἐλέφαντι ὀχεῖσθαι, καὶ οὐκ εἰς μακρὰν ἀπέθανεν.

    Ὄναγρος δὲ ἔχθραν πρός τινα σημαίνει ἀγνώμονα καὶ οὐ πάνυ τι εὐγενῆ· ἔχει γάρ τι ὄνου σύμφυλον. μεμνῆσθαι δὲ χρὴ ὅτι κοινὸν ἔχει πάντα τὰ ζῷα τὰ ἄγρια πρὸς τοὺς ἐχθροὺς λόγον. ἀεὶ οὖν ἄμεινον κρατεῖν τούτων [*](p. 104)

    124
    ἢ κρατεῖσθαι ὑπʼ αὐτῶν τῶν γὰρ ἐχθρῶν περιγενήσεσθαι σημαίνει καὶ ὑπέρτερον ἔσεσθαι.

    Λύκος ἐνιαυτὸν σημαίνει διὰ τὸ ὄνομα· λυκάβαντας γὰρ οἱ ποιηταὶ τοὺς ἐνιαυτοὺς καλοῦσιν ἀπὸ τοῦ περὶ τὰ ζῷα ταῦτα συμβεβηκότος· ἀεὶ γὰρ ἑπόμενα ἀλλήλοις ἐν τάξει δίεισι ποταμόν, ὥσπερ αἱ τοῦ ἔτους ὧραι ἑπόμεναι ἀλλήλαις τελοῦσι τὸν ἐνιαυτόν. καὶ ἐχθρὸν δὲ βίαιόν τινα καὶ ἁρπακτικὸν καὶ πανοῦργον καὶ ἐκ τοῦ φανεροῦ ὁμόσε χωροῦντα.

    Ἀλώπηξ τὰ μὲν αὐτὰ τῷ λύκῳ σημαίνει, διαφέρει δὲ ἐν τῷ τοὺς ἐχθροὺς οὐκ ἐκ τοῦ φανεροῦ ἐπιθησομένους σημαίνειν ἀλλὰ λάθρᾳ ἐπιβουλεύσοντας. ὡς δὲ ἐπὶ τὸ πλεῖστον γυναῖκας σημαίνει τὰς ἐπιτιθεμένας.

    Πίθηκος δὲ ἄνδρα πανοῦργον καὶ γόητα σημαίνει.

    Καὶ ὁ Κυνοκέφαλος τὰ αὐτὰ τῷ πιθήκῳ σημαίνει, προστίθησι δὲ τοῖς ἀποτελέσμασι καὶ νόσον, ὡς ἐπὶ τὸ πλεῖστον τὴν ἱερὰν καλουμένην· ἀνάκειται γὰρ τῇ Σελήνῃ, φασὶ δὲ καὶ τὴν νόσον ταύτην οἱ παλαιοὶ ἀνακεῖσθαι

    125
    τῇ Σελήνῃ. σφίγγας δὲ καὶ λύγκας καὶ κερκοπιθήκους τοὺς τὰς οὐρὰς ἔχοντας καὶ εἴ τι ἄλλο τοιοῦτο ζῷον εἰς τὴν αὐτὴν τούτοις ἀνακτέον μοῖραν.

    Ὕαινα δὲ γυναῖκα σημαίνει ἀνδρόγυνον ἢ φαρμακίδα καὶ ἄνδρα κίναιδον οὐκ εὐγνώμονα.

    Σύαγρος χειμῶνα σημαίνει βίαιον τοῖς ὁδεύουσιν ἢ πλέουσιν, καὶ τοῖς δικαζομένοις ἐχθρὸν δυνατὸν ἅμα καὶ ἀγνώμονα καὶ βίαιον φωνῇ μιαρᾷ πολλάκις κεχρημένον, [*](p. 105) γεωργοῖς δὲ ἀφορίαν διὰ τὸ λυμαίνεσθαι τὰ φυτά, καὶ τῷ γαμοῦντι οὔτε εὔνουν οὔτε ἐπιεικῆ τὴν γυναῖκα παρίστησιν. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ σύαγρος γυναῖκα σημαίνει. καὶ γὰρ εἰ κακόζηλον, ἀλλʼ οὖν γε εἰρήσεται εἰς ἐπίδειξιν ὧν πολλάκις ἐτήρησα. κάπρος καλεῖται τὸ ζῷον καὶ εἰκότως γυναῖκα σημαίνει· οὕτω γὰρ λέγονται αἱ κατωφερεῖς, καὶ τὸ ‘καπρᾷς, κακόδαιμον’ Μένανδρός φησιν.

    Ἔλαφος ἐν μὲν νηὶ τὰ πηδάλια σημαίνει καὶ τάχος τῆς νεώς, ἐν ὁδῷ δὲ τὸ κατὰ τὴν ὁδὸν καὶ τὴν ἀποδημίαν εὐκίνητον ἢ πάλιν αὖ δυσεργές. δείξει δὲ τοῦτο ὅπως ἂν ἔχῃ διαθέσεως ἡ ἔλαφος. ἐν δὲ τοῖς λοιποῖς τοὺς ἀποδιδράσκοντας καὶ τοὺς ἐν δίκαις φεύγοντας καὶ τοὺς καταλείποντας

    126
    τὰς συμβιώσεις εὐγνώμονας μὲν δειλοὺς δὲ καὶ ἀτόλμους παρίστησιν.

    Εἰ δὲ τι τῶν μὴ ἐπιπολαζόντων ἀλλὰ σπανίων ἢ ἐν Διβύῃ ἢ παρʼ Ὠκεανῷ ἢ ἐν τῇ δύσει γεννᾶται ζῷον, ὃ μὴ ἐν τῷδε τῷ λόγῳ κατηρίθμηται, ἀπὸ τῶν εἰρημένων ἐπὶ τὸ ὅμοιον ἀεὶ καὶ μὴ πολὺ τὴν φύσιν διεστὸς μετάγοντας δεῖ τὰς κρίσεις ποιεῖσθαι.

    Ταῦτα μὲν οὖν περὶ τετραπόδων ἡμέρων τε καὶ ἀγρίων ἱκανὰ νομίζειν χρή, καὶ μάλιστά γε τὸν μὴ πομπὴν λόγων ἀποδεχόμενον ἀλλʼ αὐτὸ τἀληθῆ ἐξετάζοντα. κἀκεῖνο δὲ σκοπεῖν προσήκει, ὅτι τὰ ἐξ ἡμέρων μὲν ἄγρια γενόμενα πονηρὰ ἂν εἴη, ἐξ ἀγρίων δὲ ἥμερα γενόμενα ἀγαθὰ καὶ ὠφέλιμα γίνεται. μεγάλα δὲ ἀγαθὰ σημαίνει τὰ καὶ φονὴν ῥήξαντα καὶ φθεγξάμενα ὥσπερ ἄνθρωποι, καὶ μάλιστα ὅταν τι εὔφημον καὶ ἡδὺ εἴπῃ. ὅ τι δʼ ἂν εἴπῃ, [*](p. 106) πάντως ἀληθῆ λέγει, καὶ χρὴ πιστεύειν κἂν μὲν ἁπλοῦν ᾖ τὸ εἰρημένον, αὐτόθεν προσέχειν· ἐὰν δέ τι αἴνιγμα, πειρᾶσθαι ἑρμηνεύειν.

    Περὶ δὲ τῶν ἀπόδων ἑξῆς ποιήσομαι τὸν λόγον.

    Δράκων βασιλέα σημαίνει διὰ τὸ δυνατὸν καὶ ἄρχοντα καὶ χρόνον διὰ τὸ μῆκος καὶ διὰ τὸ ἀποδιδύσκεσθαι τὸ γῆρας καὶ πάλιν νεάζειν τὸ γὰρ αὐτὸ καὶ τῷ χρόνῳ συμβέβηκε κατὰ τὰς τοῦ ἔτους ὥρας γηρᾶν τε καὶ νεάζειν

    127
    καὶ πλοῦτον καὶ χρήματα διὰ τὸ ἐπὶ θησαυροὺς ἱδρύεσθαι, καὶ θεούς πάντας, οἷς ἐστιν ἱερός. εἰσὶ δὲ οἵδε Ζεὺς Σαβάζιος Ἥλιος Δημήτηρ καὶ Κόρῃ Ἑκάτη ’ Ἀσκληπιὸς Ἥρωες. ἐπειδὰν οὖν προσίῃ ἢ καὶ διδῷ τι ἢ λέγῃ καὶ τὸ μὴ ἄγριον διὰ τῆς γλώσσης ἐμφαίνῃ, ἀγαθὰ μεγάλα σημαίνει ἀπὸ τῶν εἰρημένων ἢ διὰ τούς εἰρημένους θεοὺς ἢ δαίμονας· τὰ δὲ ἐναντία πράττων πονηρός. περιπλακεὶς δὲ καὶ δήσας τινὰ --- καὶ δεσμὰ προαγορεύει καὶ τοῖς νοσοῦσιν ὄλεθρον καὶ σχεδὸν εἰς τὴν γῆν ἄγει· γῆς γάρ ἐστι καὶ αὐτὸς παῖς καὶ τὰς διατριβὰς ἐν τῇ γῇ ποιεῖται.

    Ὄφις δὲ νόσον σημαίνει καὶ ἐχθρόν. ὅπως δʼ ἂν διαθῇ τινα, οὕτω καὶ ἡ νόσος καὶ ὁ ἐχθρὸς τὸν ἰδόντα διαθήσουσιν.

    Ἀσπίδες καὶ ἔχιδναι ἀργύριον σημαίνουσι διὰ τὸν πολὺν ἰόν, καὶ γυναῖκας πλουσίας διὰ τὸν αὐτὸν λόγον. αὗται δὲ καὶ δάκνουσαι ἀγαθαὶ παρά γε ἐμοὶ τετήρηνται καὶ προσιοῦσαι καὶ περιπλεκόμεναι. οἷον δʼ ἂν θηρίον ἑρπετὸν γυνὴ ἐν τῷ κόλπῳ ἔχουσα κρύπτῃ καὶ ἐπʼ αὐτῷ τέρπηται, μοιχεύεται ὡς ἐπὶ τὸ πολὺ ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἰδόντος·

    128
    [*](p. 107) ἐὰν δὲ φοβῆται ἢ ἀνιᾶται νοσήσει καὶ ἐὰν ἐν γαστρὶ ἔχῃ, φθερεῖ καὶ οὐ διασώσει τὸ ἔμβρυον.

    Ὕδροι τὰ μὲν αὐτὰ τῷ ὄφει σημαίνουσι καὶ τὴν νόσον ἐξ ὑγρῶν ἢ ἐν ὕδατι τὸν κίνδυνον ποιοῦσι καὶ τοὺς ἐχθροὺς σημαίνουσιν ἐξ ὕδατος ἢ διʼ ὕδατος ἔχειν τὴν ἐργασίαν. δρυΐναι δὲ καὶ παρεῖαι καὶ φύσαλοι πονηροὶ πάντες, καὶ τὰς ἀδικίας ἔκ τινων σημαίνουσιν οὐκ ἀστικῶν οὐδὲ ἐν πόλει διατριβόντων. σὴψ δὲ καὶ διψὰς καὶ δίφας καὶ ὁ καλούμενος χαμαιλέων καὶ ὅσα ἄλλα Νίκανδρος κατηρίθμησε πονηρὰ οὔτε ὁρώμενα οὔτε ὁμόσε χωροῦντα ἀγαθόν τι σημαίνει, ἀλλὰ κινδύνους οὐ τοὺς τυχόντας ἐπάγει. φαλάγγια δὲ καὶ σκορπίοι καὶ σκολόπενδραι πονηροὺς σημαίνουσιν ἀνθρώπους.

    Σαγήνη καὶ γρῖπος καὶ ἀμφίβληστρον καὶ ὅσα ἄλλα ἐκ λίνων πέπλεκται ἐπιτήδεια πρὸς ἁλιείαν, ταὐτὰ τοῖς λίνοις τοῖς κυνηγετικοῖς, περὶ ὧν ἔμπροσθεν ἐπεμνήσθην, σημαίνει· ὁρμιαὶ δὲ καὶ ἄγκιστρα καὶ καθετῆρες καὶ οἱ λεγόμενοι δόλωνες δόλους καὶ ἐνέδρας σημαίνουσιν. ἀεὶ δὲ ἄμεινον αὐτὸν ταῦτα ἔχειν δοκεῖν ἄλλον ἔχοντα ἰδεῖν. λαμβάνειν δὲ ἰχθύας πολλούς ἅμα καὶ μεγάλους ἀγαθὸν καὶ κερδοφόρον πᾶσι πλὴν τῶν ἐπιδίφριον τὴν ἐργασίαν ἐχόντων καὶ σοφιστῶν· τοῖς μὲν γὰρ σχολὴν

    129
    σημαίνει τὸ ὄναρ διὰ τὸ μὴ δύνασθαι καὶ πρὸς ἔργῳ τῷ συνήθει εἶναι καὶ ἁλιεύειν, τοῖς δὲ οὔ φησιν ἐπιτηδείων τεύξεσθαι τῶν ἀκροατῶν· ἄφωνον γὰρ ὁ ἰχθύς. μικροὶ δʼ ἰχθύες λαμβανόμενοι ἀηδίαν σημαίνουσι καὶ οὐδαμῶς κέρδος, ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην, οἷον χαλκίδες τριχίαι μαινίδες ψηστοὶ [*](p. 108) ἀφύαι. ἤδη δέ τι καὶ κατ’ εἶδος οἱ ἰχθύες διάφορον σημαίνουσιν· ἔχει δὲ ἕκαστα οὕτως. ὅσοι τῶν ἰχθύων εἰσὶ ποικίλοι, τοῖς μὲν νοσοῦσι φαρμακίας τοῖς δὲ ἐρρωμένοις δόλους καὶ ἐπιβουλὰς σημαίνουσιν, οἷον κίχλη φυκίς χάννος ἰουλὶς στρωματεὺς καὶ τὰ ὅμοια· ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ πυρροί, δούλοις μὲν καὶ κακούργοις βασάνους σημαίνουσι, νοσοῦσι δὲ πυρετὸν λάβρον καὶ φλεγμονάς, τοῖς δὲ λανθάνειν πειρωμένοις ἔλεγχον ἐπάγουσιν, οἷον συνόδους ἐρυθῖνος κόκκυξ τρίγλη. αὕτη δὲ γυναιξὶν ἀτέκνοις ἐστὶν ἀγαθή τρὶς γὰρ κυεῖ. ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι.
    130
    ὅσοι δὲ τῶν ἰχθύων ἀποδιδύσκονται τὸ γῆρας, ἀγαθοὶ τοῖς νοσοῦσι καὶ τοῖς ἐν εἱρκτῇ οὖσι καὶ πένησι καὶ πᾶσι τοῖς ἔν τινι περιστάσει οὖσιν ἀποθήσονται γὰρ τὰ περικείμενα φαῦλα. ἀποδιδύσκονται γὰρ τὸ γῆρας τῶν ἰχθύων οἱ μαλακόστρακοι, οἷον καρὶς κάραβος καρκίνος ἀστακὸς πάγουρος καὶ ἡ λεγομένη γραῦς καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια. ταῦτα δὲ καὶ πληγὰς πολλάκις προεμαντεύσατο διὰ τὸ ἑαυτὰ παίειν, καὶ ἀποδημίας, ὅτι ἐστὶν ἀμφίβια. ὅσοι δὲ τῶν ἰχθύων ἐκταράσσουσι τὴν κοιλίαν ἡμῶν καὶ ἀποκρίνουσι τὰ σκύβαλα, ταὐτὰ τοῖς λαχάνοις σημαίνουσι καὶ τὴν αὐτὴν τοῖς ἀνθρώποις παρέχουσι χρείαν. περὶ ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ εἴρηκα. λύει δὲ τὴν γαστέρα λαμβανόμενα πάντα τὰ ὀστρακόδερμα, οἷον πορφύρα κῆρυξ ὄστρεον στρόμβος ἐχῖνος μῦς πελωρὶς χήμη κτένες καρκινάδες καὶ εἴ τι ἄλλο τοιοῦτον. πορφύραι δὲ καὶ καρκινάδες ἁλιεῦσι καὶ πορφυρευταῖς πολλάκις συμφέρουσιν.
    131
    πῖνα δὲ καὶ ὁ λεγόμενος πινοφύλαξ καρκίνος καὶ πρὸς γάμον καὶ κοινωνίαν εἰσὶν ἀγαθοὶ διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν καὶ εὔνοιαν. οἱ δὲ μαλακοὶ τῶν ἰχθύων μόνοις τοῖς πανούργοις συμφέρουσι· καὶ γὰρ αὐτοὶ μεταβάλλοντες τὰ χρώματα καὶ ὁμοιούμενοι τοῖς τόποις, ἐν οἷς ἂν γένωνται, λανθάνουσι. τοῖς δὲ λοιποῖς ἐμπόδια καὶ κατοχὰς σημαίνουσι διὰ τὸ καθεκτικὸν καὶ ἐξῶδες, καὶ ἐν ταῖς πράξεσιν ἀτονίας πολλὰς προαγορεύουσι διὰ τὸ μὴ ὀστέα ἔχειν· ἰσχὺς γὰρ σώματος ὀστέον. εἰσὶ δὲ οἵδε, πολύπους τευθὶς ἀκαλήφη ναύπλιος ἑλεδώνη πορφυρίων σηπία. αὕτη δὲ μόνη καὶ τοὺς ἀποδρᾶναι πειρωμένους ὠφελεῖ διὰ τὸν θολόν, ᾧ χρωμένη πολλάκις φεύγει. μέμνηται δὲ τούτου τοῦ ὀνείρου καὶ Ἀντιφῶν ὁ Ἀθηναῖος. ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ σελάχιοι, οἱ μὲν μακροὶ πάντες ματαιοπονίαν σημαίνουσι καὶ τὰ
    132
    ἐλπιζόμενα οὐ τελειοῦσιν, ἐπειδὴ διολισθαίνουσι τῶν χειρῶν καὶ ὅτι λεπίδας οὐκ ἔχουσιν, αἳ τῷ σώματι περίκεινται ὥσπερ ἀνθρώποις τὰ χρήματα. εἰσὶ δὲ οἵδε σμύραινα ἔγχελυς γόγγρος. οἱ δὲ πλατεῖς καὶ κινδύνους σημαίνουσι διὰ τὸ θηριῶδες καὶ ἐπιβουλάς, οἷον τρυγὼν νάρκη βοῦς καὶ ὁ λεγόμενος ἀετὸς καὶ γαλεὸς καὶ ῥίνη καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον. ὅσοι δὲ τῶν ἰχθύων ὅμοιοι μέν εἰσι λεπιδωτοῖς, οὐκ ἔχουσι δὲ λεπίδας, διολιαθῆσαι τὰς ἐλπίδας τοῦ ἰδόντος σημαίνουσιν, οἷον θύννος καὶ τὰ εἴδη αὐτοῦ πρημὰς πηλαμὺς σῖμος σφύραινα [*](p. 110) καὶ κολίας καὶ τὰ ὅμοια. μόρμυροι δὲ καὶ μελάνουροι καὶ σκορπίοι καὶ κωβιοὶ περιπεσεῖν σημαίνουσι πανούργοις καὶ ἀηδέσιν ἀνθρώποις, κορακῖνοι δὲ καὶ βλέννοι πονηροῖς καὶ ἀνωφελέσιν. ἰχθύες δὲ οἱ λιμναῖοι ἀγαθοὶ μέν, ἧσσον δέ καὶ γὰρ ἧσσον τῶν θαλασσίων εἰσὶ πολυτελεῖς, καὶ τρέφουσιν οὐχ ὀμοίως.

    Βάτραχοι δὲ ἄνδρας γόητας καὶ βωμολόχους προαγορεύουσι, τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις εἰσὶν ἀγαθοί. οἶδα δέ τινα οἰκέτην, ὃς ἔδοξε βατράχοις κονδύλους ἐπισείειν, καὶ προέστη τῆς τοῦ δεσπότου οἰκίας ἄρχων τῶν ἐν τῇ

    133
    οἰκίᾳ, ἀνθρώπων· ἡ μὲν γὰρ λίμνη τὴν οἰκίαν ἐσήμαινεν, οἱ δὲ βάτραχοι τούς ἔνδον ἀνθρώπους, ὁ κονδυλισμὸς δὲ τὴν ἐπιταγήν.

    Θηρίον θαλάσσιον ἐν θαλάσσῃ ἰδεῖν οὐδενὶ συμφέρει πλὴν δελφῖνος· οὗτος γὰρ ἐν θαλάσσῃ ὁρώμενος ἀγαθός, καὶ ὅπου ἐπέρχεται, ἐκεῖθεν πνευσόμενον ἄνεμον σημαίνει. ἔξω δὲ θαλάσσης καὶ τοῦ ὑγροῦ πᾶν θηρίον θαλάσσιον ὁραθὲν ἀγαθόν οὐ γὰρ ἔτι κακῶσαι δύναται ὅπου γε μηδὲ ἑαυτὸ σῶσαι ἀσπαῖρον καὶ δυσθανατοῦν. διὸ καὶ τοὺς ἐχθροὺς πρὸς τῷ μηδὲν ἰσχῦσαι κακοὺς κακῶς ἀπολέσθαι σημαίνει. δελφὶς δὲ ἔξω θαλάσσης ὁρώμενος οὐκ ἀγαθός τῶν γὰρ φιλτάτων τινὰ ἐπιδεῖν ἀποθανόντο σημαίνει.

    Λάροι καὶ αἴθυιαι καὶ ὅσα ἐστὶν ἄλλα ὄρνεα θαλάσσια τοὺς πλέοντας εἰς ἔσχατον κατάγουσι κίνδυνον, ἀλλʼ οὐκ ἀπολλύουσι καταδύεται μὲν γὰρ ταῦτα πάντα, ἀλλʼ οὐκ ἀποπνίγεται τῇ θαλάσσῃ. τοῖς δὲ ἄλλοις ἀνθρώποις ἤτοι ἑταίρας σημαίνει καὶ μαχίμους γυναῖκας ἢ ἄνδρας γόητας ἁρπακτικούς τε καὶ ἀγνώμονας καὶ ἐξ ὕδατος ἢ διʼ ὕδατος [*](p. 111) ἔχοντας τὴν ἐργασίαν πρὸς τὴν τροφήν. τὰ δὲ ἀπολλύμενα

    134
    οὐ φασιν εὑρεθήσεσθαι ὅ τι γὰρ ἂν λάβωσι, τοῦτο καταπίνουσιν.

    Ἰχθύας νεκροὺς ἐν θαλάσσῃ εὑρεῖν οὐκ ἀγαθόν· ματαίας γὰρ ἐλπίδας σημαίνουσι, καὶ τὰ προσδοκώμενα οὐκ ἐῶσι τελεσθῆναι ζῶντας δὲ ἰχθύας ἄμεινον λαμβάνειν. περὶ δὲ τῆς σκευασίας αὐτῶν καὶ τῆς ἀρτύσεως τὰς κρίσεις ἀπὸ τῆς τῶν κρεῶν ἀρτύσεως ποιεῖσθαι χρή. ἔτι καὶ τὸ δοκεῖν ἰχθὺν ἐν τῇ κοίτῃ ἰδεῖν πονηρὸν τῷ πλέοντι νομίζειν καὶ τῷ νοσοῦντι· τῷ μὲν γὰρ ναυάγιον τῷ δὲ κίνδυνον ἐξ ὑγρῶν ἢ διʼ ὑγρῶν σημαίνει. καὶ ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα ἰχθύν ὑπολάβῃ τεκεῖν, ὡς μὲν οἱ παλαιοὶ λέγουσιν, ἄφωνον γεννήσει, ὡς δὲ ἐγὼ ἐτήρησα, ὀλιγοχρόνιον. πολλαὶ δὲ καὶ νεκρὰ ἔτεκον ἔξω γὰρ τοῦ περιέχοντος γενόμενος πᾶς ἰχθύς ἀποθνήσκει.

    Κάλαμοι ἰξευτικοὶ καὶ ἰξὸς τοὺς ἀποδήμους ἐπανάγουσι καὶ τοὺς δραπέτας εὑρίσκουσι καὶ τὰ ἀπολωλότα σώζουσι καὶ τὰ προσδοκώμενα τελειοῦσιν, ἀλλʼ οὐ πάντα· τὰ μὲν γὰρ μακρόθεν καὶ διεστῶτα πρὸς τὸν χρώμενον ἄγουσι, τοῦτʼ ἔστι πρὸς τὸν ἰξεύοντα, ἔνια δὲ τοὺς καλάμους καὶ διαφεύγει. αἱ δὲ λεγόμεναι νεφέλαι καὶ ὅσα ἄλλα πλεκτά ἐστι πρὸς

    135
    θήραν ὀρνέων πεποιημένα τὸν αὐτὸν ἔχει λόγον ταῖς σαγήναις καὶ τοῖς δικτύοις.

    Ἑξῆς δὲ ἀκολουθεῖ τῷ λόγῳ τούτῳ περὶ ζῴων ἀεροπόρων εἰπεῖν.