Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Τὸ δὲ ὅπλον λεγόμενον ἐπὶ πάντων πᾶσι παρολκὰς σημαίνει· τελευταῖον γὰρ καὶ ἐπὶ πᾶσι τὸ ἆθλον. τοῖς δὲ νοσοῦσι διʼ αὐτὸ τοῦτο θάνατον σημαίνει.

Οἱ μὲν πάνυ παλαιοὶ τὸ λούεσθαι οὐ κακὸν ἐνόμιζον· βαλανεῖα γὰρ οὐκ ᾔδεσαν, ἐπειδὴ ἐν ταῖς λεγομέναις ἀσαμίνθοις ἐλούοντο· οἱ δὲ μεταγενέστεροι ἤδη καὶ βαλανείων ὄντων τό τε λούεσθαι κακὸν ἐνόμιζον καὶ βαλανεῖον ἰδεῖν, καὶ εἰ μὴ λούοιτό τις. καὶ ἐδόκουν ταραχὴν μέν σημαίνειν τὸ βαλανεῖον διὰ τὸν ἐν αὐτῷ γινόμενον θόρυβον, βλάβην δὲ διὰ τὸν ἀποκρινόμενον ἱδρῶτα, ἔτι δὲ καὶ ἀγωνίαν καὶ δεῖμα τῆς ψυχῆς διὰ τὸ τρέπεσθαι τὸν χρῶτα καὶ τὴν ἐπιφάνειαν τοῦ σώματος ἐν τῷ βαλανείῳ. καὶ τῶν νῦν τινες ἀκολουθοῦντες τῇ παλαιᾷ γνώμῃ κατὰ ταὐτὰ

69
κρίνουσι πεπλανημένοι καὶ μὴ τῇ πείρα ἀκολουθοῦντες. πάλαι μὲν γὰρ εἰκὸς πονηρὰ εἶναι τὰ βαλανεῖα, ἐπεὶ μὴ συνεχῶς ἐλούοντο οἱ ἄνθρωποι μηδὲ εἶχον τοσαῦτα βαλανεῖα, [*](p.85) ἀλλʼ πόλεμον καταστρεψάμενοι ἢ μεγάλου ἀποπαυσάμενοι πόνου ἐλούοντο (ἦν οὖν αὐτοῖς ὑπόμνημα πόνου πολέμου τὸ βαλανεῖον καὶ αὐτὸ τὸ λούεσθαι) νῦν δὲ οἱ μὲν οὐ πρότερον ἐσθίουσιν εἰ μὴ λούοιντο, οἱ δὲ καὶ ἐμφαγόντες εἶτα δὴ λούονται μέλλοντες δειπνήσειν· καὶ ἔστι νῦν τὸ βαλανεῖον οὐδὲν ἄλλο ἢ ὀδὸς ἐπὶ τρυφήν. τοιγαροῦν λούεσθαι ἐν βαλανείοις καλοῖς καὶ φωτεινοῖς καὶ ἀέρος εὐκράτως ἔχουσιν ἀγαθὸν καὶ εὐπορίαν ᾅμα καὶ εὐπραξίαν τοῖς ἐρρωμένοις σημαῖνον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ἐρρωμένων γὰρ τὸ λούεσθαι μὴ πρὸς ἀνάγκην γε ὄντων. εἰ δέ τις λούοιτο καθʼ ὃν οὐ προσήκει τρόπον, οὐκ ἀγαθὸν αὐτῷ. οἷον εἴ τις ἅμα τοῖς ἱματίοις εἰς τὸ θερμὸν εἰσίοι, νόσον σημαίνει καὶ μεγάλας ἀγωνίας αὐτῷ· οἱ γὰρ νοσοῦντες εἰσίασιν ἐνδεδυμένοι καὶ οἱ περὶ μεγάλων ἀγωνιῶντες καὶ ἐν τοῖς ἱματίοις ἱδροῦσι. πονηρὸν δὲ καὶ πένητι τὸ μετὰ θεραπείας καὶ πολλῶν τινων περιεπόντων αὐτὸν λούεσθαι νόσον γὰρ αὐτῷ μακρὰν σημαίνει· οὐ γὰρ ἄλλως πένης μετὰ πολλῶν λούεται. ὁμοίως δὲ καὶ πλουσίῳ πονηρὸν τὸ μόνον λούεσθαι. κοινῇ δὲ πᾶσιν ἄτοπον τὸ μὴ δύνασθαι ἱδροῦν ὕπαιθρον τὸ βαλανεῖον γενόμενον ἰδεῖν
70
ἀπολέσαν τὴν ὀροφὴν ἤ μὴ εὑρίσκειν ὕδωρ ἐν ταῖς δεξαμεναῖς· τοῦτο γὰρ καὶ παντελῶς ἄτοπον. ἃ γὰρ ἐλπίζει τις, οὐ τελέσει, καὶ μάλιστά γε, εἰ ἐν ὄχλῳ ἢ ἐξ ὄχλου πορίζοι. οἶδα δέ τινα κιθαρῳδὸν ἐνΣμύρῃ μέλλοντα ἀγωνίζεσθαι τὸν ἱερὸν ἀγῶνα τὸν Ἀδριανοῦ, ὃς ἔδοξε λουσόμενος ὕδωρ μὴ εὑρεῖν ἐν τῷ βαλανείῳ, καὶ συνέβη αὐτῷ διαφθείραντι τὸν ἀγῶνα καταφανεῖ γενέσθαι καὶ ζημιωθῆναι [*](p.59) καὶ ἐκβληθῆναι τοῦ ἀγῶνος, καὶ τοῦτο ἦην, ὅπερ ἐσήμαινεν αὐτῷ τὸ ὄναρ, μὴ εὑρεῖν ὃ ἐζήτει, σημαίνοντος τοῦ βαλανείου τὸ θέατρον. λούεσθαι δὲ θερμοῖς ὕδασι, λέγω δὲ τοῖς αὐτοφυέσι, τοῖς μὲν νοσοῦσιν ὑγείαν τοῖς δὲ ἐρρωμένοις ἀπραξίαν σημαίνει· ἤ γὰρ ἀναλαμβάνοντες ἢ ἀπραγοῦντες εἰς θερμὰ πορεύονται. ἀγαθὸν δὲ καὶ ἐν πηγαῖς καὶ ἐν λίμναις καὶ ἐν κρήναις καὶ ἐν ποταμοῖς καθαρὸν καὶ διειδὲς ἔχουσιν ὕδωρ λούεσθαι, ἀλλʼ οὐχὶ νήχεσθαι, ἐπεὶ τό γε νήχεσθαι πᾶσι πονηρὸν καὶ κινδύνου καὶ νόσου σύμβολον. τὴν δὲ αἰτίαν Πανύασις ὁ Ἁλικαρνασσεὺς ἐπιμελῶς ἐξηγήσατο. στελγίδες δὲ καὶ ξύστραι καὶ καταμαγεῖα θεράποντας σημαίνουσιν. ὅθεν εἴ τις ἀπολέσειέ τι τούτων κατ’ ὄναρ ἀνδράποδον ἀπολέσει τῶν πρὸς θεραπείαν ἐπιτηδείων, ἰδίως δὲ αἱ ξύστραι καὶ βλάβης εἰσὶ σημαντικαὶ διὰ τὸ ἀποξύειν τὸν ἱδρῶτα καὶ μὴ προστιθέναι τι τῷ σώματι· ἔστι δὲ ὅτε καὶ ἑταίραν ᾐνίξαντο τὸ γὰρ αὐτὸ καὶ ἑταίρα τῷ σώματι προσιοῦσα ποιεῖ. λήκυθος δὲ
71
καὶ ξυστροφύλαξ οἷς μὲν γυναῖκα οἰκουρὸν ἢ πιστὴν θεράπαιναν, οἷς δὲ οἰκέτην χρήσιμον σημαίνουσιν.

Περὶ τροφῆς διαλαμβάνοντας ἀναγκαῖόν ἐστι διελεῖν ὑπὲρ εὐσήμου διδασκαλίας καὶ μὴ συγχεῖν τὰ ξηρὰ τόῖς ὑγροῖς. ἔτι καὶ τῆς ξηρᾶς τὸ ποιὸν ἅμα καὶ τῆς ὑγρᾶς ἰδίᾳ ἕκαστον διαληψόμεθα. καὶ πρῶτον μὲν περὶ τῆς ὑγρᾶς ἐροῦμεν τροφῆς.

Πίνειν ὕδωρ ψυχρὸν ἀγαθὸν πᾶσι θερμὸν δὲ ὕδωρ νόσους ἢ ἀπραξίας σημαίνει πᾶσι χωρὶς τῶν ἔθος ἐχόντων ὑδροποτεῖν οὐ γὰρ κατὰ φύσιν ἔχει τὸ θερμὸν ὕδωρ. οἶνον δὲ πίνειν ὀλίγον μὴ ἐν μεγάλοις ποτηρίοις καὶ μὴ μεθύσκεσθαι ἀγαθόν. δοκεῖ δέ μοι ἐν καιρῷ ἄν τις εἰπεῖν [*](p.60) τὸ Ξενοφῶντος τοῦ Σωκρατικοῦ ὁ σἶνος τὰς μὲν λύπας ὥσπερ μανδραγόρας ἄνδρας κοιμίζει τὰς δὲ φιλοφροσύνας ὥσπερ ἔλαιον φλόγα ἐγείρει.ʼ τούτου δʼ ἕνεκεν προσήκει τὸ αὐτάρκη καὶ ὀλίγον δοκεῖν πίνειν. ἐπεὶ τό γε πολὺν καὶ ἄμετρον πίνειν πολλῶν κακῶν αἴτιον καθίσταται πᾶσιν ἐπίσης. ἐνταῦθα δʼ ἀρθῶς ἄν τις εἴποι τὸ Θεόγνιδος

  • οἶνος πινόμενος πουλὺς κακός· ἤν δέ τις αὐτὸν
  • πίνῃ ἐπισταμένως, οὐ κακὸς ἀλλʼ ἀγαθός.
  • ἐγὼ δέ φημι οὐ μόνον τὸ πίνειν πολὺν οἶνον εἶναι πονηρὸν ἀλλὰ καὶ τὸ ἐν πολλοῖς πίνουσιν ἀναστρέφεσθαι ἕπεται
    72
    γὰρ ἀεὶ τῇ μέθῃ παροινία, ἐξ ἧς στάσις ἡ πολέμου μήτηρ γεννᾶται. οἰνόμελι δὲ καὶ μελίμηλον καὶ ὑδρόμηλον καὶ μυρτίτην καὶ πάντα τὸν ἐσκευασμένον οἶνον πίνειν πλουσίοις μὲν ἀγαθὸν διὰ τὸ τρυφᾶν, πένησι δὲ μοχθηρόν· οὐ γὰρ πρότερον ὁρμῶσιν ἐπὶ τὰ τοιαῦτα πόματα εἰ μὴ ὑπὸ νόσου ἀναγκάζοιντο. ὄξος δὲ πίνειν δοκεῖν στασιάσαι σημαίνει πρὸς τοὺς οἰκείους διὰ τὴν τοῦ στόματος συστροφήν. γάρον δὲ πίνειν φθίσιν σημαίνει. ἔστι γὰρ οὐδὲν ἄλλο ὁ γάρος ἢ σηπεδών. ἔλαιον δὲ πίνειν φαρμακίαν νόσον σημαίνει. ἀεὶ δὲ ἀγαθὸν τὸ διψῶντα πίνειν. τὸ δὲ μὴ εὑρεῖν ὅ τί τις πίῃ καὶ ἐπὶ ποταμὸν ἢ κρήνην ἢ φρέαρ ἐλθόντα μὴ καταλαβεῖν ὕδωρ οὐδὲν τῶν κατ᾿ ἐπιθυμίαν πρᾶξαι σημαίνει· τὸ μὲν γὰρ διψῆν οὐδὲν ἄλλο ἐστὶν ἢ ἐπιθυμεῖν, τὸ δὲ πίνειν τῆς ἐπιθυμίας ἀνάπαυλαν ἔχει. χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι τῶν ποτηρίων τὰ μὲν χρυσᾶ καὶ ἀργυρᾶ καὶ ὀστράκινα πᾶσιν ἀγαθὰ καὶ ἀσφαλείας πολλῆς σημαντικὰ καθίσταται, τὰ μὲν ὡς ἐξ ὕλης στερεᾶς, τὰ δʼ [*](p. 61) ὡς ἐκ συντρόφου. ἔτι καὶ τὰ κεράτινα διὰ τὴν ἀρχαιότητα καὶ διὰ τὸ ἄθραυστον ἀγαθά, τὰ δὲ ὑάλινα μοχθηρὰ διὰ τὴν ὕλην, ἔστι δʼ ὅτε καὶ κινδύνων προαγορευτικὰ διὰ τὸ εὐκατέακτον, καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ διαφανές. ἔστι δέ τις καὶ ἕτερος λόγος ὀρθῶς ἔχων ὡς ἄρα τὰ ποτήρια σημαίνει τοὺς προσιόντας τοῖς χείλεσιν. ὅθεν εἰ κατεάσσοιτο, τούτων τινὰς ἀποθανεῖσθαι δηλοῖ. εἰ δέ τις εἴη
    73
    μόνος, αὐτῷ θάνατον σημαίνει. τοῦτο δὲ καὶ αὐτὸς ἐτήρησα. τοῖς δὲ πλέουσι τὸ δοκεῖν κατεάσσειν ποτήρια ναυάγιον προαγορεύει. αὕτη μὲν οὖν ἡ παλαιὰ διαίρεσις· νυνὶ δὲ πολλάκις ἀποβὰν εἰς ἡμᾶς ἧλθεν ὄναρ τοιοῦτον ἔστι τινὰ τῶν ποτηρίων στενόστομα οὐ πάλαι ὑπʼ ἀνθρώπων εὐρημένα. ταῦτα κατεασσόμενα πάσης θλίψεως καὶ στενοχυρίας λύσιν ὑπισχνεῖται.

    Ἑξῆς δὲ περὶ τροφῆς ξηρᾶς ποιούμενοι τὸν λόγον ἀρξόμεθα ἀπὸ λαχάνων. τῶν λαχάνων ὅσα ὄδωδε μετὰ τὸ βρωθῆναι, τὰ κρυπτὰ ἐλέγχει καὶ πρὸς τοὺς συνοικοῦντας μῖσος ἐργάζεται, οἷον ῥάφανος σέρις πράσα τὰ κειρόμενα· ὅσα δὲ ἀποξύεται τρωκτὰ ὄντα, βλάβην σημαίνει διὰ τὴν ἀποβολὴν τῶν περισσῶν, οἷον θριδακίναι καὶ εἴ τι ἄλλο ὅμοιον. κίτρια δὲ διὰ τὸ ἀκανθῶδες καὶ ὀξὺ ὀδύνας σημαίνει. ἔτι καὶ ἀνεργασίας διὰ τὸ δύσπεπτον· ἔστιγὰρ ἄτροφα. τεῦτλον μαλάχη λάπαθα ὀξυλάπαθα ἀδράφαξυς καταχρέοις μόνοις ἐστὶν ἀγαθὰ διὰ τὸ τὴν γαστέρα ἐκταράσσειν καὶ τὰ ὑποκείμενα σκύβαλα ὑπεξάγειν ἰδίως γὰρ ἡ γαστὴρ καὶ τὰἔντερα δανειστῇ ἔοικε. κεφαλωτὰ δὲ καὶ σταφυλῖνοι καὶ ὅσα ἄλλα ἐστὶ τρόφιμα ὠφελειῶν ἐστι σημαντικά, μόνοις δὲ ἐναντιοῦται τοῖς περὶ γῆς δικαζομένοις· πρόρριζα γὰρ ἀνασπᾶται. κράμβαι δὲ πρὸς οὐδέν εἰσι χρήσιμοι, [*](p.62) μάλιστα δὲ καπήλοις καὶ ἀμπελουργοῖς καὶ πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις πονηραὶ καθίστανται, ἐπειδὴ ἄμπελος μόνῃ κράμβῃ οὐ περιπλέκεται. τῶν δὲ λευκῶν

    74
    λεγομένων λαχάνων γογγύλη μέν καὶ βουνιὰς καὶ κολοκύντη ματαίας ἐλπίδας σημαίνουσιν ἔστι γὰρ πάντα ὄγκος ἄτροφος· τοῖς δὲ νοσοῦσι καὶ τοῖς ὁδεύουσι κατατομάς καὶ διαιρέσεις ὑπὸ σιδήρου γενέσθαι σημαίνουσι διὰ τὸ κατακόπτεσθαι τὰ τοιαῦτα. σίκυοι δὲ καὶπεριτεμνόμενοι τοῖς νοσοῦσίν εἰσιν ἀγαθοὶ διὰ τὸ τὰ ὑγρὰ ἀποκρίνειν. πέπονες δὲ πρὸς μὲν τὰς φιλίας καὶ συμβιβάσεις εἰσὶν ἀγαθοί, πέπον γὰρ τὸ προσφιλέστατον οἱ ποιηταὶ καλοῦσι· πρὸς δὲ τὰς πράξεις ἄπρακτοι· καὶ γὰρ τὸ ἔκλυτον πέπον καλεῖται. κρόμμυα δὲ καὶ σκόροδα ἐσθίειν μὲν πονηρόν, ἔχειν δὲ ἀγαθόν· μόνοις δὲ τοῖς νοσοῦσι διαφόρως τὰ κρόμμυα ἀποβαίνει. καίτοι περὶ αὐτῶν Ἀλέξανδρος ὁ Μύνδιος ἰσχυρῶς ἀπορήσας τὸ τέλος οὐ κατείληφε. φημ δὲ ἐγώ εἴ τις πολλὰ κρόμμυα δόξειεν ἐσθίειν, τύχοι δὲ νοσῶν, ἀναστήσεται, ἄλλον δέ τινα πενθήσει· εἰ δὲ ὀλίγα, τεθνήξεται. δακρύουσι μὲν γὰρ οἱ ἀποθνήσκοντες ὀλίγα, οἱ δὲ πενθοῦντες πολλά, ἐπειδὴ καὶ ἐπὶ πολὺ δακρύουσι.

    Τῶν ὀσπρίων πάντα μοχθηρὰ πλὴν πίσου διὰ τὸ ὄνομα. ἔστι γὰρ πειθοῦς σημαντικόν· μάλιστα δὲ κυβερνήταις καὶ ῥήτορσιν· οἷς μὲν γὰρ τὰ πηδάλια οἷς δὲ οἱ δικασταὶ πεισθήσονται. ἐρεγμὸς δὲ καὶ κύαμος στάσεώς εἰσι

    75
    σημαντικοί, ὃς μὲν διὰ τὸ δεδιχάσθαι ὃς δὲ διὰ τὸ πνεύματος εἶναι ποιητικὸς ἀτόπου οὐ μόνον δὲ διὰ τοῦτο ἀλλ’ ὅτι καὶ πάσης τελετῆς καὶ παντὸς ἱεροῦ ἀπελήλαται. φακῆ δὲ πένθος προαγορεύει καὶ πτισάνη κάματον διὰ [*](p.63) τὸ δύστριπτον. κέγχρος δὲ καὶ ἔλυμος καὶ ζειὰ πενίας τε καὶ ἀπορίας ἐστὶ σημαντικά, μόνοις δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις ἐστὶν ἀγαθά. χόνδρος δὲ καὶ τράγος ᾗ μὲν τρόφιμοί εἰσι, ταύτῃ καὶ κερδαλέοι δὲ μετὰ καμάτου γίνονται, πόνους ὑπερβάλλοντας σημαίνουσι, πένητι δὲ νόσον. σήσαμον δὲ καὶ λινόσπερμον καὶ σίνηπι ἰατροῖς μόνοις ἐστὶν ἀγαθά, τοῖς δὲ ἄλλοις δριμεῖς ἐπάγει πόνους καὶ τὰ κρυπτὰ ἐλέγχει.

    Ἄρτους δοκεῖν ἐσθίειν τοὺς ἐξ ἔθους ἀγαθόν· κατάλληλοι μὲν γὰρ πένητι οἱ ῥυπαροί, πλουσίῳ δὲ οἱ παντελῶς καθαροί οἱ δὲ ἐναλλὰξ οὔτε ἀγαθοὶ καὶ προσέτι κακοί· οἱ μὲν γὰρ νόσον τοῖς πένησιν οἱ δὲ ἀπορίαν τοῖς πλουσίοις σημαίνουσιν. ἄρτοι δὲ κρίθινοι πᾶσιν ἀγαθοί· πρώτην γὰρ ἀνθρώποις τὴν τροφὴν ταύτην παλὰ θεῶν λόγος ἔχειδοθῆναι. ἄλευρα δὲ καὶ ἄλφιτα τὰ μὲν αὐτὰ τοῖς ἄρτοις σημαίνει, ἤττονα δέ καὶ βαρύτερα .

    76

    Κρεῶν τὰ μὲν ὅσα τις ἐαθίει καὶ ποιεῖ, ἀγαθὰ τετήρηται πλὴν ὀλίγων. προβάτεια μὲν γὰρ πᾶσιν ἄτοπα καὶ πένθος οἰκεῖον σημαίνει (ἔστι γὰρ τὰ πρόβατα οὐδὲν ἄλλο ἄνθρωποι), τούτων δὲ ζώντων οὐ γίνεται κρέα ἤδη δὲ καὶ τὰ βόεια διὰ τὸ δύστριπτον, καὶ μικρὰς ἐργασίας διὰ τὴν εὐτέλειαν σημαίνει· δούλοις δὲ βασάνους διὰ τὸν ἱμάντα καὶ τὴν ταυρείαν. χιμαίρεια δὲ τοῖς ἐν χειμῶνι διάγουσιν ἀγαθὰ τετήρηται, τοῖς δὲ ἄλλοις ἀκερδῆ. ὧν μὲν γὰρ τὰ δεινὰ διαλύει, ὅτι χειμῶνι ὁμώνυμα ὄντα τὰ ζῷα ἀνῄρηται ἐπεὶ οὐκ ἄν ἐβιβρώσκετο οἷς δὲ διὰ τὸ ὀστῶδες μικρὰς τὰς ἐργασίας παρέχει. ἄριστα δὲ πᾶσι τὰ χοίρεια· καὶ [*](p. 64) γὰρ εἰκός. ζῶν μὲν γὰρ χοῖρος οὐδὲν εὔχρηστος ἀνθρώποις, ἀποθανὼν δὲ μᾶλλον ἐδώδιμος τῶν ἄλλων τὰ δὲ ἄλλα ζῶντα βελτίονα ἢ ἀναιρεθέντα. καὶ τὸ μὲν ὀπτὰ δοκεῖν ἐσθίειν τὰ χοίρεια παντελῶς ἀγαθόν· προστίθησι γὰρ τάχος ταῖς ὠφελείαις διὰ τὸ πῦρ· τὰ δὲ ἡψημένα λιτῶς βράδιον τὰς αὐτὰς προαγορεύει ὡφελείας, τὰ δὲ κατηρτυμένα οὕτως ὑπὸ ὀψοποιῶν μετὰ κακουχίας τὰς ὡφελείας ἤη μετὰ προαναλωμάτων φέρει. οὐδαμῶς δὲ τὰ ὠμὰ ἐσθιόμενα κρέα ἀγαθά παραπολέσαι γάρ τι τῶν ὄντων σημαίνει, ἐπεὶ μὴ κρατεῖ ἡ ἡμετέρα φύσις ὠμῶν κρεῶν. τὸ δὲ μέγιστον καὶ ὑπερβολῇ ἀγαθόν, ὡς ἐγὼ ἐτήρησα, ἀνθρωπίνας ἐσθίειν σάρκας, ἀνδρὸς οὐ γνωρίμου οὐδὲ οἰκείου, ἐπεὶ ὅ γέ τινος τῶν οἰκείων φαγών σάρκας καὶ τὸν οὗ

    77
    ἔφαγε κατορύξει καὶ αὐτὸς διʼ οὐδὲν μέγα τῶν ἐσθιομένων παραμένει· εἰκός γε ὑπὸ πολλῆς ἀπορίας, ὥς γε φιλεῖ γενέσθαι ἐν πολέμῳ καὶ λιμῷ, ἐπὶ τοιαύτας ὁρμῆσαι τροφάς. πάντων δʼ ἄν εἴη σκαιότατον τὸ παιδὸς ἰδίου σάρκας ἐσθίειν σύντομον γὰρ ὄλεθρον μαντεύεται, εἰ μὴ ἄρα τις ἀπὸ τοιούτων ἐσθίειν νομίσειε μερῶν τοῦ παιδός, ἀφʼ ὧν ὁ παῖς πορίζεται, οἷον εἰ δρομαίου τοὺς πόδας ἤ χειροτέχνου τὰς χεῖρας ἢ παλαιστοῦ τοὺς ὤμους φάγοι· τότε γὰρ τῷ μὲν παιδὶ εὐπορίαν τὸ ὄναρ τοῦτο, τῷ δὲ πατρὶ ὄνασθαι τοῦ παιδὸς προαγορεύει. τῶν δὲ ἄλλων ἀνθρώπων αἱ σάρκες ἐσθιόμεναι ἀγαθαί. τρόπον γάρ τινα οἱ ἄνθρωποι, ὅταν ὠφελῶνται παρʼ ἀλλήλων, ἐσθίουσιν ἀλλήλους. ἀεὶ δὲ ἄμεινον τὸ ἀνδρῶν ἢ γυναικῶν ἐσθίειν καὶ τὸ παίδων ἢ πρεσβυτέρων. ὀρνίθεια δὲ καὶ χήνεια κρέα ἐσθίειν πᾶσιν ἀγαθόν· φέρει δὲ τὰ μὲν ὀρνίθεια τὰς ὠφελείας ἀπὸ γυναικῶν ἢ δικῶν ὅτι ἐκ γυναικῶν μετέβαλον οἱ ὄρνεις ἢ ὅτι αἰκάλλουσι, τὰ δὲ χήνεια ἀπὸ ἀνδρῶν ἀλαζόνων. ἀγαθὸν δὲ καὶ παντὸς θηρίου σάρκας ἐσθίειν πολλὰ γὰρ ἐκ τῆς τῶν ἐχθρῶν οὐσίας ὠφεληθῆναι σημαίνει τὸ δὲ ποδαπτῶν ἔχθράν ἐπιδείξει ᾐτοῦ βρωθέντος ἰδέα τε καὶ μορφή. περὶ ὧν ἐν τῷ περὶ κυνηγίου λόγῳ ἐπιμνησθήσομαι. ἀγαθὸν δὲ καὶ ἰχθύας ἐσθίειν, μάλιστα [*](p.69) μὲν ὀπτούς, οὐδὲν δὲ ἧττον καὶ τοὺς ἄλλως γεγονότας πάντας πλὴν τῶν μικρῶν· οὗτοι γὰρ πλεῖον τὸ ἀκανθῶδες ἔχοντες τοῦ ἐδωδίμου οὐδαμῶς ὡφελείας σημαίνουσιν, ἔχθρας δὲ πρὸς τοὺς οἰκειοτάτους καὶ ματαίας ἐλπίδας. τὸ δὲ κατὰ μέρος περὶ ἰχθύων ἐν τῷ περὶ ἁλιείας ἀκριβώσω λόγῳ.

    78

    Τάριχοι δὲ καὶ πάντα τὰ ἁλιστὰ κρέα καὶ ἰχθύες ἐν μὲν τοῖς προκειμένοις παρολκὰς καὶ ἀναβολὰς σημαίνει· διὰ γὰρ τῶν ἁλῶν ἐπὶ πολὺ τηρεῖται ἐν δὲ τοῖς ἄλλοις τηκεδόνα καὶ λύπην. πολλάκις δὲ καὶ νόσον σημαίνει διὰ τὸ ὑπὸ τῶν ἁλῶν τετῆχθαι.

    Πλακοῦντες οἱ μὴ τετυρωμένοι ἀγαθοί, οἱ δὲ τετυρωμένοι δόλον καὶ ἐνέδραν σημαίνουσι· ταῦτα γὰρ καὶ ὁ τυρὸς προαγορεύει. κοπταὶ δὲ σησαμίδες καὶ πυρα μοὶ ἀγαθὰ πᾶσι, μάλιστα δὲ τοῖς δίκην ἔχουσιν ἦν γὰρ ὁ πυραμὸς παρὰ τοῖς παλαιοῖς ἐπινίκιος. ἐπὶ δὲ τῶν ἄλλων πεμμάτων τῶν ἐν ἑορταῖς καὶ θυσίαις γινομένων τὰς κρίσεις ἀπὸ τοῦ λόγου τῶν ἑορτῶν ποιητέον. περὶ δὲ καππάρεων καὶ ἐλαιῶν καὶ λαχάνων ἀποθέτων πάντων καὶ ὑποτριμμάτων καὶ πάντων τῶν ὁμοίων ἑκὼν παρέλιπον ὡς φανερῶν ὅτι μὴ ἔστιν ἀγαθά.

    Μῆλα μὲν ἐαρινὰ γλυκέα καὶ πέπανα καὶ ἰδεῖν καὶ φαγεῖν ἐστὶν ἀγαθόν πολλὴν γὰρ ἐπαφροδισίαν σημαίνει μάλιστα τοῖς περὶ γυναικὸς ἐρωμένης φροντίζουσι ταῦτα γὰρ ἀνάκειται τῇ Ἀφροδίτῃ. τὰ δὲ ὀξέα μῆλα στάσεις καὶ φιλονεικίας σημαίνει ἐστι γὰρ Ἐριδος τὰ δὲ χειμερινά, ἃ κυδώνια καλοῦμεν, λυπηρὰ διὰ τὸ στυφόν. ἀμύγδαλα δὲ καὶ κάρυα καὶ τὰ λεγόμενα λεπτοκάρυα καὶ ὅσα κατάσσεται, ταραχὰς διὰ τὸν ψόφον σημαίνει καὶ λύπας διὰ τὸ εἶναι πικρὰ φύσει. οἶδα δέ τινα ἄνθα τῶν [*](p.66) εὐπαρύφων ἐν Ἑλλάδι, ὃς ἔδοξε παρά τινος ὄναρ λαμβάνειν

    79
    κάρυον, καὶ διυπνισθεὶς ἐν τῇ χειρὶ ἔτυχε κρατῶν τὸ κάρυον τοῦτο ὃ εἶδε κατ’ ὄναρ. συνέβη αὐτῷ πολλὰ μὲν καὶ ἄλλα κακὰ --- τέλος δὲ ἀτίμῳ γενέσθαι. ἀλλὰ τοῦτο διὰ τὸ ἐναργές ὡς τέρας τὸ τοιοῦτο εἰς μεγάλα ἀπέβη. σῦκα δὲ κατὰ μὲν τὴν ὥραν τὴν ἰδίαν ἀγαθά, καὶ τούτων τὰ λευκὰ ἡδίονα τῶν μελάνων, παρὰ δὲ τὸν καιρὸν φαινόμενα συκοφαντίας καὶ ἐπηρείας προαγορεύει· συκάζειν ʼ γὰρ καὶ τὸ ἐπηρεάζειν ἔλεγον οἱ παλαιοί. μόνοις δὲ τοῖς ὑπαιθρίοις ἐργαζομένοις τὰ μὲν λευκὰ εὐδίαν τὰ δὲ μέλανα χειμῶνα καὶ ὄμβρον σημαίνει, ἐπεὶ τοῖς γε ἄλλοις οὐδὲν ἄν μαντεύοιτο ἡ συκῆ ἢ τὸ τοῦ ἀέρος ὅπως ἕξει καταστήματος. σταφυλὴ δὲ καὶ παρὰ τὸν καιρὸν ἀγαθὴ καὶ κατὰ τὴν ὤραν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὰς διὰ γυναικῶν ἀπὸ γυναικῶν ὠφελείας σημαίνει· φανερὰς μὲν ἡ λευκή, λαθραίους δὲ ἡ μέλαινα. ῥοαὶ δὲ τραυμάτων εἰσὶ σημαντικαὶ διὰ τὸ χρῶμα καὶ βασάνων διὰ τὰς ἀκάνθας καὶ δουλείας καὶ ὑποταγῆς διὰ τὸν ἐν Ἐλευσῖνι λόγον. περσικὰ δὲ καὶ βερικόκκια καὶ κεράσια καὶ πάντα τὰ ὅμοια πλὴν συκαμίνων προσκαίρους ἡδονὰς καὶ ἀπάτας σημαίνει, παρὰ δὲ τὸν καιρὸν ματαιοπονίας. συκάμινα δὲ τὰ αὐτὰ ταῖς ῥοαῖς σημαίνει, ὅ γε καρπός· ἐπεὶ τὸ δένδρον τὴν γενεὰν τοῦ ἰδόντος σημαίνει. ὅθεν ὐθαλὲς μὲν ὄν ἀγαθόν τι ἐσόμενον προαγορεύει, πρόρριζον δὲ ἀνατρεπόμενον τὴν γενεὰν τοῦ ἰδόντος διαφθείρει. ἄπιοι δὲ οἱ μὲν ἥμεροι ἀγαθοί τούτων γὰρ ὁ καρπὸς καὶ ἀποθησαυρισθεὶς ἄσηπτος μένει, καὶ παραυτίκα ἐσθιόμενος πρὸς
    80
    τῷ τροφίμῳ καὶ τὸ οἰνῶδες ἔχει. οἶδα δὲ ἐξ αὐτῶν παρά τισι καὶ ποτὸν σκευαζόμενον. ἀχράδες δὲ καὶ ὄχναι γεωργοῖς μόνοις συμφέρουσι, τοῖς δὲ ἄλλοις εἰσὶν ἀηδεῖς. περὶ δὲ ταώνων καὶ ἀλεκτρυόνων ἐν τῷ περὶ ζώων ἐροῦμενλόγῳ. [*](p.67) δεῖ δὲ τὰ ὑποδείγματα ἔχοντας ἀπὸ τῶν εἰρημένων περὶ τῶν ἀγράφων τεκμαίρεσθαι κατὰ τὸ ὅμοιον μετάγοντας τὸν λόγον.

    Ἐπεὶ δὲ τῷ περὶ τροφῆς λόγῳ ἕπεται ὁ περὶ σκευῶν τῶν κατ’ οἶκον, δίκαιον εἰπεῖν ἡγοῦμαι καὶ περὶ τούτων. ἔχει δὲ ὧδε. ποτήρια μέν, καθὼς ἔμπροσθεν εἴρηται, σημαίνειτὸν βίον, πίνακες δὲ καὶ παροψίδες αὐτὴν τὴν τοῦ βίου διαγωγήν. οἵα τίς ἐστιν ἡ ἑστία σημαίνει λαμβάνειν δὲ χρὴ τὸ τοιοῦτον ἀπὸ τῆς πολυτελείας ἀπὸ τοῦ μείζονα γενέσθαι ἐκ μικροτέρων ἢ μικρότερα ἐκ μειζόνων ἢ ἐξ ὑγιῶν οὐχ ὁλόκληρα ἢ ἐκ κατεαγότων ὑγιᾶ, τὴν μὲν ἐπὶ τὸ κρεῖττον μεταβολὴν πρὸς ἀγαθὸν τιθεμένους, τὴν δὲ ἐπὶ τὸ χεῖρον πρὸς κακόν. ὁ δʼ αὐτὸς καὶ περὶ τῶν ἄλλων σκευῶν ἔστω λόγος. λυχνία δὲ γυναῖκα σημαίνει, λύχνος δὲ τὸν τῆς οἰκίας ἄρχοντα καὶ τὸ πνεῦμα τοῦ ἰδόντος διὰ τὸ ἐπιβλέπειν τὰ ἔνδον διὰ τὸ εὐαπόσβεστον, καὶ ἔρωτα διὰ τὸ ἀναλάμπειν, τρίπους δὲ καὶ ἑστία τὸν βίον καὶ τὴν ὅλην κατάστασιν καὶ τὴν γυναῖκα τοῦ ἰδόντος. ὅ τι ἄν οὖν πάθῃ ὁ τρίπους ἢ ἡ ἑστία, εἰς ταῦτα τὴν βλάβην ἀνακτέον. τράπεζα δὲ τρίποδος οὐδὲν διαφέρει οὐδὲ ἄλλο τι σκεῦος, ᾧ τις ἐπιδειπνεῖ. τύλη δὲ καὶ κλίνη καὶ πάντα τὰ πρὸς κοίτην τὴν γυναῖκα τοῦ ἰδόντος σημαίνει καὶ τὸν ὅλον βίον. τὸ δʼ αὐτὸ καὶ σκίμπους. τούτων δὲ οἱ μὲν πόδες οἰκέτας σημαίνουσι, τῶν δὲ ἐνηλάτων τὸ μὲν ἔξω ἰδίως.

    81
    τὴν γυναῖκα, τὸ δέ ἔσω τὸν ἄνδρα, τὸ δὲ πρὸς τῇ κεφαλῇ τέκνα ἀρσενικά, τὸ δὲ πρὸς τοῖς ποσὶ θηλυκὰ τέκνα. κατὰ ταὐτὰ δὲ τοῖς ἐνηλάτοις καὶ οἱ τοῖχοι τῶν κλινῶν διαλαμβανέσθωσαν. ξέσται δὲ τοὺς θεράποντας, ἀμφορεῖς δὲ τοὺς ὑπηρέτας, τραπεζοφόροι δὲ τοὺς οἰκονόμους, τὰ δέ σιτοδόχα σκεύη τοὺς κατὰ τὸν οἶκον ταμίας σημαίνει, ὁμοίως δὲ καὶ τὸ ταμεῖον. ἀγκῶνες δὲ καὶ πάντα τὰ προσπησσόμενα τὸ κόσμιον τοῦ βίου σημαίνει, κίσται δὲ καὶ πυργίσκοι καὶ θησαυροφυλάκια τὴν γυναῖκα τοῦ ἰδόντος [*](p. 68) διὰ τὸ τὸ τιμιώτατον πεπιστεῦσθαι, στρωματόδεσμοι δὲ καὶ ἐνειλήματα παλλακίδας ἀπελευθέρας. περὶ δὲ τῶν ἄλλων σκευῶν μακρὸν ἂν εἴη λέγειν καὶ ταῦτα ἀπαιτοῦντα παρὰ τῶν ἐντυγχανόντων τοῖς βιβλίοις τὸ μὴ ἀβασανίστως ἀναγνόντας παρʼ αὑτῶν τι προσφιλοτεχνεῖν.

    Μυρίζεσθαι γυναιξὶ πάσαις ἀγαθὸν πλὴν τῶν μοιχευομένων, ἀνδράσι δὲ πρὸς αἰσχύνης ἔσται πλὴν τῶν ἔθος ἐχόντων μυρίζεσθαι.

    Ὀρχεῖσθαι δοκεῖν ἔνδον παρʼ ἑαυτῷ τῶν οἰκείων παρατυγχανόντων μόνων καὶ μηδενὸς ἀλλοτρίου παρόντος καὶ θεωμένου ἀγαθὸν ἐπίσης πᾶσιν. ἀλλὰ καὶ τὸ γυναῖκα τὴν ἑαυτοῦ καὶ τὰ παιδία καὶ τῶν συγγενῶν ἰδεῖν τινα ὀρχούμενον ἀγαθόν εὐφροσύνην γὰρ πολλὴν καὶ δαψίλειαν βίου δηλοῖ, ἐπεὶ οἱ ἄνθρωποι οὐ πρότερον ὀρχοῦνται ἤν μὴ ὥσπερ δεσπότῃ ἀποτόμῳ καὶ ὠμῷ τῇ ἀρχῇ τὴν ἀποφορὰν ἀποδῶσι τότε δὲ ὀρχοῦνται καὶ ἁπλοῦσι τὰ σώματα. ἀσθενοῦντι δὲ ἀνθρώπῳ καὶ ἀνδρὶ καὶ γυναικὶ πονηρόν· διὰ γὰρ τὴν πολλὴν κίνησιν τῆς ὀρχήσεως παραφρονῆσαι

    82
    καὶ παρακόψαι δηλοῖ· πονηρὸν δὲ καὶ τῷ νοσοῦντά τινα ἔχοντι· τὰ γὰρ αὐτὰ τῷ κοπτομένῳ καὶ ὁ ὀρχούμενος πάσχει τε καὶ δρᾷ. ἀλλοτρίων δὲ τινων παρόντων ἀνθρώπων πολλῶν ἢ ὀλίγων δοκεῖν ὀρχεῖσθαι τινα τῶν ἰδίων ὀρχούμενον ἰδεῖν οὐδενὶ ἀγαθὸν οὔτε ἐρρωμένῳ οὔτε νοσοῦντι· τῷ μέν γάρ τις ἔνδον ἐν τῷ οἴκῳ τεθνήξεται, ὁ δὲ ὀρχησάμενος ἀσχημονήσει μεγάλως. παιδίον δὲ ἰδεῖν ὀρχούμενον κωφὸν ἅμα καὶ ἄλαλον τὸ παιδίον γενέσθαι δηλοῖ, ἵνα διανεύσῃ ὅσα βούλεται σημαίνειν. ἐν θεάτρῳ δέ δοκεῖν ὀρχεῖσθαι ἀναπεπλασμένον καὶ τὴν ἄλλην ἔχοντα σκευὴν εὐδοκιμεῖν τε καὶ ἐπαινεῖσθαι πένητι μὲν πλουτῆσαι σημαίνει, ἀλλʼ οὐ μέχρι γήρως· βασιλικὰ μὲν γὰρ [*](p. 69) πρόσωπα μιμεῖται καὶ πολλούς ὑπηρέτας ἔχει ὁ ὀρχηστής, ἀλλὰ μετὰ τὸ δρᾶμα μόνος παραλείπεται· πλουσίῳ δέ ταραχάς τινας ἢ δίκας πλείστας προαγορεύει διὰ τὰς ποικίλας τῶν δραμάτων πλοκάς· γυναικὶ δέ οὔτε πλουσίᾳ οὐτε πένητι ἀγαθὸν τοῦτο τετήρηται· μεγάλας γὰρ καὶ περιβοήτους ἀσχημοσύνας ποιοῦνται. ὅπως δʼ ἂν ὀρχήσηται δοῦλος καὶ ὅπου ἄν, πολλὰς λήφεται πληγάς· καὶ ὁ πλέων ἤτοι ναυαγήσει καὶ μόνος ἐκπεσὼν κολυμβήσει· ὁ μέν γὰρ παιόμενος ὁ δὲ νηχόμενος κινηθήσονται διʼ ὅλων τῶν σωμάτων. ἀγαθὸν δέ ἀνδρὶ δεδεμένῳ τὸ ὀρχεῖσθαι λυθήσεται γὰρ διὰ τὸ εὐκίνητον καὶ εὔλυτονμ τοῦ σώματος. εἰ δὲ τις ὑψηλὸς ἐπί τινος ὀρχοῖτο, εἰς φόβον καὶ δέος πεσεῖται, κακοῦργος δέ ὢν σταυρωθήστεαι διὰ τὸ ὕψος καὶ τὴν τῶν χειρῶν ἔκτασιν. τὸ δὲ πυρριχίζειν τὸ αὐτὸ τῷ ὀρχεῖσθαι σημαίνει. τροχοπαικτεῖν δὲ μαχαίραις περιδινεῖσθαι ἐκκυβιστᾶν τοῖς μὲν ἔθος ἔχουσιν
    83
    οὐ πονηρόν, τοῖς δὲ λοιποῖς εἰς ἔσχατον ἐλάσαι κίνδυνον προσημαίνει. τὸ δʼ αὐτὸ καὶ καλοπαίζοντα ἰδεῖν προαγορεύει. μιμολόγοι δὲ καὶ ἅπαντες οἱ γελωτοποιοὶ ἀπάτας καὶ ἐνέδρας σημαίνουσιν. τὸ δʼ αὐτὸ ποιεῖν γελωτοποιεῖν μιμολογεῖν ὑποκρίνεσθαι καὶ ἐξαπατῆσαί τινας σημαίνει. ᾄσματα δὲ δοκεῖν ᾄδειν καλῶς καὶ εὐφώνως καὶ τοῖς ᾠδικοῖς καὶ μουσικοῖς καὶ τοῖς ἄλλοις πᾶσιν ἀγαθόν, τὸ δὲ πονηρῶς καὶ ἀφώνως ᾄδειν ἀπραξιῶν ἐστι καὶ πενίας σύμβολον. ὁπόταν δέ τῶν ἀσμάτων μεμνημένος ᾖ τις, ἀπʼ αὐτῶν τῶν ᾀσμάτων χρὴ ποιεῖσθαι τὴν κρίσιν. ᾄδειν ἐν ὀδῷ ἀγαθόν, μάλιστα ἑπόμενον ὑποζυγίῳ· ᾄδειν δὲ ἐν βαλανείῳ οὐκ ἀγαθόν τὸ μέν γὰρ εὐπρεπῶς καὶ εὐθύμως τὸν βίον διεξάγειν σημαίνει, τὸ δὲ μὴ σαφεῖ χρῆσθαι τῇ φωνῇ· πολλοὶ δὲ καὶ εἰς δεσμὰ κατεκρίθησαν. τὸ δὲ ἐν ἀγορᾷ ἢ πλατείαις ᾀσματολογεῖν πλουσίῳ μέν ἀσχημοσύνας καὶ καταγέλωτας σημαίνει, πένητι δὲ μανίαν.

    Στέφανον ἀναδεδέσθαι πεποιημένον ἐξ ἀνθέων τὸ μέν [*](p. 70) καθόλου καὶ κοινὸν τῶν κατὰ τὴν ὥραν ἀγαθόν, τῶν δὲ παρὰ τὴν ὥραν πονηρόν. ἐπειδὴ δὲ ἀναγκαῖον ὑπέρ σαφηνείας περὶ ἑκάστου εἰπεῖν, ἐντεῦθεν ἄρξομαι. στέφανοι ναρκίσσων πεποιημένοι πᾶσι κακοί, κάν κατὰ τὴν ὥαν βλέπωνται, μάλιστα δὲ διὰ τὴν ἱστορίαν μάλιστα τοῖς ἐξ ὕδατος ἢ διʼ ὕδατος τὸν πορισμὸν ποιουμένοις καὶ τοῖς μέλλουσι πλεῖν. οἱ δὲ ἐκ τῶν ἴων γεγονότες κατὰ μέν τὴν ὤραν ἀγαθοί, παρὰ δὲ τὴν ὥραν μοχθηροί· καὶ τούτων οἱ μέν ἐκ τῶν λευκῶν ἴων φανερὰ τὰ δύσχρηστα καὶ ἐπίσημα

    84
    σημαίνουσιν, οἱ δὲ ἐκ τῶν κροκέων ἀσημότερα, οἱ δὲ ἐκ τῶν πορφυρῶν καὶ θάνατον σημαίνουσιν· ἔχει γάρ τινα τὸ πορφυροῦν χρῶμα συμπάθειαν καὶ πρὸς τὸν θάνατον. οἱ δὲ ἐκ τῶν ῥόδων κατὰ μὲν τὸν καιρὸν πᾶσιν ἀγαθοὶ πλὴν τῶν νοσούντων καὶ τῶν λανθάνειν πειρωμένων. οὓς μὲν γὰρ ἀναιροῦσι διὰ τὸ εὐμάραντον, οὓς δὲ ἐλέγχουσι διὰ τὴν ὀσμήν. ὅπου δὲ καὶ χειμῶνος ἔστι ῥόδοις χρήσασθαι, ἐνταῦθα πάντοτε ὡς περὶ ἀγαθῶν χρὴ ποιεῖσθαι τὸν λόγον. οἱ δὲ ἐκ τοῦ ἀμαράντου πᾶσιν ἀγαθοί, καὶ μάλιστα τοῖς δικαζομένοις, ἐπεὶ μέχρι παντὸς ὁ ἀμάραντος διὰ τὸ ὄνομα καὶ τὸ χρῶμα διαφυλάττει. νοσοῦσι δὲ οὗτοι κακοί ἢ γὰρ νεκροῖς ἢ θεοῖς ἀνατίθενται, σπάνιον δὲ ἀνθρώποις. οἱ δʼ ἐκ τῶν κρίνων γεγονότες εἰς ἐλπίδας ἀναβάλλονται τὰ πράγματα. σισυμβρίου δὲ καὶ ἀμαράκου Φρυγίου καὶ λαπάθου καὶ ἑλενίου καὶ ἀνεμώνης καὶ σαμψύχου στεφάνους ἀναδεῖσθαι πάσι πονηρόν· ὡς γὰρ ἐπὶ τὸ πολὺ νόσον σημαίνουσι. τὸ δὲ τῆς μαλάχης ἄνθος καὶ τῆς ῥοδοδάφνης κηπουροῖς καὶ γεωργοῖς μόνοις ἀγαθόν, τοῖς δὲ ἄλλοις μόχθους καὶ ἀποδημίας σημαίνει. κατὰ τὰ αὐτὰ δὲ τούτοις καὶ τὸ θύμον καὶ τὸ ἐπίθυμον καὶ τὸ μελίλωτον [*](p. 71) σημαίνει πλὴν ἰατρῶν· τούτοις γάρ ἐστιν ἀγαθά. σελίνων δὲ στέφανος νοσοῦντάς τε ἀναιρεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ
    85
    ὑδρωπιάσαντας διὰ τὸ ψυχρὸν καὶ κάθυγρον καὶ ὅτι ἐπιταφίῳ ἀγῶνι ἐπιτήδειός ἐστιν ὁ στέφανος οὗτος ἀθληταῖς δὲ ἀγαθός, τοῖς δὲ λοιποῖς ἄτοπος. φοίνικος δὲ καὶ ἐλαίας στέφανοι γάμους ἐλευθέρων περιποιοῦσι γυναικῶν διὰ τὴν πλοκὴν καὶ τέκνα προαγορεύουσι πολυχρόνια διὰ τὸ ἀειθαλές υἱὸν μὲν ὁ φοῖνιξ, θυγατέρα δὲ ἡ ἐλαία. καὶ τοῖς ἐπὶ τὸ ἄρχειν ὁρμωμένοις καὶ ἀθληταῖς συλλαμβάνουσι καὶ πένησιν· οὓς μὲν γὰρ εὐπόρους οὓς δέ ἐνδόξους ποιοῦσι. καὶ δούλους ἐλευθεροῦσιν ἴδιον γὰρ ἐλευθέρων οἱ στέφανοι καὶ μᾶλλον ὅταν ἀγωνισάμενοι δοκῶσιν εἰληφέναι αὐτούς. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸ περιβοήτους εἶναι τούς στεφάνους. τὰ δὲ αὐτὰ τούτοις καὶ ὁ δρύινος στέφανος σημαίνει καὶ ὁ δάφνινος· καὶ ὁ μυρσίνης δὲ τὰ αὐτὰ ταῖς ἐλαίαις σημαίνει, γεωργοῖς δὲ καὶ μᾶλλον ἀγαθὸς διὰ τὴν Δήμητραν καὶ γυναιξὶ διὰ τὴν Ἀφροδίτην· κοινὸν γὰρ ταῖς θεαῖς τὸ φυτόν. στέφανοι κήρινοί πᾶσι κακοί, μάλιστα δὲ νοσοῦσιν, ἐπεὶ καὶ τὸν θάνατον κῆρα καλοῦσιν οἱ ποιηταί. οἱ δὲ τῶν ἐρίων πεποιημένοι διὰ τὸ ποικίλον φαρμακίας καὶ καταδέσμους σημαίνουσιν. οἱ δὲ τῶν ἁλῶν τοῦ θείου βαρηθῆναι πρός τινων ὑπερεχόντων τὸν ἰδόντα σημαίνουσιν· εἰσὶ γὰρ φύσειβαρεῖς καὶ οὐδὲν ἔχοντες τερπνόν. στέφανον δοκεῖν ἔχειν χρύσεον
    86
    πονηρὸν δούλῳ, εἰ μὴ καὶ τὰ ἅμα τῷ στεφάνῳ ἔχοι, πορφύραν λέγω καὶ παραπομπήν· πονηρὸν δὲ καὶ πένητι διὰ τὸ παρʼ ἀξίαν. τοιγαροῦν ὁ μὲν βασανισθήσεται, ὁ δέ ἐπὶ μεγάλοις ἁμαρτήμασι κατάφωρος ἔσται. εἰκὸς δὲ καὶ τοῦτον βασανισθῆναι. νοσοῦντι δὲ σύντομον προαγορεύει θάνατον· χλωρός τε γὰρ ὁ χρυσὸς καὶ βαρὺς καὶ ψυχρός, καὶ διὰ τοῦτο θανάτῳ προσείκασται. καὶ τὰ κρυπτὰ ἐλέγχει· πάντως γὰρ ἀπόβλεπτον χρὴ εἶναι τὸν χρυσοφοροῦντα. πλουσίοις δὲ καὶ δημαγωγοῖς καὶ τοῖς ἄρχειν προῃρημένοις ἀγαθὸν ἐτήρησα τὸν στέφανον ὄναρ. ἀμπέλου δὲ καὶ κισσοῦ μόνοις τοῖς περὶ τὸν Διόνυσον τεχνίταις συμφέρει, τοῖς δὲ ἄλλοις δεσμὰ σημαίνει διὰ τοὺς ἕλικας καὶ τὰς προσπλοκὰς τοῦ κισσοῦ νόσον διὰ ταὐτά. κακούργοις δὲ τραχηλοκοπηθῆναι σημαίνει διὰ τὸ τέμνεσθαι ταῦτα σιδήρῳ. κρομμύοις δὲ ἐστεφανῶσθαι δοκεῖν τὸν μέν ἰδόντα ὠφελεῖ, τούς δὲ περὶ αὐτὸν βλάπτει.

    Ἐν τῷ περὶ συνουσίας ἀφροδισίων λόγῳ διαίρεσιν τὴν ἀρίστην ποιούμενος εἴποι τις ἂν πρῶτον περὶ τῆς κατὰ φύσιν καὶ νόμον καὶ ἔθος συνουσίας, εἶτα περὶ τῆς παρὰ νόμον, καὶ τρίτον περὶ τῆς παρὰ φύσιν. πρῶτον μέν οὖν περὶ τῆς κατὰ νόμον συνουσίας ὧδέ πως ἔχει. γυναικὶ τῇ ἑαυτοῦ μιγῆναι ἑκούσῃ καὶ προσιεμένῃ καὶ πρὸς τὴν συνουσίαν μὴ ἀντιβαινούσῃ ἀγαθὸν ἐπίσης πᾶσιν· ἔστι γὰρ ἡ γυνὴ ἤτοι τέχνη τοῦ ἰδόντος ἢ πραγματεία, ἀφʼ ἧς τὰς ἡδονὰς πορίζεται, ἢ οὗ προΐσταται καὶ ἄρχει, ὡς καὶ τῆς γυναικός. σημαίνει δέ ὁ ὄνειρος τὴν ἀπὸ τῶν τοιούτων ὠφφέλειαν ἥδονται μέν γὰρ οἱ ἄνθρωποι τοῖς ἀφροδισίοις,

    87
    ἥδονται δὲ καὶ ταῖς ὠφφελείαις. εἰ δὲ ἀντιβαίνοι ἡ γυνὴ ἢ μὴ παρέχοι ἑαυτήν, τὰ ἐναντία σημαίνει. ὁ δὲ αὐτὸς καὶ περὶ ἐρωμένης ἔστω λόγος. γυναιξὶ δὲ ἑταίραις ταῖς ἐπὶ κασωρίοις ἑστώσαις μίγνυσθαι μικρὰν μέν αἰσχύνην καὶ βραχὺ ἀνάλωμα σημαίνει αἰδοῦνται γὰρ ἅμα καὶ ἀναλοῦσι ταύταις πλησιάζοντες οἱ ἄνθρωποι· πρὸς δὲ πᾶσαν ἐγχείρησίν εἰσιν ἀγαθαί· καὶ γὰρ πρός τινων ‘ἐργάσιμοι’ λέγονται, καὶ οὐδὲν ἀρνησάμεναι παρέχουσιν ἑαυτάς. εἴη δʼ ἄν ἀγαθὸν τὸ εἰσιέναι εἰς τὰ πορνεῖα καὶ ἐξιέναι δύνασθαι, ἐπεὶ τό γε μὴ δύνασθαι ἐξιέναι πονηρόν. οἶδα δέ τινα, ὅς ἔδοξεν εἰσελθεῖν εἰς πορνεῖον καὶ μὴ δύνασθαι ἐξελθεῖν, καὶ ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας κατὰ λόγον δὲ τούτου ἀποβάντος αὐτῷ· κοινὸς γὰρ ὁ τόπος [*](p. 73) οὗτος καλεῖται, ὡς καὶ ὁ τοὺς νεκροὺς δεχόμενος, καὶ πολλῶν σπερμάτων ἀνθρωπίνων ἐνταῦθα γίνεται φθορά. εἰκότως οὖν ὁ τόπος οὗτος ἔοικε θανάτῳ. οὐδὲν μέντοι κοινὸν αἱ γυναῖκες ἔχουσι τῷ τόπῳ· αὐταὶ μέν γὰρ ἀγαθὰ σημαίνουσιν, ὁ δέ τόπος οὐκ ἀγαθός. ὅθεν αἱ πλαζόμεναι τῶν ἑταίρων λυσιτελέστεραι ὄναρ ὀφθῆναι. ἀγαθαὶ δέ καὶ αἱ ἐπὶ ἐργαστηρίων καθεζόμεναι καὶ πιπράσκουσαί τι καὶ δεχόμεναι ἐμπολὰς καὶ ὁραθεῖσαι καὶ μιγεῖσαι. εἰ δέ τις γυναῖκα ἣν οὐκ οἶδεν ὑπολάβοι περαίνειν, εἰ μέν εὔμορφος εἴη καὶ χαρίεσσα καὶ σκευὴν ἔχουσα ἱματίων πολυτελῶν καὶ μαλακῶν καὶ ὅρμων χρυσέων καὶ ἑαυτὴν παρέχουσα, καλὸν τῷ ἰδόντι καὶ οὐ μικρὸν τελεσθησόμενον δείκνυσιν εἰ δέ πρεσβῦτις εἴη καὶ εἰδεχθὴς ἢ καὶ ἄμορφος καὶ κακοείμων καὶ λυπηρῶς διάγοι καὶ
    88
    εἰ μὴ παρέχοι ἑαυτήν, τἀναντία τῇ προτέρᾳ σημαίνει· χρὴ γὰρ ἡγεῖσθαι τὰς ἀγνοουμένας γυναῖκας εἰκόνας εἶναι πράξεων τῶν συμβησομένων τῷ ἰδόντι. οἵα ἂν οὖν ᾖ ἡ γυνὴ καὶ ὅπως διακειμένη, οὕτω καὶ ἡ πρᾶξις διαθήσει τὸν ἰδόντα. δούλῃ ἰδία καὶ δούλῳ μιγῆναι ἀγαθόν εἰσὶν γὰρ οἱ δοῦλοι κτήματα τοῦ ἰδόντος. διὸ σημαίνουσιν ἐπὶ τοῖς ἑαυτοῦ κτήμασιν ἡσθῆναι τὸν ἰδόντα ὡς εἰκὸς πλείοσι καὶ πολυτελεστέροις γινομένοις. περαίνεσθαι δὲ ὑπʼ οἰκέτου οὐκ ἀγαθόν καταφρονηθῆναι γὰρ σημαίνει καὶ βλαβῆναι παρὰ τοῦ οἰκέτου. τοῦτο δὲ καὶ ὑπὸ τοῦ ἀδελφοῦ, ἐάν τε νεώτερος ᾖ ὁ περαίνων ἐάν τε πρεσβύτερος, ἢ καὶ ὑπὸ ἐχθροῦ. γυναικὶ δὲ γνωρίμῃ καὶ συνήθει μίγνυσθαι εἰ μέν ἐρωτικῶς διακείμενός τις καὶ ἐπιθυμῶν τῆς γυναικὸς ἴδοι τὸν ὄνειρον, οὐδέν προαγορεύει διὰ τὴν ἐπιτεταμένην ἐπιθυμίαν εἰ δὲ μὴ ἐπιθυμοίη τῆς γυναικός, ἀγαθὸν αὐτῷ, ὅταν ἡ γυνὴ [*](p. 74) εὔπορος ᾖ πάντως γάρ τι πράξει λυσιτελές παρὰ τῇ γυναικὶ ἢ διὰ τῆς γυναικός, ἣν εἶδεν ὁ ἀνήρ. ἡ γὰρ τὸ σῶμα τὸ ἑαυτῆς τινι παρέχουσα εἰκότως καὶ τὰ περὶ τὸ σῶμα παρέχοι ἄν. πολλάκις δὲ τὸ τοιοῦτον ὄναρ καὶ ἐν μυστηρίοις τῆς γυναικὸς γενόμενον τὸν ἐδόντα ὠφέλησε παρέχει γὰρ ἡ τοιαύτη καὶ τῶν ἀπορρήτων ἅψασθαι. ὕπανδρον δὲ κατὰ νόμους γεγαμημένην περαίνειν οὐκ ἀγαθὸν διὰ τὸν νόμον οἵοις γὰρ τὸν ἐπὶ μοιχεία ἁλόντα ὁ νόμος ὑπάγει, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ. περαίνεσθαι δὲ ὑπό τινος γνωρίμου γυναικὶ μέν ἡδὺ καὶ λυσιτελές, οἷος ἂν ᾖ ὁ περαίνων· ἀνδρὶ δὲ ὑπὸ πλουσιωτέρου καὶ πρεσβυτέρου περαίνεσθαι ἀγαθόν παρὰ γὰρ τῶν τοιούτων ἔθος ἐστὶ λαμβάνειν ὑπὸ δὲ νεωτέρου καὶ ἀπόρου περαίνεσθαι πονηρόν· τοῖς γὰρ τοιούτοις ἔθος ἐστὶ προσδιδόναι. τὸ δʼ
    89
    αὐτὸ σημαίνει καὶ ἐὰν πρεσβύτερος ᾖ ὁ περαίνων καὶ πτωχός. χειροτονεῖν δὲ τὸ αἰδοῖον εἴ τις ὑπολάβοι, δοῦλον ἢ δούλην περανεῖ διὰ τὸ τὰς χεῖρας τὰς προσαγομένας τῷ αἰδοίῳ ὑπηρετικὰς εἶναι εἰ δὲ μὴ ἔχοι θεράποντας, ζημίαν ὑπομενεῖ διὰ τὴν εἰς ἄχρηστον τοῦ σπέρματος ἀπόκρισιν. οἶδα δέ τινα δοῦλον, ὃς ἔδοξε τὸν δεσπότην αὐτοῦ δέφειν, καὶ ἐγένετο τῶν παίδων αὐτοῦ παιδαγωγὸς καὶ τροφός· ἔσχε γὰρ ἐν ταῖς χερσὶ τὸ τοῦ δεσπότου αἰδοῖον ὂν τῶν ἐκείνου τέκνων σημαντικὸν. καὶ πάλιν αὖ οἶδὰ τινα ὃς ἔδοξεν ὑπὸ τοῦ δεσπότου δέφεσθαι, καὶ προσδεθεὶς κίονι πολλὰς ἔλαβε πληγάς, καὶ οὕτως ὑπὸ τοῦ δεσπότου ἐνετάθη.

    Περὶ δὲ τῆς παρανόμου συνουσίας οὕτω κρίνειν δέον ἐστίν. υἱὸν περαίνειν οὐδέπω πενταετῆ γεγονότα θάνατον τῷ παιδὶ σημαίνει, καθὼς πολλάκις ἐτήρησα· εἰκὸς δὲ τοῦτο σημαίνειν διὰ τὸ φθείρεσθαι τὸ βρέφος, φθορὰν δὲ καλοῦμεν τὸν ὄλεθρον. εἰ δὲ ὑπὲρ ὰ πέντε ἔτη ὁ παῖς εἴη γεγονώς, ἔτι δὲ τῶν δέκα ἐντός, νοσήσει μὲν ὁ παῖς, ἀφρόνως δέ τι πραγματευσάμενος ὁ ἰδὼν τὸν ὄνειρον βλαβήσεται· ὁ μέν γὰρ διὰ τὸ παιδικὸν τῆς ἡλικίας πρὸ τῆς ὥρας περαινόμενος διὰ τὸ ἀλγεῖν νοσήσει, ὁ δὲ βλαβήσεται διʼ φροσύνην· [*](p. 75) οὐ γάρ ἐστιν ἐρρωμένου τὴν γνώμην οὐχ ὅτι τὸν ἑαυτοῦ υἱὸν ἀλλʼ οὐδὲ ἄλλον τηλικοῦτον περαίνειν. εἰ δὲ ἀντίπαις εἴη ὁ υἱός, ἐὰν μὲν πένης ἡ ὁ πατήρ, εἰς διδασκάλου πέμπων τὸν υἱὸν μισθούς τε αὐτῷ χορηγῶν τὰς εἰς αὐτὸν ἀποκρίσεις ποιήσεται καὶ ἀποκρίσεις. εἰ δὲ πλούσιος τὸ τοιοῦτον ἴδοι, πολλὰ τῷ υἱῷ δωρούμενος καὶ καταγράφων εἰς αὐτὸν ἀπουσίας ποιήσεται. ἀνδρὶ δὲ τελείῳ

    90
    ἤδη ὄντι τῷ υἱῷ μιγῆναι ἀποδημοῦντι μὲν ἀγαθόνσυνελθεῖν γὰρ καὶ συναναστραφῆναι σημαίνει τὸ ὄναρ διὰ τὸ τῆς συνουσίας ὄνομα· συνόντι δὲ καὶ συνδιατρίβοντι πονηρόν· χωρὶς γὰρ ἀλλήλων γενέσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ τὴν τῶν ἀνδρῶν συνουσίαν ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἀποστροφῆς γίνεσθαι. περαίνεσθαι δέ ὑπὸ τοῦ υἱοῦ βία βλαβῆναι ὑπὸ τοῦ υἱοῦ σημαίνει, ἐφʼ ᾗ βλάβῃ καὶ ὁ υἱὸς οἰμώξει εἰ δὲ τὸν ἑαυτοῦ πατέρα δόξειέ τις περαίνειν, φυγὰς ἔσται τῆς ἑαυτοῦ ἢ πρὸς τὸν πατέρα εἰς ἔχθραν κατασταθήσεται· ἢ γὰρ αὐτὸς ἀποστραφήσεται αὐτὸν ὁ πατὴρ ἢ ὁ δῆμος ὁ τῷ πατρὶ τὸν αὐτὸν ἔχων λόγον. θυγάτριον μικρόν μὲν παντελῶς καὶ οὐδέπω πενταετές γεγονὸς --- ἐντὸς δʼ ἔτι τῶν δέκα, ἐπίσης τῷ υἱῷ σημαίνει ὅταν δʼ ὡραία γάμων ἡ παῖς τύχῃ αὖσα, εἰς ἀνδρὸς πορεύσεται, καὶ ὁ ἰδὼν τὸν ὄνειρον φερνὴν ἐπιδοὺς οὕτως εἰς τὴν θυγατέρα ἀπουσιάσει. οἶδα δέ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη ὀρθῶς καὶ κατὰ λόγον· λοιπὸν γὰρ ἦν αὐτῷ ἡ θυγάτηρ διὰ τῆς οἰκουρίας καὶ τὰ γυναικὸς καὶ τὰ θυγατρὸς ἔργα παρέχουσα. εἰ δὲ παρὰ ἀνδρὶ οὔσῃ τῇ θυγατρὶ τῇ ἑαυτοῦ τις ὑπολάβοι συνεῖναι, χωρισθεῖσα τοῦ ἀνδρὸς ἡ θυγάτηρ πρὸς αὐτὸν ἀφίξεται, ἴνα αὐτῷ συνῇ καὶ συναναστρέφηται. ἀγαθὸν δὲ πένητι πλουσίαν ἔχοντι θυγατέρα μιγῆναι αὐτῇ· πολλὰ γὰρ ἀπὸ τῆς θυγατρὸς ὠφελούμενος ἡσθήσεται ἐπʼ αὐτῇ. πολλάκις [*](p. 76) δὲ οἱ πλουτοῦντες καὶ παρὰ προαίρεσιν ἐπέδωκάν τι ταῖς θυγατράσι τοῦτον ἰδόντες τὸν ὄνειρον, καὶ οἱ νοσοῦντες ἀπέθανον ἐπὶ κληρονόμοις ταῖς θυγατράσι. περὶ δὲ ἀδελφῆς περισσὸν λέγειν τὰ αὐτὰ γὰρ τῇ θυγατρὶ σημαίνει. ἀδελφὸν δέ περαίνειν καὶ πρεσβύτερον καὶ νεώτερον ἀγαθὸν
    91
    τῷ ἰδόντι· ὑπέρτερος γὰρ τοῦ ἀδελφοῦ ἔσται καὶ καταφρονήσει αὐτοῦ. καὶ φίλον δὲ ὁ περαίνων εἰς ἔχθραν αὐτῷ καταστήσεται βλαβέντι πρότερον ὑπʼ αὐτοῦ.

    ὁ περὶ μητρὸς λόγος περὶ ἀφροδίσιων ὢν ποικίλος καὶ πολυμερὴς καὶ πολλὴν ἐπιδεχόμενος διαίρεσιν πολλοὺς τῶν ὀνειροκριτῶν διέφυγεν. ἔχει δὲ ὧδε. οὐχ ἡ μίξις αὐτὴ καθʼ ἑαυτὴν ἱκανή ἐστι τὰ σημαινόμενα δεῖξαι, ἀλλὰ καὶ αἱ συμπλοκαὶ καὶ τὰ σχήματα τῶν σωμάτων διάφορα ὄντα διαφόρους τὰς ἀποβάσεις ποιεῖ. πρῶτον μὲν οὖν περὶ τῆς σύγχρωτα περαινομένης καὶ ἅμα ζώσης λεκτέον, ἐπειδὴ καίῃ ζῶσα οὐ τὰ αὐτὰ τῇ νεκρᾷ σημαίνει. εἴ τις οὖν τὴν ἑαυτοῦ μητέρα σύγχρωτα, ὅπερ καὶ κατὰ φύσιν τινές λέγουσι, καὶ ζῶσαν ἔτι περαίνοι, εἰ μὲν εἴη ἔτι αὐτῷ ὁ πατὴρ ἐρρωμένος, ἔχθρα αὐτῷ πρὸς τὸν πατέρα ἔσται διὰ τὴν καὶ ἐπὶ τῶν ἄλλων ἀνθρώπων γινομένην ζηλοτυπίαν ἣ μᾶλλον ἂν ἐπὶ τούτων γένοιτο· εἰ δὲ νοσῶν ὁ πατὴρ τύχοι, τεθνήξεται ὁ γὰρ ἰδὼν τὸν ὄνειρον προστήσεται τῆς μητρὸς υἱὸς ἅμα καὶ ἀνήρ. ἀγαθὸν δὲ παντὶ χειροτέχνῃ καὶ ἐργοπόνῳ· καὶ γὰρ τὴν τέχνην μητέρα καλεῖν ἔθος ἐστί, τὸ δὲ ταύτῃ πλησιάζειν τί ἂν εἴη ἄλλο ἢ τὸ μὴ σχολὴν ἔχειν ἀλλʼ ἀπὸ τῆς τέχνης πορίζειν; ἀγαθὸν δὲ καὶ παντὶ δημαγωγῷ καὶ πολιτερυτῇ· σημαίνει γὰρ τὴν πατρίδα ἡ μήτηρ. ὥσπερ οὖν ὁ μιγνύμενος κατὰ νόμον

    92
    Ἀφροδίτης παντὸς ἄρχει τοῦ σώματος τῆς συνούσης πειθομένης καὶ ἑκούσης, οὕτως ὁ ἰδὼν πάντων προστήσεται τῶν τῆς πόλεως πραγμάτων. καὶ ὁ ἐχθρὸς ὢν τῇ μητρὶ εἰς φιλίαν αὐτῇ καταστήσεται διὰ τὴν μίξιν· καὶ γὰρ [*](p. 77) φιλότης καλεῖται. πολλάκις δὲ καὶ τοὺς χωρίς οἰκοῦντας ἐπὶ τὸ αὐτὸ συνήγαγε τὸ ὄναρ τοῦτο καὶ ἐποίησε συνεῖναι. διὸ καὶ τὸν ἀπόδημον εἰς τὴν οἰκείαν ἐπανάγει, ὅταν γε ἡ μήτηρ ἐν τῇ πατρίδι τυγχάνῃ οὖσα εἰ δὲ μή, ὅπου ἂν ἡ μήτηρ διάγῃ, ἐκεῖ σημαίνει πορευθῆναι τὸν ἰδόντα. καὶ εἴ τις πενόμενος καὶ ἐν ἐνδείᾳ ὢν τῶν ἐπιτηδείων πλουσίαν ἔχοι μητέρα, λήψεται παρʼ αὐτῆς ὅσα βούλεται ἀποθανοῦσαν μετ᾿ οὐ πολὺ κληρονομήσει, καὶ οὕτως ἐπὶ τῇ μητρὶ ἡσθήσεται. πολλοὶ δὲ καὶ ἀναλαβόντες τὰς μητέρας ἔθρεψαν, ἐκείνων ἐπ᾿ αὐτοῖς ἡδομένων. νοσοῦντα δὲ ἀνίστησι τὸ ἄναρ καὶ σημαίνει κατὰ φύσιν ἕξειν, μήτηρ γὰρ κοινὴ πάντων ἡ φύσις, φαμὲν δὲ τούς ἐρρωμένους καὶ οὐχὶ τοὺς νοσοῦντας κατὰ φύσιν ἔχειν. μέμνηται δέ τοῦ τοιούτου καὶ Ἀπολλόδωρος ὁ Τελμησσεύς, ἀνὴρ ἐλλόγιμος. γένοιτο δʼ ἂν ἐπὶ τῶν νοσούντων οὐχ ὅμοιον τὸ σημαινόμενον, εἶπερ εἴη νεκρὰ ἡ μήτηρ, ἐπεὶ αὐτίκα μάλα τεθνήξεται ὁ ἰδών τῆς τε γὰρ νεκρᾶς τὸ σύγκριμα ἀναλύεται εἰς τὴν ὕλην, ἐξ ἧς συνέστη καὶ συνεκρίθη, καὶ τὸ πλεῖστον γεῶδες ὄν εἰς τὴν οἰκείαν ὕλην μεταβάλλει καὶ τὴν γῆν οὐδέ αὐτὴν οὐδέν ἧττον μητέρα καλοῦμεν. τὸ δὲ μιγῆναι νεκρᾷ τῇ μητρὶ νοσοῦντι τί ἂν ἄλλο σημαίνοι ἢ τὸ τῇ γῇ μιγῆναι; ἀγαθὸν δέ τῷ περὶ γῆς ἔχοντι δίκην καὶ τῷ τὴν γῆν πρίασθαι βουλομένῳ καὶ τῷ γεωργεῖν
    93
    ἐθέλοντι τὸ νεκρᾷ τῇ μητρὶ μιγῆναι. λέγουσι δʼ ἔνιοι ὅτι γεωργῷ μόνῳ κακόν· ὡς ἐπὶ νεκρὰν γὰρ τὴν γῆν καταβαλεῖ τὰ σπέρματα, τοῦτ᾿ ἔστιν ἀκαρπήσει· ἐμοὶ δὲ οὐδαμῶς δοκεῖ ἀληθὲς εἶναι, εἰ μὴ ἄρα τις ἐπὶ τῇ συνουσίᾳ μεταγινώσκειν ἢ ἀνιᾶσθαι νομίζοι. ἔτι καὶ ὁ ἀπόδημος εἰς τὴν οἰκείαν ἀνακομιοθήσεται καὶ ὁ περὶ τῆς οὐσίας τῆς μητρῴας ἀμφισβητῶν νικήσει ἐπὶ τούτῳ τῷ ὀνείρῳ ὁ μὲν εἰς τὴν γῆν τὴν οἰκείαν ἀνακομιζόμενος, ὁ δί οὐκ ἐπὶ τῷ σώματι ἀλλʼ ἐπὶ τῇ οὐσία τῆς μητρὸς τερπόμενος. εἰ δέ τις ἐν τῇ πατρίδι ἴδοι τὸ ὄναρ, ἐξελεύσεται τῆς πατρίδος· [*](p. 78) οὐ γὰρ ἔνεστιν ἐπὶ τοσούτῳ ἁμαρτήματι μένειν ἐπὶ τῆς μητρῴας ἑστίας. καὶ εἰ μέν ἀνιῷτο ἐπὶ τῇ συνουσίᾳ ἢ μεταγινώσκοι, φεύξεται τὴν πατρίδα εἰ δὲ μή, ἑκὼν ἀποδημήσει. ἀπεστραμμένην δὲ τὴν μητέρα περαίνειν οὐκ ἀγαθόν ἢ γὰρ αὐτὴ ἡ μήτηρ ἀποστραφήσεται τὸν ἰδόντα ἢ ἡ πατρίς ἢ ἡ τέχνη ἢ ὅ τι ἂν ἡ τὸ προκείμενον τῷ ἰδόντι. πονηρὸν δὲ καὶ ὀρθῇ παρεστάναι τῇ μητρὶ κατὰ τὴν συνουσίαν· ἀπορία γὰρ κοίτης ἢ στρωμάτων τοιούτῳ χρῶνται σχήματι ἄνθρωποι. διὸ θλίψεις καὶ στενοχωρίας σημαίνει. καὶ εἰς γόνατα κειμένῃ τῇ μητρὶ μιγῆναι πονηρόν ἔτι καὶ ἄσχημον καὶ ὑπτία βεβλημένῃ· πολλὴν γὰρ ἀπορίαν σημαίνει διὰ τὸ τῆς μητρὸς ἀκίνητον. γένεσιν γὰρ ἢ τύχην ἢ δαίμονά τινα τοῦ ἰδόντος τὸν διέποντα καὶ τῶν ὅλων αἴτιον νομίζομεν εἶναι τὴν μητέρα. τὸ δὲ ἄνωθεν ἐπικειμένην καὶ ἐφιππαζομένην τὴν μητέρα περαίνειν λέγουσιν ἔνιοι θάνατον τῷ ἰδόντι σημαίνειν· γῇ γὰρ ἔοικεν ἡ μήτηρ, ἐπειδὴ τροφὸς πάντων καὶ γενέτειρα
    94
    ἡ γῆ αὕτη δὲ τῶν νεκρῶν ἄνωθεν καὶ οὐχὶ τῶν ζώντων γίνεται. ἐγὼ δὲ ἐτήρησα τοὺς μὲν νοσοῦντας ἐπὶ τούτῳ τῷὀνείρῳ πάντοτε ἀποθανόντας τοὺς δέ ἐρρωμένους μετὰ πολλῆς ῥᾳστώνης καὶ κατὰ προαίρεσιν τὸ λοιπὸν τοῦ. βίου διαγαγόντας, ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου γινομένου· ἐν μέν γὰρ τοῖς ἄλλοις σχήμασι καὶ ὁ κάματος καὶ τὸ ἆσθμα περὶ τὸν ἄρσενα ὡς ἐπὶ τὸ πολὺ συνίσταται, ἡ δὲ θήλεια ἀπονωτέρα διατελεῖ ἐν δὲ τούτῳ τῷ σχήματι πᾶν τουναντίον ἥδεται ὁ ἀνὴρ ἄνευ κόπου. ἀλλὰ καὶ τοὺς πλησίον λαθεῖν ἐπιτρέπει μὴ ἐν φωτὶ γινόμενον διὰ τὸ τοῦ ἄσθματος τὸ πολὺ ἀφαιρεῖσθαι. πολλοῖς δὲ καὶ διαφόροις σχήμασιν ἐπὶ τῆς μητρὸς οὐ συμφέρει χρῆσθαι [*](p. 79) οὐ γὰρ ἐνυβρίζειν δίκαιόν ἐστι τῇ μητρί. ὅτι δέ τὰ μέν ἄλλα σχήματα διʼ ὕβριν καὶ ἀκολασίαν καὶ παροινίαν εὗρον ἄνθρωποι, τὸ δέ σύγχρωτα μόνον ὑπὸ τῆς φύσεως διδαχθέντες, δῆλον ἀπὸ τῶν ἄλλων ζῴων· πάντα γὰρ τὰ γένη συνήθει τινὶ χρῆται σχήματι, καὶ οὑ μεταβάλλει διὰ τὸ τῷ κατὰ φύσιν ἀκολουθεῖν λόγῳ. οἷον τὰ μέν ὄπισθεν ἐπιβαίνει, ὡς ἵππος ὄνος αἴξ βοῦς ἔλαφος καὶ τὰ λοιπὰ τετράποδα τὰ δέ συμβάλλει πρότερον τὰ στόματα, ὡς
    95
    ἔχιδναι καὶ περιστεραὶ καὶ γαλαῖ τὰ δὲ κατὰ βραχὺ συνέρχεται, ὡς στρουθός τὰ δὲ ἐπιβαίνοντα τῷ βάρει τὰς θηλείας συνιζάνειν ἀναγκάζει, ὡς πάντες ὄρνιθες· τὰ δὲ οὐδὲ πρόσεισιν ἀλλήλοις, ἀλλʼ ὑπὸ τῶν ἀρσένων ἀποθλιβέντα ἀναλέγουσιν αἱ θήλειαι τὰ σπέρματα, ὡς ἰχθύες. οὕτως εἰκὸς καὶ ἀνθρώπους τὸ μὲν οἰκεῖον σχῆμα τὸ πρόσχρωτα ἔχειν, τὰ δὲ λοιπὰ ἐπιτεχνήσασθαι ὕβρει καὶ ἀκολασία εἴκοντας. πάντων δὲ δεινότατον ἐτήρησα τὸ δοκεῖν ὑπὸ τῆς μητρὸς ἀρρητοποιεῖσθαι· καὶ γὰρ τέκνων ὄλεθρον καὶ οὐσίας ἀπώλειαν καὶ νόσον σημαίνει μεγάλην τῷ ἰδόντι. οἶδα δὲ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἀφῃρέθη τὸ αἰδοῖον· καὶ γὰρ εἰκὸς ἦν ἥμαρτε ἐν μέρει τοῦ σώματος, τούτῳ καὶ κολασθῆναι. εἰ δὲ ὑπὸ τῆς ἑαυτοῦ γυναικὸς ἢ ἐρωμένης δόξειέ τις ἀρρητοποιεῖσθαι, ἔχθρα ἢ λύσις τοῦ γάμου ἢ τῆς φιλίας ἔσται οὐ γὰρ ἔνεστι τῇ τοιαύτῃ οὔτε τραπέζης οὔτε φιλήματος κοινωνῆσαι, εἰ μὴ ἄρα ἐν γαστρὶ ἔχοι ἡ γυνή· φθερεῖ γὰρ τὸ κατὰ γαστρὸς διὰ τὸ παρὰ φύσιν δέχεσθαι τὰ σπέρματα. ἔτι καὶ ἡ εὐπορωτέρα τοῦ ἀνδρὸς πολλὰ δάνεια διαλύσει ὑπέρ τοῦ ἀνδρός, καὶ ἡ δούλῳ συνοικοῦσα παρʼ ἑαυτῆς εἰσφέρουσα χρήματα ἐλευθερώσει τὸν ἄνδρα, καὶ οὕτω συμβήσεται τοῦ ἀνδρὸς [*](p. 80) τὸ ἀναγκαῖον (τοῦτο γὰρ τὸ αἰδοῖον καλεῖται) τοῦτʼ ἔστι τὴν ἀνάγκην καθαρὰν γενέσθαι. ὁ δὲ ὑπὸ φίλου ἢ συγγενοῦς ἢ τέκνου μηκέτι βρέφους ὄντος ἀρρητοποιηθεὶς εἰς
    96
    ἔχθραν τῷ ἀρρητοποιήσαντι καταστήσεται, ὁ δὲ ὑπὸ βρέφους ἀρρητοποιηθεὶς κατορύξει τὸ βρέφος· οὐ γὰρ ἔτι τοῦτο οἷόν τέ ἐστι φιλῆσαι. ὁ δέ ὑπὸ ἀγνῶτός τινος ἀρρητοποιηθεὶς ζημιωθήσεται ζημίαν ἡντιναοῦν οὐ γὰρ ἔστιν ἐπʼ ἀκριβές εἰπεῖν διὰ τὴν εἰς ἄχρηστον ἀπόκρισιν τοῦ σπέρματος. εἰ δὲ αὐτὸς δόξειέ τις ἀρρητοποιεῖν, εἰ μέν γνώριμόν τινα εἴτε ἄνδρα εἴτε γυναῖκα, εἰς ἔχθραν αὐτῷ καταστήσεται διὰ τὸ μὴ δύνασθαι στομάτων ἔτι κοινωνεῖν εἰ δέ εἰς ἀγνῶτα, πᾶσι βλαβερὸν πλὴν τῶν διὰ στόματος ἐχόντων τὴν ἐργασίαν, αὐλητὰς λέγω καὶ σαλπιγκτὰς καὶ ῥήτορας καὶ σοφιστὰς καὶ εἴ τινες ἄλλοι τούτοις εἰσὶν ὅμοιοι.

    Περὶ δὲ τῆς παρὰ φύσιν συνουσίας ταῦτα ἄν τις λέγοι. ἑαυτῷ μιγῆναι δοκεῖν πλουσίῳ μέν ἀπώλειαν τῆς οὐσίας καὶ πολλὴν ἀπορίαν καὶ λιμὸν μαντεύεται τὸ ὄναρ ὡς οὐ παρόντος ἄλλου σώματος, πένητι δέ νόσον μεγάλην βασάνους ὑπερβαλλούσας ἄνευ γὰρ μεγάλης βασάνου οὐκ ἄν τις ἑαυτῷ μιγείη. εἰ δὲ τις ὑπολάβοι καταφιλεῖν τὸ ἑαυτοῦ αἰδοῖον, εἰ μὲν ἄπαις εἴη, παῖδες ἔσονται αὐτῷ· εἰ δὲ ἀποδημοῦντας ἔχοι παῖδας, ἀνακομισθέντας ὄψεται τούτους καὶ καταφιλήσει πολλοὶ δὲ καὶ ἕγημαν ἐπὶ τούτῳ τῷ ὀνείρῳ γυναῖκας οὐκ ἔχοντες. εἰ δʼ ἑαυτόν τις ἀρρητοποιεῖν ὑπολάβοι, πένητι μέν καὶ δούλῳ καὶ καταχρέῳ συμφέρει· τὴν γὰρ ἑαυτῶν ἀνάγκην περιελοῦσι· κακὸν δὲ τῷ παῖδας ἔχοντι καὶ τῷ τεκνῶσαι βουλομένῳ· τῷ μέν γὰρ οἱ ὄντες παῖδες φθαρήσονται, τῷ δὲ οὐκ ἔσονται·

    97
    τὸ μὲν γὰρ αἰδοῖον παισὶν ἔοικε, τὸ δὲ στόμα τάφῳ· ὅσα γὰρ ἄν λάβῃ τὸ στόμα, ταῦτα διαφθείρει καὶ οὐ φυλάττει. [*](p. 81) ἔτι καὶ γυναικὸς στερίσκει καὶ ἐρωμένης τὸ ὄναρ τοῦτο· ὁ γὰρ ἑαυτῷ δυνάμενος τὰ ἀφροδίσια παρέχειν γυναικὸς οὐ δεῖται· τοῖς δὲ λοιποῖς ἢ ἀπορίαν βαρεῖαν ἢ νόσον μαντεύεται, ἵνα ἐπὶ τὰ ἀναγκαῖα τροφῆς ἕνεκεν ἔλθωσι, τοῦτ᾿ ἔστιν ὅσα μὴ βούλονται ἀποδῶνται, ἢ ἵνα ὑπὸ τῆς νόσου τακέντος τοῦ σώματος δύνωνται διὰ τὴν ἰσχνότητα τὸ στόμα τῷ αἰδοίῳ προσενεγκεῖν. γυνὴ δὲ γυναῖκα ἐὰν περαίνῃ, τὰ ἑαυτῆς μυστήρια τῇ περαινομένῃ κοινώσεται. ἐὰν δὲ ἀγνοῇ τὴν περαινομένην, ματαίοις ἐπιχειρήσει πράγμασιν. ἐὰν δὲ γυνὴ ὑπὸ γυναικὸς περαίνηται, χωρισθήσεται τοῦ ἀνδρὸς ἢ χηρεύσει· τὰ μέντοι μυστήρια τῆς μιγνυμένης οὐδὲν ἧττον μαθήσεται. θεῷ δέ θεᾷ μιγῆναι ἢ ὑοὸ θεοῦ περανθῆναι νοσοῦντι μὲν θάνατον σημαίνει· τότε γὰρ ἡ ψυχὴ τὰς τῶν θεῶν συνόδους τε καὶ μίξεις μαντεύεται, ὅταν ἐγγὺς ᾖ τοῦ καταλιπεῖν τὸ σῶμα ᾧ ἐνοικεῖ· τοῖς δέ ἄλλοις, ἐὰν μὲν ἥδωνται ἐπὶ τῇ συνουσίᾳ, τὰς ἀπὸ τῶν βελτιόνων ὡφελείας σημαίνει, ἐὰν δὲ μὴ ἥδωνται, φόβους καὶ ταραχάς. Ἀρτέμιδι δέ καὶ Ἀθηνᾷ καὶ Ἑστίᾳ καὶ Ῥέᾳ καὶ Ἥρᾳ καὶ Ἑκάτῃ μιγῆναι μόναις οὐ συμφέρει, κἂν ἥδηταί τις ὄλεθρον γὰρ οὐκ εἰς μακρὰν τῷ ἰδόντι τὸ ὄναρ μαντεύεται· σεμναὶ γὰρ αἱ θεαί, καὶ τοὺς ἐπιχειρήσαντας αὐταῖς οὐκ ἀγαθῶν τῶν ἐπιχείρων τυχεῖν ὑπειλήφαμεν. σελήνῃ δέ ἐπιμιγῆναι ναυκλήροις καὶ κυβερνήταις καὶ ἐμπόροις καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ φιλαποδήμοις καὶ πλάνησι πάνυ συμφέρει, τοῖς δὲ λοιποῖς ὑδρωπιάσαι σημαίνει· τοῖς μὲν γὰρ
    98
    διὰ τὴν κίνησιν, τοῖς δὲ διὰ τὸ μὴ ἄνευ αὐτῆς τὰ θεωρήματα συνεστάναι συλλαμβάντεαι, τοὺς δὲ ὑγρὰ οὖσα διαφθείρει. νεκρῷ δὲ μιγῆναι καὶ ἀνδρὶ καὶ γυναικὶ πλὴν μητρὸς καὶ ἀδελφῆς καὶ γυναικὸς καὶ ἐρωμένης καὶ τὸ [*](p. 82) περανθῆναι ὑπὸ νεκροῦ πάνυ ἄτοπον οἱ μὲν γὰρ ἀποθανόντες εἰς γῆν μετέβαλον, τὸ δὲ περαίνειν αὐτούς οὐδέν ἐστιν ἄλλο εῖς γῆν ὠθεῖαθαι, καὶ τὸ περαίνεσθαι γῆν εἰς τὸ σῶμα παραδέχεσθαι. ἃ δὴ ἀμφότερα θάνατον σημαίνει πλὴν τῶν ἐν ἀλλοδαπῇ ὄντων καὶ μὴ ἔνθα οἱ νεκροί εἰσι κατατεθαμμένοι· τούτοις γὰρ εἰς ἐκείνην τὴν γῆν ἀνακομιδὴν μαντεύεται. καὶ τούς ἐκ τῆς γῆς τῆς ἑαυτῶν ἀπαλλακτιῶντας κατέχει. οἵῳ δʼ ἄν τις ὑπολάβῃ θηρρίῳ μιγῆναι, ἐὰν μὲν αὐτὸς ὀχεύῃ, ὠφεληθήσεταί τινας ὡφελείας ἀπὸ τοιούτου τινός, οἷον ἂν ᾖ τὸ θηρίον δείξομεν δὲ τούτων ἕκαστον ἐν τῷ περὶ κυνηγίου καὶ περὶ ζῴων λόγῳ ἐὰν δὲ ὀχεύηται, βίαια καὶ πονηρὰ ὑπομενεῖ πράγματα. πολλοὶ δὲ ἐπὶ τούτοις καὶ ἀπέθανον. περὶ μὲν οὖν συνουσίας ταῦτα.

    Αὐτὸ μέν τὸ καθεύδειν δοκεῖν ἄπρακτον, καὶ τὸ μέλλειν ὑπνοῦν καὶ αὐτὸ ἄπρακτον καὶ πονηρὸν πᾶσι πλὴν τῶν φοβουμένων βασάνους προσδοκώντων· πάσης γὰρ ἀπαλλάττει φροντίδος καὶ παντὸς δέους ὁ ὕπνος. τὸ δὲ ἀνίστασθαι ἐξ ὕπνου πράξεις καὶ ἐργασίας προαγορεύει, μόνοις δὲ τοῖς φοβουμένοις ἐστὶ πονηρόν. ἐν ἱερῷ δὲ καθεύδειν

    99
    δοκεῖν νοσοῦντι μὲν ὑγείαν, ἐρρωμένῳ δὲ νόσον ἢ μεγάλας φροντίδας προαγορεύει· ὁ μὲν γὰρ ἀνάπαυλαν ἕξει τῆς νόσου διὰ τὸ τοὺς καθεύδοντας μὴ ἀντιλαμβάνεσθαι πόνων, ὁ δʼ ἐπʼ ἰατρείαν θεῶν κατελεύσεται. ἐν μνήμασι δὲ καὶ τάφοις καὶ ἐν ὀδῷ καθεύδειν τοῖς μὲν νοσοῦσι θάνατον προαγορεύει, τοῖς δὲ ἐρριμένοις ἀπραξίαν· ἄπρακτοι γὰρ αἱ τοιαῦται διατριβαὶ καὶ τὰ χωρία.

    ‘Ἔρρωσο’ δὲ καὶ ὑγίαινεʼ οὔτε λέγειν οὔτε ἀκούειν ἀγαθόν [*](p. 83) οὔτε γὰρ προσμόντες ἀλλήλοις οὔτε μέλλοντές τι πράττειν ταῦτα λέγουσιν οἱ ἄνθρωποι, ἀλλὰ ἀπαλλαττόμενοι ἀλλήλων καὶ πρὸς ὕπνον τρεπόμενοι. διὸ καὶ γάμους καὶ κοινωνίας διίστησι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. Ἡ μὲν οὖν πρώτη τῆς πραγματείας βίβλος, Κάσσιε Μάξιμε, τὸν ἐπιβάλλοντα λόγον ἀποχρώντως καὶ ὡς μήτε ἐνδεῖν τι τῶν ἀναγκαίων μήτε ὑπερβάλλειν τι τῶν δεόντων ἀπείληφεν ἐν δὲ τῇ δευτέρα βίβλῳ ὧν ἐπηγγειλάμεθα ἐν ἀρχῇ τῆσδε τῆς βίβλου λόγον ἀποδώσομεν.