Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus, Pyrrhoniae Hypotyposes
εἰ μὲν οὖν ἐπιφάνειάν τινα ἢ γραμμὴν εἶναι λέγοι τις, καὶ τῶν προειρημένων ἕκαστον ἤτοι κατὰ ἰδίαν ὑφεστάναι δύνασθαι λεχθήσεται ἢ μόνον περὶ τοῖς λεγομένοις σώμασι θεωρεῖσθαι. ἄλλα καθ’ ἑαυτὴν μὲν ὑπάρχουσαν ἤτοι γραμμὴν ἢ ἐπιφάνειαν ὀνειροπολεῖν ἴσως εὔηθες. εἰ δὲ περὶ τοῖς σώμασι μασι θεωρεῖσθαι λέγοιτο μόνον καὶ μὴ καθ’ ἑαυτὸ ὑπεστάναι τούτων ἕκαστον, πρῶτον μὲν αὐτόθεν δοθήσεται τὸ μὴ ἐξ αὐτῶν γεγονέναι τὰ σώματα (ἐχρῆν γάρ, οἶμαι, ταῦτα πρότερον ὑπόστασιν καθ’ ἑαυτὰ ἐσχηκέναι, καὶ οὕτω συνελθόντα πεποιηκέναι τὰ σώματα),
εἶτα οὐδὲ ἐν τοῖς καλουμένοις σώμασιν ὑφέστηκεν. καὶ τοῦτο διὰ πλειόνων μέν ἐστιν ὑπομιμνῄσκειν, ἀρκέσει δὲ νῦν τὰ ἐκ τῆς ἁφῆς ἀπορούμενα λέγειν. εἰ γὰρ ἅπτεται ἀλλήλων τὰ παρατιθέμενα σώματα, τοῖς πέρασιν αὐτῶν, οἷον ταῖς ἐπιφανείαις, ψαύει ἀλλήλων. αἱ οὖν ἐπιφάνειαι ὅλαι μὲν δι’ ὅλων ἀλλήλαις οὐχ ἑνωθήσονται κατὰ τὴν ἁφήν, ἐπεὶ σύγχυσις ἔσται ἡ ἁφὴ καὶ ὁ χωρισμὸς τῶν ἁπτομένων διασπασμός· ὅπερ οὐ [*](§ 40 ~ adv. dogm. III 368. adv. math. III 83.) [*](§§ 41—44 ~ adv. dogm. III 434.) [*](17 ταῦτα Τ (ad hec) 24 λέγειν G : differre T (at cf. ad p. 125, 11) 28 et 30 et 129, 13 περὶ G: T (in) cf. p. 127,3 31 μὴ om. EAB)
εἰ δὲ ἄλλοις <μὲν> μέρεσιν ἡ ἐπιφάνεια ἂπτεται τῆς τοῦ παρατιθεμένου αὐτῇ σώματος ἐπιφανείας, ἄλλοις δὲ συνήνωται τῷ σώματι οὗ ἐστι πέρας, <οὐκ [*](12a) ἀβαθής, διαφόρων τῶν αὐτῆς μερῶν νοουμένων κατὰ βάθοε, [*](12b) τοῦ μὲν τοῦ παρατιθεμένου ἁπτομένου, τοῦ δὲ καθ’ [*](12c) ὃ συνήνωται τῷ σώματι οὗ ἐστι πέρας>. οὐκ ἄρα περὶ σώματι θεωρῆσαι δύναταί τις μῆκος καὶ πλάτος ἀβαθές, ὅθεν οὐδὲ ἐπιφάνειαν. ὁμοίως δὲ καὶ δύο ἐπιφανειῶν καθ’ ὑπόθεσιν παρατιθεμένων ἀλλήλαις κατὰ τὰ πέρατα αὐτῶν εἰς ἃ λήγουσι, κατὰ τὸ λεγόμενον αὐτῶν μῆκος εἶναι, τουτέστι κατὰ γραμμάς, αἱ γραμμαὶ αὗται, δι’ ὧν ἅπτεσθαι λέγονται ἀλλήλων αἱ ἐπιφάνειαι, οὐχ ἑνωθήσονται μὲν ἀλλήλαις (συγχυθεῖεν γὰρ ἄν)· εἰ δὲ ἑκάστη αὐτῶν ἄλλοις μὲν μέρεσι τοῖς κατὰ πλάτος ἅπτεται τῆς παρατιθεμένης αὐτῇ γραμμῆς, ἄλλοις δὲ συνήνωται τῇ ἐπιφανείᾳ ἧς ἐστι πέρας, οὐκ ἔσται ἀπλατής, ὅθεν οὐδὲ γραμμή. εἰ δὲ μήτε γραμμὴ ἔστιν ἐν σώματι μήτε ἐπιφάνεια, οὐδὲ μῆκος ἢ πλάτος ἢ βάθος ἔσται ἐν σώματι.
εἰ δέ τις σώματα εἶναι λέγοι τὰ πέρατα, σύντομος ἔσται ἡ πρὸς αὐτὸν ἀπόκρισις. εἰ γὰρ τὸ μῆκος σῶμα ἐστίν, δεήσει τοῦτο εἰς τὰς τρεῖς αὐτοῦ μερίζεσθαι διαστάσεις, ὧν ἑκάστη σῶμα οὖσα πάλιν αὐτὴ διαιρεθήσεται εἰς διαστάσεις ἄλλας τρεῖς, ἇί ἔσονται σώματα, καὶ ἐκεῖναι εἰς ἄλλας ὁμοίως, καὶ τοῦτο μέχρις ἀπείρου, ὡς ἀπειρομέγεθες γίνεσθαι τὸ σῶμα εἰς ἄπειρα μεριζόμενον· ὃπερ ἄτοπον· οὐδὲ σώματα ἄρα εἰσὶν αἱ προειρημέναι διαστάσεις. εἰ δὲ μήτε σώματά εἰσι μήτε γραμμαὶ ἢ ἐπιφάνειαι, οὐδὲ εἷναι νομισθήσονται.
‘Ακατάληπτος δέ ἐστι καὶ ἡ ἀντιτυπία. αὕτη γὰρ [*](§§ 45—46 ~ adv. dogm. III 259—261.) [*](10 μὲν add. Τ (ciuidem) 12a—c suppl. verbotenus e T non erit sine profunditate differentibus eius partibus intelleciis secundum profunditatem hac quidem cui opponitur tangenti hac autem secundum <quod> coniungitur corporl est terminus. Non ergo) 25 σώματα LT: σώματος MEAB || λέγοι τὰ πέρατα MEABT (si autem aliquis est corpora esse dicat terminos): τὰ πέρατα λέγοι L 32 σώματα om. Τ)
ἅψεται διὰ τὰ προειρημένα, ἀλλ’ οὐδὲ μέρεσι μερῶν· καὶ γὰρ τὰ τούτων μέρη ὡς πρὸς τὰ ἑαυτῶν μέρη ὅλα ὄντα οὔτε ὅλα ὅλων ἅψεται οὔτε μέρεσι μερῶν. εἰ δὲ μήτε κατὰ ὁλότητα μήτε κατὰ μέρη γινο- μένην ἁφὴν καταλαμβάνομεν, ἀκατάληπτος ἔσται ἡ ἁφή. διὰ δὲ τοῦτο καὶ ἡ ἀντιτυπία. ὅθεν καὶ τὸ σῶμα· εἰ γὰρ οὐδέν ἐστι τοῦτο παρὰ τἀς τρεῖς διαστάσεις καὶ τὴν ἀντιτυπίαν, ἐδείξαμεν δὲ ἀκατάληπτον τούτων ἕκαστον, καὶ τὸ σῶμα ἔσται ἀκατάληπτον.
Οὕτω μὲν οὖν, ὅσον ἐπὶ τῇ ἐννοίᾳ τοῦ σώματος, ἀκατάληπτόν ἐστιν, εἰ ἔστι τι σῶμα·
λεκτέον δὲ καὶ τοῦτο εἰς τὸ προκείμενον. τῶν ὄντων τὰ μέν φασιν εἶναι αἰσθητά, τὰ δὲ νοητά, καὶ τὰ μὲν τῇ διανοίᾳ καταλαμβάνεσθαι, τὰ δὲ ταῖς αἰσθήσεσιν, καὶ τὰς μὲν αἰσθήσεις ἁπλοπαθεῖς εἶναι, τὴν δὲ διάνοιαν ἀπὸ τῆς τῶν αἰσθητῶν καταλήψεως ἐπὶ τὴν κατάληψιν τῶν νοητῶν ἰέναι. εἰ οὖν ἔστι τι σῶμα, ἤτοι αἰσθητόν ἐστιν ἤ νοητόν. καὶ αἰσθητὸν μὲν οὔκ ἐστιν· κατὰ γὰρ συναθροισμὸν μήκους καὶ βάθους καὶ πλάτους καὶ ἀντιτυπίας καὶ χρώματος καὶ ἄλλων τινῶν καταλαμβάνεσθαι δοκεῖ, σὺν οἶς θεωρεῖται· αἱ δὲ αἰσθήσεις ἁπλοπαθεῖς εἶναι λέγονται παρ’ αὐτοῖς.
<....> εἰ δὲ [*](§§ 47—48 ~ adv. dogm. III 437—439.) [*](12 ἅ add. Bekk. 14 καὶ — 16 μερῶν om. Τ 17 ἔσται om. Τ 18 non soUditas Τ 26 ἁπλοπαθεῖς Stephanus: ἁπλοπαθείας GT (simplices passiones) cf. v. 33 et p. 146, 7 simpliciter passihiles Τ || excidit totum emintiatum, quod ex p. 146, 7 sic fere expleverim <ὥστε τούτων πάντων ἔχειν οὐ δυνήσονται>, plura excidisse putat Pasquali)
διὰ ταῦτα οὖν ἡμεῖς ἀντιτιθέντες τοὺς κατὰ τοῦ σώματος λόγους τῷ φαίνεσθαι δοκεῖν] ὑπάρχον τὸ σῶμα, συνάγομεν τὴν περὶ τοῦ σώματος ἐποχήν.
Τῇ’ δὲ τοῦ σώματος ἀκαταληψίᾳ συνεισάγεται καὶ τὸ ἀκατάληπτον εἶναι τὸ ἀσώματον. αἱ γὰρ στερήσεις τῶν ἕξεων νοοῦνται στερήσεις, οἶον ὁράσεως τυφλότης καὶ ἀκοῆς κωφότης καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως. διόπερ ἴνα στέρησιν καταλάβωμεν, δεῖ τὴν ἕξιν ἡμᾶς προκατειληφέναι, ἧς λέγεται στέρησις εἶναι ἡ στέρησις· ἀνεννόητος γάρ τις ὢν τῆς ὁράσεως οὐκ ἂν δύναιτο λέγειν, ὅτι ὅρασιν ὅδε οὐκ ἔχει, ὅπερ ἐστὶ τὸ τυφλὸν εἶναι.
εἰ οὖν στέρησις σώματός ἐστι τὸ ἀσώματον, τῶν δὲ ἕξεων μὴ καταλαμβανομένων ἀδύνατον τὰς στερήσεις αὐτῶν καταλαμβάνεσθαι, καὶ δέδεικται ὅτι τὸ σῶμα ἀκατάληπτόν ἐστιν, ἀκατάληπτον ἔσται καὶ τὸ ἀσώματον. καὶ γὰρ ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. εἴτε δὲ αἰσθητόν ἐστιν, ἀκατάληπτόν ἐστι διὰ τὴν διαφορὰν τῶν ζῴων καὶ τῶν ἀνθρώπων καὶ τῶν αἰσθήσεων καὶ τῶν περιστάσεων καὶ παρὰ τἀς ἐπιμιξίας καὶ τὰ λοιπὰ τῶν προειρημένων ἡμῖν ἐν τοῖς περὶ τῶν δέκα τρόπων Ι36–163)· εἴτε νοητόν, μὴ διδομένης αὐτόθεν τῆς τῶν αἰσθητῶν καταλήψεως, ἀφ’ ἧς ὁρμώμενοι τοῖς νοητοῖς έπιβάλλειν δοκοῦμεν, οὐδὲ ἡ τῶν νοητῶν αὐτόθεν κατάληψις δοθήσεται, διόπερ οὐδὲ ἡ τοῦ ἀσωμάτου.
ὅ τε φάσκων καταλαμβάνειν τὸ ἀσώματον ἤτοι αἰσθήσει τοῦτο παραστήσει [*](3 ὄντων om. T 6 ἀφ’ οὗ om. Τ 9 μηδὲν scr. coll. p. 476,4: μηδὲ G 10 <μὲν> οὖν T (quidem igitur) 11 δοκεῖν del. T secutus (quod videtur existens) 31 δοκοῦσιν EAB 32 ὁ γὰρ T (qui enim))
τὰ δὲ ἀσώματα ἐπέρεισιν τοιαύτην ὑπομένειν οὐχ οἷά τέ ἐστιν, ὥστε οὐκ ἂν δύναιτο τῇ αἰσθήσει <ταῦτα> καταλαμβάνεσθαι. ἀλλ᾿ οὐδὲ διὰ λόγου. εἰ μὲν γὰρ λεκτόν ἐστιν ὁ λόγος καὶ ἀσώματος, ὡς οἱ Στωικοί φασιν (fr. ΙΙ 166 Α.), ὁ λέγων διὰ λόγου καταλαμβάνεσθαι τὰ ἀσώματα τὸ ζητούμενον συναρπάζει. ζητούντων γὰρ ἡμῶν, εἰ δύναταί τι ἀσώματον καταλαμβάνεσθαι, αὐτ’ ὃς ἀσώματόν τι λαβὼν ἁπλῶς διὰ τούτου τὴν κατάληψιν τῶν ἀσωμάτων ποιεῖσθαι θέλει. καίτοι αὐτὸς ὁ λόγος, εἴπερ ἀσώματός ἐστι, τῆς τῶν ζητουμένων ἐστὶ μοίρας.
πῶς οὖν ἀποδείξει τις, ὅτι πρότερον τοῦτο τὸ ἀσώματον καταλαμβάνεται (φημὶ δὲ τὸν λόγον); εἰ μὲν γὰρ δι’ ἄλλου ἀσωμάτου, κἀκείνου ζητήσομεν τὴν ἀπόδειξιν τῆς καταλήψεως, καὶ μέχρις ἀπείρου· εἰ δὲ διὰ σώματος, ζητεῖται καὶ περὶ τῆς καταλήψεως τῶν σωμάτων· διὰ τίνος οὖν δείξομεν, ὅτι καταλαμβάνεται τὸ σῶμα τὸ εἰς ἀπόδειξιν τῆς καταλήψεως τοῦ ἀσωμάτου λόγου λαμβανόμενον; εἰ μὲν διὰ σώματος, εἰς ἄπειρον ἐκβαλλόμεθα· εἰ δὲ δι᾿ ἀσωμάτου, εἰς τὸν διάλἒντασιν [*](4 Kayser coll. Diog. Laert. VII 157. Doxogr. p. 406,4 Diels : ἔνστασιν GT (instantiam) || γίνηται Bekk.: γένηται G 5 suppl. T (sive secundum fluxus radiorum) 7 τὰ pr. om. L || περὶ L: πρὸς MEABT (ad) 9 καὶ οἱ χυμοὶ — 10 καὶ om. T 10 αὖ τῇ Bekk.: αὐτὴ G 12 add. T (sensu hec apprehendi) καταλαμβάνεσθαι Τ (apprehendi) : λαμβάνεσθαι G γὰρ G: δὲ T (autem) 17 τι ἀσ. MEABT (aliquid incorporeum): τι ἀσ. τι L 20 ἀποδείξει Τ (demonstrabit): ἐπιδείξει G 23 post καὶ add. EAB τοῦτο 28 ἐμβαλλ. AB (eicimur T) vide ad p. 127, 18)
εἰ δὲ σῶμά ἐστιν ὁ λόγος, ἐπεὶ καὶ περὶ τῶν σωμάτων διαπεφώνηται, πότερον καταλαμβάνεται ἢ οὔ, διὰ τὴν λεγομένην συνεχῆ ῥύσιν αὐτῶν, ὧς μηδὲ τὴν ‘τόδε’ δεῖξιν ἐπιδέχεσθαι, μηδὲ εἶναι νομίζεσθαι, παρὸ καὶ ὁ Πλάτων’ (Theaet. p. 152 E) γινόμενα μέν, ὄντα δὲ οὐδέποτε καλεῖ τὰ σώματα, ἀπορῶ πῶς ἐπικριθήσεται ἡ περὶ τοῦ ἀσωμάτου διαφωνία, μήτε σώματι μήτε ἀσωμάτῳ ταύτην ὁρῶν ἐπικρίνεσθαι δυναμένην διὰ τἀς μικρῷ πρόσθεν εἰρημένας ἀτοπίας. οὐκοῦν οὐδὲ λόγῳ δυνατόν ἐστι καταλαμβάνειν τὰ ἀσώματα.
εἰ δὲ μήτε αἰσθήσει ὑποπίπτει μήτε διὰ λόγου καταλαμβάνεται, οὐδ’ ἂν ὅλως καταλαμβάνοιτο.
Εἰ τοίνυν μήτε περὶ τῆς ὑπάρξεως τοῦ σώματος μήτε περὶ τῶν ἀσωμάτων οἷόν τέ ἐστι διαβεβαιώσασθαι, καὶ περὶ τῶν στοιχείων ἐστὶν ἐφεκτέον, τάχα δὲ καὶ περὶ τῶν μετὰ τὰ στοιχεῖα, εἴγε τούτων τὰ μὲν σώματα, τὰ δὲ ἀσώματα, καὶ περὶ ἀμφοτέρων ἠπόρηται. πλὴν ἀλλὰ τῶν τε δραστικῶν ἀρχῶν καὶ τῶν ὑλικῶν διὰ ταῦτα ἐφεκτῶν οὐσῶν ἄπορός ἐστιν ὁ περὶ ἀρχῶν λόγος.
Ἱνα δὲ καὶ ταῦτα παραλίπῃ τις, πῶς ἄρα καὶ γίνεσθαί φασι τὰ συγκρίματα ἐκ τῶν πρώτων στοιχείων, μήτε θίξεως καὶ ἁφῆς ὑπαρχούσης μήτε κράσεως ἢ μίξεως ὅλως; ὅτι μὲν γὰρ οὐδέν ἐστιν ἡ ἁφή, μικρῷ πρόσθεν ὑπέμνησα (§ 45–46), ὅτε περὶ τῆς ὑποστάσεως τοῦ σώματος διελεγόμην· ὅτι δὲ οὐδὲ ὁ τρόπος τῆς κράσεως ὅσον ἐπὶ τοῖς λεγομένοις ὐπ’ αὐτῶν δυνατός ἐστι, διὰ βραχέων ἐπιστήσω. πολλὰ μὲν γὰρ λέγεται περὶ κράσεως, καὶ σχεδὸν ἀνήνυτοι περὶ τοῦ προκειμένου σκέμματός εἰσι παρὰ τοῖς δογματιτόδε [*](2 Apelt coll. Plat. Tim. 49 d e : quocum consentire videtur T (ut neque eam que est hoc possit demonstrationem accipere): τότε G 5 ἀσωμάτου scripsi: σώματος GT (de corpore) corpora T 12 ἔσται Bekk. dubitanter 15 dubitandum est Τ 21 <καὶ> μικρῷ Gen.)
Τὰ κιρνάμενα ἐξ οὐσίας καὶ ποιοτήτων συγκεῖσθαι φασίν. ἤτοι οὖν τἀς μὲν οὐσίας αὐτῶν μίγνυσθαι φήσει τις, τὰς δὲ ποιότητας μηδαμῶς, ἢ τὰς μὲν ποιότητας ἀναμίγνυσθαι, μηκέτι δὲ τὰς οὐσίας, ἢ μηθέτερον ἀναμίγνυσθαι θατέρῳ, ἢ ἀμφότερα ἑνοῦσθαι ἀλλήλοις. ἀλλ᾿ εἰ μὲν οὔτε αἱ ποιότητες οὔτε αἱ οὐσίαι ἀναμίγνυνται ἀλλήλοις, ἀνεπινόητος ἔσται ἡ κρᾶσις· πῶς γὰρ μία αἴσθησις ἀπὸ τῶν κιρναμένων γίνεσθαι συμβήσεται, εἴγε κατὰ μηδὲν τῶν προειρημένων μίγνυται ἀλλήλοις τὰ κιρνάμενα;
εἰ δὲ αἱ μὲν ποιότητες ἁπλῶς παρακεῖσθαι λεχθεῖεν ἀλλήλαις, αἱ δὲ οὐσίαι μίγνυσθαι, καὶ οὕτως ἄτοπον ἂν εἴη τὸ λεγόμενον· οὐ γὰρ κεχωρισμένων τῶν ποιοτήτων τῶν ἐν ταῖς κράσεσιν ἀντιλαμβανόμεθα, ἀλλ᾿ ὡς μιᾶς ἀπὸ τῶν κιρναμένων ἀποτελουμένης αἰσθανόμεθα. εἰ δὲ τὰς μὲν ποιότητας μίγνυσθαι λέγοι τις, τὰς δὲ οὐσίας μηδαμῶς, ἀδύνατα λέξει· ἡ γὰρ τῶν ποιοτήτων ὑπόστασις ἐν ταῖς οὐσίαις ἐστίν, διόπερ γελοῖον ἂν εἴη λέγειν, ὧς αἱ μὲν ποιότητες χωρισθεῖσαι τῶν οὐσιῶν [καὶ] ἰδίᾳ μίγνυνταί που ἀλλήλαις, ἄποιοι δὲ αἱ οὐσίαι χωρὶς ὑπολείπονται.
λείπεται λέγειν, ὅτι καὶ αἱ ποιότητες τῶν κιρναμένων καὶ αἱ οὐσίαι χωροῦσι δι’ ἀλλήλων καὶ μιγνύμεναι τὴν κρᾶσιν ἀποτελοῦσιν. ὃ τῶν προειρημένων ἐστὶν ἀτοπώτερον’ ἀδύνατος γάρ ἐστιν ἡ τοιαύτη κρᾶσις. οἶον γοῦν ἐὰν δέκα κοτύλαις ὕδατος κωνείου χυλοῦ κοτύλη μιχθῇ, παντὶ τῷ ὕδατι συνανακίρνασθαι ἂν λέγοιτο τὸ κώνειον· εἰ γοῦν καί τι βραχύτατον μέρος τοῦ μίγματος λάβοι τις, εὑρήσει πεπληρωμένον αὐτὸ τῆς τοῦ κωνείου δυνάμεως.
εἰ δὲ ἐπιμίγνυται τὸ κώνειον παντὶ μέρει τοῦ ὕδατος καὶ παρεκτείνεται αὐτῷ ὅλον ὅλῳ κατά τε τὴν τῶν οὐσιῶν καὶ τῶν ποιοτήτων [*](14 <διαφορὰς> λέγειν T (differentias dicere) 15 καὶ om, T, del. Kayser || alicui T cf. ad p. 119, 25 22 τοι AB)