Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus, Pyrrhoniae Hypotyposes

εἰ μὲν γὰρ ὁρμᾷ, ταράσσεται, εἰ δὲ τυγχάνει τῶν ἐπιθυμιῶν, παύεται τῆς ταραχῆς. οὐ τοίνυν ἐγκρατὴς γίνεται ὅσον ἐπὶ τῇ φρο- νήσει ὁ σοφός· ἢ εἴπερ γίνεται, πάντων ἀνθρώπων ἐστὶ κακοδαιμονέστατος, διόπερ οὐκ ὠφέλειαν, ἀλλὰ ταραχὴν αὐτῷ μεγίστην ἡ περὶ τὸν βίον παρέσχε τέχνη. ὅτι δὲ ὁ νομίζων ἔχειν τὴν περὶ τὸν βίον τέχνην καὶ δι’ αὐτῆς ἐπεγνωκέννι, τίνα τέ ἐστιν ἀγαθὰ ὧς πρὸς τὴν φύσιν καὶ τίνα φαῦλα, ταράσσεται σφόδρα καὶ τῶν ἀγαθῶν αὐτῷ παρόντων καὶ τῶν κακῶν, ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν.

λεκτέον οὖν, ὅτι εἰ μήτε ἡ τῶν ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων ὑπόστασις ὁμολογεῖται, ἥ τε περὶ τὸν βίον [*](32 σοφὸς om. T, sed exstat quoque p. 587, 17. 3 φαύλων L 6 οὖ om. P: ἦς A 9 τῶν τοιούτων GT (talium): τούτων P sicut p. 587,25. 17 18 20 21 ἣ pro εἰ P sicut G ἧ p. 588, 1. 4. 5. ἴ’ 21 τῆς om. L 24 διόΠερ P: ὥστε G: qtiod Τ 28 τὰρ. σφόδρα GT (turbatur valde): σφόδρα ταράττεται P)

v.1.p.208
τέχνη τάχα μὲν καὶ ἀνυπόστατός ἐστιν , εἰ δὲ καὶ ὑφεστάναι δοθείη καθ’ ὑπόθεσιν, οὐδεμίαν ὠφέλειαν τοῖς ἔχουσιν σιναὐτὴν παρέχει, τοὐναντίον δὲ ταραχὰς αὐτοῖς ἐμποιεῖ μεγίστας, μάτην ὠφρυπωσθαι δοκοῖεν ἂν οἱ δογματικοὶ κἀν τῷ λεγομένῳ ἠθικῷ μέρει τῆς καλουμένης φιλοσοφίας.