Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus, Pyrrhoniae Hypotyposes

ἀλλὰ καὶ τὸ τὰς γυναῖκας ἑταιρεῖν παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι καὶ ἐπονείδιστον, παρὰ δὲ πολλοῖς τῶν Αἰγυπτίων εὐκλεές· φασὶ γοῦν, ὅτι αἱ πλείστοις συνιοῦσαι καὶ κόσμον ἔχουσι περισφύριον, σύνθημα τοῦ παρ’ αὐταῖς σεμνολογήματος. παρ’ ἐνίοις δὲ αὐτῶν αἱ κόραι πρὸ τῶν γάμων τὴν προῖκα ἐξ ἑταιρήσεως συνάγουσαι γαμοῦνται. καὶ τοὺς Στωικοὺς (Stoic. fr. III, 755 Arn.) δὲ ὁρῶμεν οὐκ ἄτοπον εἶναι λέγοντας τὸ ἑταίρᾳ συνοικεῖν ἢ τὸ ἐξ ἑταίρας ἐργασίας διαζῆν.

ἀλλὰ καὶ τὸ ἐστίχθαι παρ’ ἡμῖν μὲν αἰσχρὸν καὶ ἄτιμον εἶναι δοκεῖ, πολλοὶ δὲ Αἰγυπτίων καὶ Σαρμάτων στίζουσι τὰ γεννώμενα.

τό τε ἐλλόβια ἔχειν τούς ἄρρενας παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι, παρ’ ἐνίοις δὲ τῶν βαρβάρων , ὥσπερ καὶ Σύροις, εὐγενείας ἐστὶ σύνθημα. τινὲς δὲ ἐπιτείνοντες τὸ σύνθημα τῆς εὐγενείας, καὶ τὰς ῥῖνας τῶν παίδων τιτρώσκοντες κρίκους ἀπ’ αὐτῶν ἀργυρέους ἢ χρυσοῦς ἀπαρτῶσιν , ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις,

ὥσπερ οὐδὲ ἀνθοβαφῆ καὶ ποδήρη τις ἄρρην ἐνταῦθα <ἂν> ἀμφιέσαιτο ἐσθῆτα, καίτοι Πέρσαις εὐπρεπεστάτου τοῦ παρ’ ἡμῖν αἰσχροῦ τούτου [*](12 Γερμανοῖς GT (apud germanow): Καρμανοῖς Fabricius cf. p. 35, 8 19 Κιτιέα Bekk.: Κιττιέα G: citiensem Τ 23 γοῦν ML: οὖν EAB 28 καὶ om. T 7 ἀπ’ Gen.: om. G: in eis dependent T 9 ἂν add. Bekk. 10 τοῦ vel τούτου secl. Pasquali)

v.1.p.189
δοκοῦντος εἶναι. καὶ παρὰ Διονυσίῳ δὲ τῷ τῆς Σικελίας τυράννῳ τοιαύτης ἐσθῆτος Πλάτωνι καὶ Ἀριστίππῳ τοῖς φιλοσόφοις προσενεχθείσης ὁ μὲν Πλάτων’ ἀπεπέμψατο, εἰπὼν (Eurip. Bacch. 836)

  • οὖσ’ ἄν δυναίμην θῆλυν ενδῦναι στολήν
  • ἄρρην πεφυκὼς,
  • ὁ δὲ Ἀρίστιππος προσήκατο, φήσας (Bacch. 317)
  • καὶ γὰρ ἐν βακχεύμασιν
  • οὖσ' ἥ γε σώφρωνov οὐ διαφθαρήσεται.
  • οὕτω καὶ τῶν σοφῶν ᾧ μὲν οὐκ αἰσχρόν, ᾧ δὲ αἰσχρὸν ἐδόκει τοῦτο εἶναι.

    ἄθεσμον τέ ἐστι παρ’ ἡμῖν μητέρα ἢ ἀδελφὴν ἰδίαν γαμεῖν· Πέρσαι δέ, καὶ μάλιστα αὐτῶν οἱ σοφίαν ἀσκεῖν δοκοῦντες, οἱ Μάγοι, γαμοῦσι τὰς μητέρας, καὶ Αἰγύπτιοι τὰς ἀδελφὰς ἄγονται πρὸς γάμον, καὶ ὧς ὁ ποιητής φησιν Σ 356),

    Ζεὺς Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε. ἀλλὰ καὶ ὁ Κιτιεὺς Ζήνων (Stoic. fr. I, 256 Arn.) φησὶ μὴ ἄτοπον εἶναι τὸ μόριον τῆς μητρὸς τῷ ἑαυτοῦ μορίῳ τρῖψαι, καθάπερ οὐδὲ ἄλλο τι μέρος τοῦ σώματος αὐτῆς τῇ χειρὶ τρῖψαι φαῦλον ἂν εἶποι τις εἶναι. καὶ ὁ Χρύσιππος δὲ ἐν τῇ πολιτείᾳ (fr. Stoic. III, 745 Arn.) δογματίζει τόν τε πατέρα ἐκ τῆς θυγατρὸς παιδοποιεῖσθαι καὶ τὴν μητέρα ἐκ τοῦ παιδὸς καὶ τὸν ἀδελφὸν ἐκ τῆς ἀδελφῆς. [*](4a) Πλάτων’ (Resp. IV 423 E sqq.) δὲ καὶ καθολικώτερον κοινὰς εἶναι τὰς γυναῖκας δείν’ ἀπεφήνατο.

    τό τε αἰσχρουργεῖν ἐπάρατον ὂν παρ’ ἡμὶν ὁ Ζήνων (Stoic. fr. I, 255 Arn.) οὐκ ἀποδοκιμάζει· καὶ ἄλλους δὲ ὧς ἀγαθῷ τινι τούτῳ χρῆσθαι τῷ κακῷ πυνθανόμεθα.

    ἀλλὰ καὶ τὸ ἀνθρωπείων γεύεσθαι σαρκῶν παρ’ ἡμῖν μὲν [*](9a) ἄθεσμον, παρ’ ὅλοις δὲ βαρβάροις ἔθνεσιν ἀδιάφορόν ἐστιν. καὶ τί δεῖ τοὺς βαρβάρους λέγειν, ὅπου καὶ ὁ Τυδεὺς τὸν ἐγκέφαλον τοῦ πολεμίου λέγεται φαγεῖν φαγεῖν, καὶ [*](11 <οὕτω> καὶ T (sic et) cf. v. 20. 23 ἀσκοῦντες δοκεῖν 27 Κιτιεὺς Bekk : Κιττιεὺς G 28/29 τῷ ἑαυτοῦ μορίῳ MLT (suo memhro confricare): τῶν αὐτοῦ μορίων EAB 2 δοκι- μάζει Kayser 6 ἀπέρατον EAB 7 ἄλλοις EAB 8 τούτῳ om. T)

    v.1.p.190
    οἱ ἀπὸ τῆς Στοᾶς (Stoic. fr. I, 254 III, 748 Arn.) οὐκ ἄτοπον εἶναί φασι τὸ σάρκας τινὰ ἐσθίειν ἄλλων τε ἀν’ θρώπων καὶ ἑαυτοῦ;

    τό τε ἀνθρωπείῳ μιαίνειν αἵματι βωμὸν θεοῦ παρ’ ἡμῖν μὲν τοῖς πολλοῖς ἄθεσμον, Λάκωνες δὲ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθωσίας Ἀρτέμιδος μαστίζονται πικρῶς ὑπὲρ τοῦ πολλὴν αἵματος ἐπὶ τοῦ βωμοῦ τῆς θεοῦ γενέσθαι ῥύσιν. ἀλλὰ καὶ τῷ Κρόνῳ θύουσιν ἄνθρωπόν τινες, καθάπερ καὶ Σκύθαι τῇ Ἀρτέμιδι τοὺς ξένους· ἡμεῖς δὲ χραίνεσθαι τὰ ἱερὰ δοκοῦμεν ἀνθρώπου φόνῳ.

    τούς γε μὴν μοιχοὺς κολάζει παρ’ ἡμῖν νόμος, παρὰ δέ τισιν ἀδιάφορόν ἐστι ταῖς τῶν ἑτέρων γυναιξὶ μίγνυσθαι· καὶ φιλοσόφων δέ τινές φασιν ἀδιάφορον εἶναι τὸ ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι.

    τοὺς πατέρας τε ὑπὸ τῶν παίδων ἐπιμελείας ἀξιοῦσθαι κελεύει παρ’ ἡμῖν νόμος· οἱ Σκύθαι δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη γενομένους αὐτοὺς ἀποσφάττουσιν. καὶ τί θαυμαστόν , εἴγε ὁ μὲν Κρόνος τῇ ἅρπῃ τὰ αἰδοία ἐξέτεμε τοῦ πατρός, ὁ δὲ Ζεὺς τὸν Κρόνον κατεταρτάρωσεν , ἡ δὲ Ἀθηνᾶ μετὰ Ἥρας καὶ Ποσειδῶνος τὸν πατέρα δεσμεύειν ἐπεχείρησεν; ἀλλὰ καὶ τοὺς ἑαυτοῦ παῖδας ὁ Κρόνος ἀναιρεῖν ἔκρινεν,

    καὶ ὁ Σόλων Ἀθηναίοις τὸν περὶ τῶν ἀκρίτων νόμον ἔθετο, καθ’ ὃν φονεύειν ἑκάστῳ τὸν ἑαυτοῦ παῖδα ἐπέτρεψεν· παρ’ ἡμῖν δὲ τὸ τοὺς παῖδας φονεύειν ἀπαγορεύουσιν οἱ νόμοι. οἴ τε ωμαίων νομοθέται τούς παῖδας ὑποχειρίους καὶ δούλους τῶν πατέρων κελεύουσιν εἶναι, καὶ τῆς οὐσίας τῶν παίδων μὴ κυριεύειν τούς παῖδας ἀλλὰ τοὺς πατέρας, ἕως ἂν ἐλευθερίας οἱ παῖδες τύχωσι κατὰ τούς ἀργυρωνήτους· παρ’ ἑτέροις δὲ ὡς τυραννικὸν τοῦτο ἐκβέβληται.

    νόμος τέ ἐστι τοὺς ἀνδροφόνους κολάζεσθαι· οἱ μονομάχαι δὲ φονεύοντες πολλάκις καὶ τιμῆς τυγχάνουσιν. ἀλλὰ καὶ τὸ τύπτειν ἐλευθέρους οἱ νόμοι κωλύουσιν· οἱ ἀθληταὶ δὲ τύπτοντες ἐλευθέρους ἄνδρας, πολλάκις <δὲ> καὶ ἀναιροῦντες , τιμῶν καὶ στεφάνων ἀξιοῦνται.

    νόμος τε [*](18 σκύθας L 20 et 24 fort. <ὁ> παρ’ ἡμῖν v. 21 ἑταίρων T (amicorum) 22 καὶ — 23 μίγνυσθαι om. EABT 5/6 secundum mancipia T 8 fort. ἀλλήλους pro πολλάκις scrib. cf. p. 35, 32. 36, 2. 10 δὲ add. Τ (autem et))

    v.1.p.191
    παρ’ ἡμὶν κελεύει μιᾷ συνοικεῖν ἕκαστον, Θρᾳκῶν δὲ καὶ Γαιτούλων Λιβύων δὲ ἔθνος τοῦτο) πολλαῖς ἕκαστος συνοικεῖ.

    τό τε λῃστεύειν παρ’ ἡμῖν μὲν παράνομον καὶ ἄδικόν ἐστι, παρὰ δὲ πολλοῖς τῶν βαρβάρων οὐκ ἄτοπον. φασὶ δέ, ὅτι καὶ εὐκλεὲς τοῦτο οἱ Κίλικες ἐνόμιζον εἶναι, ὧς καὶ τοὺς ἐν λῃστείᾳ τελευτήσαντας τιμῆς ἀξίους εἷναι δοκεῖν. καὶ ὁ Νέστωρ δὲ παρὰ τῷ ποιητῇ, μετὰ τὸ φιλοφρονήσασθαι τοὺς περὶ τὸν Τηλέμαχον, φησὶ πρὸς αὐτοὺς

  • (γ 72) ἦ μαψιδίως ἀλάλησθε
  • οἶά τε ληιστῆρες;
  • καίτοι εἰ ἄτοπον ἦν τὸ λῃστεύειν, οὐκ ἂν οὕτως αὐτοὺς φιλοφρονησάμενος διὰ τὸ ὑποπτεύειν, μὴ ἄρα τοιοῦτοί τινες εἶεν.

    ἀλλὰ καὶ <τὸ> κλέπτειν παρ’ ἡμῖν μὲν ἄδικον καὶ παράνομόν ἐστιν· οἱ δὲ καὶ κλεπτίστατον εἶναι θεὸν λέγοντες τὸν Ἑρμῆν οὐκ ἄδικον τοῦτο νομίζεσθαι ποιοῦσιν πῶς γὰρ ἂν θεὸς εἴη κακός;). φασὶ δέ τινες, ὅτι καὶ οἱ Λάκωνες τοὺς κλέψαντας ἐκόλαζον οὐ διὰ τὸ κεκλοφέναι, ἀλλὰ διὰ τὸ πεφωρᾶσθαι.

    ἀλλὰ καὶ ὁ δειλὸς καὶ ὁ ῥίψασπις ἀνὴρ κολάζεται παρὰ πολλοῖς νόμῳ· διὸ καὶ ἡ τὴν ἀσπίδα τῷ παιδὶ ἐπὶ πόλεμον ἐξιόντι διδοῦσα Λάκαινα ‘σὺ ἔφη, ‘τέκνον, ἢ ταύταν ἢ ἐπὶ ταύταν'. Ἀρχίλοχος δέ, ὥσπερ σεμνυνόμενος ἡμῖν ἐπὶ τῷ τὴν ἀσπίδα ῥίψας φυ- γεῖν, ἐν τοῖς ποιήμασι περὶ ἑαυτοῦ φησὶν (fr. 58 B.)

  • ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ
  • ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων,
  • αὐτὸς δ’ ἐξέφυγον θανάτου τέλος.
  • αἱ δὲ Ἀμαζόνες καὶ ἐχώλευον τὰ ἄρρενα τῶν ὑπ’ αὐτῶν γεννωμένων ὑπὲρ τοῦ μηδὲν ἀνδρεῖον αὐτὰ ποιῆσαι δύνασθαι, περὶ πόλεμον δὲ ἔσχον αὐταί, τοῦ ἐναντίου [*](23 post φιλοφρονησάμενος fort. inser. ὠνείδισε vel simile quid coll. Thuc. I 5, 2 || διὰ τὸ ὑποπτεύειν G: sed propter id quidem suspicdbatur Τ 24 τὸ add. coll. p. 170, 5. 9. 13. 171, 14 || post κλέπτειν Gen. inser. μὲν 25 θεὸν om. M 28 κλέψαντας MEAB: κλέπτας L ὁ ἔντος Brunck: ἐντὸς G: interius Τ || κάλλιπον Τ (dimisi): κάλλιπεν G 7 ὐπ’ αὐτῶν Τ (ab eis): περὶ αὐτὰς G: παρ’ αὐταῖς Bekk. 9 ἔσχον G: hahebant se T: εἶχον vel ἐσχόλαζον Bekk. dub. at cf. p. 177, 13.)

    v.1.p.192
    παρ’ ἡμῖν καλῶς ἔχειν νενομισμένου. καὶ ἡ μήτηρ δὲ τῶν θεῶν προσίεται τοὺς θηλυδρίας, οὐκ ἂν οὕτω κρίνασα ἡ θεός, εἴγε φύσει φαῦλον ἦν τὸ μὴ ἀνδρεῖον εἶναι.

    οὕτω καὶ τὰ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ τοῦ κατὰ τὴν ἀνδρείαν καλοῦ πολλὴν ἀνωμαλίαν ἔχει. Καὶ τὰ περὶ εὐσεβείας δὲ καὶ θεῶν <θεραπείας> πεπλήρωται πολλῆς διαφωνίας. θεοὺς γὰρ οἱ μὲν πολλοί φασιν εἶναι, τινὲς δὲ οὐκ εἶναι, ὥσπερ οἱ περὶ Δ ιαγόραν τὸν Μήλιον καὶ Θεόδωρον καὶ Κριτίαν τὸν Ἀθηναῖον. καὶ τῶν εἶναι θεοὺς ἀποφηναμένων οἱ μὲν τοὺς πατρίους νομίζουσι θεούς, οἱ δὲ τοὺς ἐν ταῖς δογματικαῖς αἱρέσεσιν ἀναπλασσομένους, [*](19a) ὡς Ἀριστοτέλης (cf.fr. 26 Rose) μὲν ἀσώματον εἶπεν εἶναι τὸν θεὸν καὶ πέρας τοῦ οὐρανοῦ, Στωικοὶ (Stoic. fr. I 159 et II 103 Arn.) δὲ πνεῦμα διῆκον καὶ διὰ τῶν εἰδεχθῶν, Ἐπίκουρος (p. 355, 7 Us.) δὲ ἀνθρωπόμορφον, Ξενοθάνης (cf. A33 Diels) δὲ σφαῖραν ἀπαθῆ.

    καὶ οἱ μὲν προνοεῖν τῶν καθ’ ἡμᾶς, 24a οἱ δὲ μὴ προνοεῖν· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ὁ Ἐπίκουρός (p. 71,3 Us.) φησί μήτε αὐτὸ πράγματα ἔχειν μήτε ἑτέροις παρέχειν. ὅθεν καὶ τῶν κατὰ τὸν βίον οἱ μὲν ἕνα φασὶν εἶναι θεόν, οἱ δὲ πολλοὺς καὶ διαφόρους ταῖς μορφαῖς, ὡς καὶ εἰς τὰς τῶν Αἰγυπτίων ὑπολήψεις ἐμπίπτειν, κυνοπροσώπους καὶ ἱερακομόρφους καὶ βόας καὶ κροκοδείλους καὶ τί γὰρ οὐχὶ νομιζόντων τοὺς θεούς.

    ὅθεν καὶ τὰ περὶ θυσιῶν καὶ τῆς περὶ τοὺς θεοὺς θρησκείας ὅλως πολλὴν ἀνωμαλίαν ἔχει· ἃ γὰρ ἔν τισιν ἱεροῖς <νομίζεται> ὅσια, ταῦτα ἐν ἑτέροις ἀνόσια. καίτοι εἰ φύσει τὸ ὅσιον καὶ τὸ ἀνόσιον ἦν, οὐκ ἂν τοῦτο ἐνομίσθη. οἷον γοῦν Σαράπιδι χοῖρον οὐκ ἂν θύσειέ τις, Ἡρακλεῖ δὲ καὶ Ἀσκληπιῷ θύουσιν. πρόβατον Ἴσιδι θύειν ἄθεσμον, τῇ μητρὶ μέντοι λεγομένῃ τῶν θεῶν καὶ θεοῖς ἄλλοις καλλιερεῖται.