Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus, Pyrrhoniae Hypotyposes

εἰ ἔστι τὰ γένη, ἤτοι τοσαῦτά ἐστιν ὅσα τὰ εἴδη, ἢ ἔν ἐστι κοινὸν πάντων τῶν εἰδῶν αὐτοῦ λεγομένων εἶναι [εἶδος ἤγουν] γένος. εἰ μὲν οὖν τοσαῦτά ἐστι τὰ γένη ὅσα τὰ εἴδη αὐτῶν, οὐκέτ’ ἂν εἴη κοινὸν γένος, ὃ εἰς αὐτά διαιρεθήσεται. εἰ δὲ ὲν εἶναι λέγοιτο ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ γένος, ἢτοι ὅλου αὐτοῦ ἕκαστον εἶδος αὐτοῦ μετέχει ἢ μέρους αὐτοῦ. ἀλλ’ ὅλου μὲν οὐδαμῶς· ἀμήχανον γάρ ἐστιν ἔν τι ὑπάρχον <ἐν> ἄλλῳ καὶ ἄλλῳ κατὰ ταὐτὸ περιέχεσθαι ὡς ὅλον ἐν ἑκάστῳ θεωρεῖσθαι τῶν ἐν οἶς εἶναι λέγεται. εἰ δὲ μέρους, πρῶτον μὲν οὐκ ἀκολουθήσει τῷ εἴδει τὸ γένος πᾶν, ὡς ὑπολαμβάνουσιν, οὐδὲ ὁ ἄνθρωπος ἔσται ζῷον ἀλλὰ μέρος ζῴου, οἷον οὐσία, οὔτε δὲ ἔμψυχος οὔτε αἰσθητική.

εἶτα μέντοι καὶ ἤτοι ταὐτοῦ λέγοιτο ἂν μετεσχηκέναι πάντα τὰ εἴδη μέρους τοῦ γένους αὐτῶν, ἢ ἑτέρου [*](10 εἶναι om. T cf. ad p. 107, 31. 15 ἀπολείπεται EAB 23 om. T del. Bekk. 25 αὐτοῦ del Kayser 26 γένος ML: τὸ γένος EAB 28 ἐν add. T || κατὰ ταὐτὸ MEABT (secundum) idem): κατ’ αὐτὸ L 1 καὶ om. T

v.1.p.121
καὶ ἑτέρου. ἀλλὰ ταὐτοῦ μὲν οὐκ ἐνδέχεται διὰ τὰ προειρημένα. εἰ δὲ ἄλλου καὶ ἄλλου, οὔτε ὅμοια ἀλλήλοις ἔσται τὰ εἴδη κατὰ γένος, ὅπερ οὐ προσδέξονται, ἄπειρόν τε ἔσται γένος ἕκαστον εἰς ἄπειρα τεμνόμενον (οὐ μόνον τὰ εἴδη ἀλλὰ καὶ τὰ καθ’ ἕκαστον, ἐν οἶς καὶ αὐτοῖς μετὰ τῶν εἰδῶν αὐτοῦ θεωρεῖται· οὐ γὰρ μόνον ἄνθρωπος ἀλλὰ καὶ ζῷον ὁ Δίων εἶναι λέγεται). εἰ δὲ ταῦτα ἄτοπα, οὐδὲ κατὰ μέρος μετέσχηκε τὰ εἴδη τοὐ γένους αὐτῶν ἑνὸς ὄντος.

εἰ δὲ μήτε ὅλου μετέσχηκεν ἕκαστον εἶδος τοῦ γένους μήτε μέρους αὐτοῦ, πῶς ἂν λέγοιτο ‘ὲν εἶναι γένος ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ, ὥστε καὶ εἰς αὐτὰ διαιρεῖσθαι; τάχα οὐκ ἂν ἔχοι τις λέγειν μὴ οὐχὶ ἀναπλάσσων τινὰς εἰδωλοποιήσεις, ἇί ταῖς ἐκείνων αὐτῶν ἀνεπικρίτοις διαφωνίαις κατὰ τὰς σκεπτικὰς ἐφόδους περιτραπήσονται.

Πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον. τὰ εἴδη τοῖα ἢ τοῖά ἐστιν· τούτων τὰ γένη ἤτοι καὶ τοῖα καὶ τοῖα, ἢ τοῖα μὲν τοῖα δὲ οὐ, ἢ οὔτε τοῖα οὔτε τοῖα. οἷον ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, καὶ τὰ μὲν ἀληθῆ τὰ δὲ ψευδῆ, καὶ ἔνια μὲν λευκά, εἰ τύχοι, ἔνια δὲ μέλανα, καὶ ἔνια μὲν μέγιστα ἔνια δὲ σμικρότατα, καὶ τὰ ἄλλα ὁμοίως, τὸ τὶ λόγου ἕνεκεν, ὅ φασιν εἶναί τινες γενικώτατον, ἢ πάντα ἔσται ἢ τὰ ἕτερα ἢ οὐδέν.

ἀλλ’ εἰ μὲν οὐδέν ἐστιν ὅλως τὸ τὶ, οὐδὲ τὸ γένος, πέρας ἔχει ἡ ζήτησις. εἰ δὲ πάντα εἶναι ῥηθείη, πρὸς τῷ ἀδύνατον εἶναι τὸ λεγόμενον, καὶ τῶν εἰδῶν καὶ τῶν καθ’ ἕκαστον ἐν οἶς ἐστι δεήσει πάντα εἶναι. ὡς γάρ, ἐπεὶ τὸ ζῷον, ὡς φασίν, οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, ἕκαστον τῶν εἰδῶν αὐτοῦ καὶ οὐσία εἶναι λέγεται καὶ ἔμψυχος καὶ αἰσθητική, οὕτως εἰ τὸ γένος καὶ σῶμά ἐστι καὶ ἀσώματον καὶ ψευδὲς καὶ ἀληθὲς καὶ μέλαν, εἰ τύχοι, καὶ λευκὸν καὶ σμικρότατον καὶ μέγιστον καὶ τἆλλα πάντα, ἕκαστον τῶν εἰδῶν καὶ τῶν ἓκαστον ἕκαστον πάντα ἔσται· ὅπερ οὐ θεωρεῖται. ψεῦδος οὖν καὶ τοῦτο.

εἰ δὲ τὰ ἕτερα μόνα ἐστί, τούτων τὸ γέαὐτὰ [*](7 T (et ipsa) 8 αὐτῶν T (eorum considerantur) 8 οὐ γὰρ — d λέγεται om. T 19/20 τῶν τινῶν G: quorundam T τινῶν?) 25 ἔχοι AB 26 τῷ MET (cum eo quod): τὸ LAB 28 δεήσει δὲ T (oportet autem))

v.1.p.122
νος τῶν λοιπῶν οὐκ ἔσται γένος, οἷον εἰ σῶμα τὸ τὶ, τῶν ἀσωμάτων, καὶ εἰ λογικὸν τὸ ζῷον, τῶν ἀλόγων, ὡς μήτε ἀσώματόν τι εἶναι ζῷον μήτε ἂλογον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε καὶ τοῖον καὶ τοῖον τὸ γένος, οὔτε τοῖον μὲν τοῖον δὲ οὔ, οὔτε μὴν οὔτε τοῖον οὔτε τοῖον δύναται εἶναι [γένος]· εἰ δὲ τοῦτο, οὐδὲ ἔστιν ὅλως τὸ γένος. εἰ δὲ λέγοι τις ὅτι δυνάμει πάντα ἐστὶ τὸ γένος, λέξομεν, ὧς τὸ δυνάμει τι ὂν δεῖ τι καὶ ἐνεργείᾳ εἰναι, οἷον οὐ δύναταί τις γραμματικὸς εἶναι εἰ μὴ καὶ ἐνεργείᾳ. καὶ τὸ γένος οὖν εἰ δυνάμει πάντα ἐστίν, ἐρωτῶμεν αὐτοὺς τί ἐστιν ἐνεργείᾳ, καὶ οὕτω μένουσιν αἱ αὐταὶ ἀπορίαι. τἀναντία μὲν γὰρ πάντα ἐνεργείᾳ εἶναι οὐ δύναται.

ἀλλ’ οὐδὲ τὰ μὲν καὶ ἐνεργείᾳ τὰ δὲ δυνάμει μόνον, οἷον σῶμα μὲν ἐνεργείᾳ, δυνάμει δὲ ἀσώματον. δυνάμει γάρ ἐστιν ὃ οἷόν τέ ἐστιν ἐνεργείᾳ ὑποστῆναι, τὸ δὲ σῶμα ἐνεργείᾳ <ὂν> ἀδύνατόν ἐστιν ἀσώματον κατ’ ἐνέργειαν, ὥστε εἰ λόγου χάριν σῶμά <τι> ἔστιν οὔκ ἐστιν ἀσώματον δυνάμει, καὶ τὸ ἀνάπαλιν. οὐκοῦν οὐκ ἐνδέχεται τὸ γένος τὰ μὲν ἐνεργείᾳ εἶναι τὰ δὲ δυνάμει μόνον. εἰ δὲ οὐδὲν ὅλως ἐστὶν ἐνεργείᾳ, οὐδὲ ὑφέστηκεν. οὐκοῦν οὐδέν ἐστι τὸ γένος, ὃ διαιρεῖν εἰς τὰ εἴδη λέγουσιν.

ἔτι καὶ τοῦτο θεάσασθαι ἄξιον. ὥσπερ γὰρ, ἐπεὶ ὁ αὐτός ἐστιν Ἀλέξανδρος καὶ Πάρις, οὐκ ἐνδέχεται τὸ μὲν ‘’Αλέξανδος περιπατεῖ’ ἀληθὲς εἶναι, τὸ δὲ ‘πάρις περιπατεῖ’ ψεῦδος, οὕτως εἰ τὸ αὐτό ἐστι τὸ ἄνθρωπον εἶναι Θέωνι καὶ Δίωνι, εἰς σύνταξιν ἀξιώματος ἀγομένη ἡ ‘ἂνθρωπος’ προσηγορία ἢ ἀληθὲς ἢ ψεῦδος ἐπ’ ἀμφοτέρων ποιήσει τὸ ἀξίωμα. οὐ θεωρεῖται δὲ τοῦτο· τοῦ μὲν γὰρ Δίωνος καθημένου Θέωνος δὲ περιπατοῦντος τὸ ‘ἂνθρωπος περιπατεῖ’ ἐφ’ οὗ μὲν λεγόμενον ἀληθές ἐστιν, ἐφ’ οὗ [*](6 καὶ τοῖον alt. G : est T 8 γένος del. Bekk. 9 λέγοι EABT (dicat) : λέγοιτο M : λέγει L 11 εἰ μὴ καὶ T (nisi et actu) : μή τις G: μή τις ὢν Gen. 15 τὰ δὲ — 16 ἐνεργείᾳ om. Τ 18 ὂν add. e Τ (corpus autem quod est actu) 19 τι add. (fortasse excidit exemplum) 25 ὁ αὐτὸς T (idem): αὐτὸς G 21 τὸ ἄνθρωπον T (hominem esse), coni. Pappenheim: rdj ἀνθρώπω G)

v.1.p.123
δὲ ψεῦδος. οὐκ ἄρα κοινή ἐστιν ἀμφοτέρων ἡ ‘ἂνθρωπος’ προσηγορία, οὐδὲ ἡ αὐτὴ ἀμφοῖν, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου.

  • κα περὶ κοινῶν συμβεβηκότων.
  • Παραπλήσια δὲ λέγεται καὶ περὶ τῶν κοινῶν συμβεβηκότων. εἰ γὰρ ‘ὲν καὶ τὸ αὐτὸ συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ὁρᾶν, ἐὰν καθ’ ὑπόθεσιν φθαρῇ μὲν Δίων, Θέων δὲ περιῇ καὶ ὁρᾷ, ἤτοι τὴν ὅρασιν τοῦ ἐφθαρμένου Δίωνος ἄφθαρτον μένειν ἐροῦσιν, ὅπερ ἀπεμφαίνει, <ἢ> αὐτὴν ὅρασιν ἐφθάρθαι τε καὶ μὴ ἐφθάρθαι λέξουσιν, ὅπερ ἄτοπον· οὐκ ἄρα ἡ Θλεωνος ὅρασις ἡ αὐτή ἐστι τῇ Δίωνος, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου. καὶ γὰρ εἰ ταὐτὸν συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ἀναπνεῖν, οὐκ ένδέχεται τὴν ἐν Θέωνι ἀναπνοὴν εἶναι, τὴν ἐν Δίωνι δὲ μὴ εἷναι· ἐνδέχεται δὲ τοῦ μὲν φθαρέντος τοῦ δὲ περιόντος· οὐκ ἄρα ἡ αὐτή ἐστιν.

    Περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον νῦν ἀρκέσει συν- τόμως λελέχθαι.

  • κβ΄ περὶ σοφισμάτων.
  • Οὐκ ἄτοπον δὲ ἴσως καὶ τῷ περὶ τῶν σοφισμάτων ἐπιστῆσαι λόγῳ διὰ βραχέων, ἐπεὶ καὶ εἰς τὴν τούτων διάλυσιν ἀναγκαίαν εἶναι λέγουσι τὴν διαλεκτικὴν οἱ σεμνύνοντες [*](19a) αὐτήν. εἰ γὰρ τῶν τε ἀληθῶν καὶ ψευδῶν λόγων, φασίν, ἐστὶν αὕτη διαγνωστική, ψευδεῖς δὲ λόγοι καὶ τὰ σοφίσματα, καὶ τούτων ἂν εἴη διακριτικὴ λυμαινομένων τὴν ἀλήθειαν φαινομέναις πιθανότησιν. ὅθεν ὧς βοηθοῦντες οἱ διαλεκτικοὶ σαλεύοντι τῷ βίῳ καὶ τὴν ἔννοιαν καὶ τὰς διαφορὰς καὶ τὰς ἐπιλύσεις δὴ τῶν σοφισμάτων μετὰ σπουδῆς ἡμᾶς πειρῶνται διδάσκειν, λέγοντες σόφισμα εἶναι λόγον πιθανὸν καὶ δεδολιευμένον ὥστε προσδέξασθαι τὴν ἐπιφορὰν ἤτοι ψευδῆ ἢ ὡμοιωμένην ψευδεῖ ἢ ἄδηλον ἢ ἄλλως ἀπρόσοὐδὲ [*](1 οὐδὲ Τ (nec) : καὶ G 7 ἢ add. T 12 τὴν <μὲν> Θέωνι : Bekk. dubit. || δὲ MLT (autem) : καὶ EAB 17 τῷ EAB : τὸ L: om. M(T?) 18 λόγον T (instare rationem) ΙΙ τὴν om. L φασίν om. EAB 23/24 rw βίῳ Gen.: τὸν βίον G: adiuvantes concussam vitam Τ 24 δὴ om. Τ 28 ψευδεῖ EABT (false) : ψευδῆ ML)

    v.1.p.124
    δεκτὸν,

    οἷον ψευδῆ μὲν ὡς ἐπὶ <τούτου> τοῦ ἔχει ‘οὐδεὶς δίδωσι κατηγόρημα πιεῖν· καιηγόρημα [*](29a) δέ ἐστι τὸ ἀψίνθιον πιεῖν· οὐδεὶς ἄρα δίδωσιν ἀψίνθιον πιεῖν’, ἔτι δὲ ὅμοιον ψευδεῖ ὡς ἐπὶ τούτου ‘ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται, τοῦτο οὐκ ἔστιν ἄτοπον· οὔτε δὲ ἐνεδέχετο οὔτε ἐνδέχεται τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει· <οὐκ ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει>’.

    ἔτι δὲ [*](2a) ἄδηλον οὕτως ‘οὐχὶ καὶ ἠρώτηκά τί σε πρῶτον, καὶ οὐχὶ οἱ ἀστέρες ἄρτιοί εἰσιν· ἠρώτηκα δέ τί σε πρῶτον· οἱ ἄρα ἀστέρες ἄρτιοί εἰσιν’. ἔτι δὲ ἀπρόσδεκτον ἄλλως, ὡς οἱ λεγόμενοι σολοικίζοντες λὀγοι, οἷον ‘ὃ βλέπεις, ἔστιν· βλέπεις δὲ φρενιτικόν· ἔστιν ἂρα φρενιτικόν’. ‘ὃ ὁρᾷς, ἒστιν· ὁρᾷς δὲ φλεγμαίνοντα τόπον· ἔστιν ἄρα φλεγμαίνοντα τόπον’.

    εἶτα μέντοι καὶ τὰς ἐπιλύσεις αὐτῶν [ὁρᾶν ἤτοι] πριστᾶν [*](9a) ἐπιχειροῦσι, λέγοντες ἐπὶ μὲν τοῦ πρώτου σοφίσματος, ὅτι ἄλλο διὰ τῶν λημμάτων συγκεχώρηται καὶ ἄλλο ἐπενήνεκται. συγκεχώρηται γὰρ τὸ μὴ πίνεσθαι κατηγόρημα, καὶ εἶναι κατηγόρημα τὸ ἀψίνθιον πίνειν, οὐκ αὐτὸ τὸ ἀψίνθιον. διὸ δέον ἐπιφέρειν ‘οὐδεὶς ἄρα πίνει τὸ ἀψίνθιον πίνειν’, ὅπερ ἐστὶν ἀληθές, ἐπενήνεκται ‘οὐδεὶς ἄρα ἀψίνθιον πίνει’ ὅπερ ἐστὶ ψεῦδος, οὐ συναγόμενον ἐκ τῶν συγκεχωρημένων λημμάτων.

    ἐπὶ δὲ τοῦ δευτέρου, ὅτι δοκεῖ μὲν ἐπὶ ψεῦδος ἀπάγειν ὧς ποιεῖν τοὺς ἀνεπιστάτους ὀκνεῖν αὐτῷ συγκατατίθεσθαι, [*](19a) συνάγει δὲ ἀληθές, τὸ ‘οὐκ ἄρα ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει’. οὐδὲν γὰρ ἀξίωμα ἄτοπόν ἐστιν, ἀξίωμα δέ ἐστι τὸ ‘ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φοωεύει’. διὸ οὐδὲ τοῦτο ἄτοπον. [*](29 τούτου add. T (sicut in hoc sophismate) 29 a ποιεῖν EAB 31 ἔτι δὲ Gen.: ἐπὶ δὲ G: om. T (similis autem false) 1 δὲ om. L 2 ὁ EAB: om. ML 2—2a suppl. Bekk. coll. 20/1 2 a ἔτι δὲ ut p. 111,31 4 ἠρώτηκα — 5 εἰσιν om. Μ 5 οἱ LT: εἰ EAB || ἔτι δὲ ut p. 111,31 (aliter autem inacceptabiles T) 9 a ὁρᾶν ἤτοι om. T)

    v.1.p.125
    ἡ δὲ ἐπὶ τὸ ἄδηλον ἀπαγωγή, φασίν,

    ὅτι ἐκ τοῦ γἐνους [*](24a) τῶν μεταπιπτόντων ἐστίν. μηδενὸς γὰρ προηρωτημένου κατὰ τὴν ὑπόθεσιν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἀληθὲς γίνεται, ψευδοῦς τῆς συμπλοκῆς οὔσης παρὰ τὸ ἐμπεπλέχθαι ψεῦδος τὸ ῾ἡρώτηκά τί σε πρῶτον’ ἐν αὐτῇ. μετὰ δὲ τὸ ἐρωτηθῆναι τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, τῆς προσλήψεως [*](29a) ἀληθοῦς γενομένης ῾ἠρώτηκα δέ τί σε πρῶτον᾿, διὰ τὸ ἠρωτῆσθαι πρὸ τῆς προσλήψεως τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἡ τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς πρότασις γίνεται ψευδὴς τοῦ ἐν τῷ συμπεπλεγμένῳ ψεύδους γενομένου ἀληθοῦς· ὡς μηδέποτε δύνασθαι συναχθῆναι τὸ συμπέρασμα μὴ συνυπάρχοντος τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς τῇ προσλήψει.

    τοὺς δὲ τελευταίους, φασὶν ἔνιοι, τούς σολοικίζοωτας [*](5a) λόγους, ἀτόπως ἐπάγεσθαι παρὰ τὴν συνήθειαν.

    Τοιαῦτα μὲν οὖν τινες διαλεκτικοί φασι περὶ σοφισμάτων (καὶ γὰρ ἄλλοι ἄλλα λέγουσιν)· ταῦτα δὲ τὰς μὲν τῶν εἰκαιοτέρων ἀκοὰς ἴσως δύναται γαργαλίζειν, περιττὰ δέ ἐστι καὶ μάτην αὐτοῖς πεπονημένα. καὶ τοῦτο δυνατὸν μὲν ἴσως καὶ ἀπὸ τῶν ἤδη λελεγμένων ἡμῖν ὁρᾶν· ὑπεμνήσαμεν γάρ, ὅτι μὴ δύναται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τοὺς διαλεκτικοὺς καταλαμβάνεσθαι, ποικίλως τε ἄλλως καὶ τῷ τὰ μαρτύρια τῆς συλλογιστικῆς δυνάμεως αὐτῶν, τὴν ἀπόδειξιν καὶ τοὺς ἀναποδείκτους διατρέπεσθαι λόγους.

    εἰς δὲ τὸν προκείμενον τόπον ἰδίως καὶ ἄλλα μὲν πολλὰ λέγειν ἔνεστιν, ὧς δὲ ἐν συντόμῳ νῦν τόδε λεκτέον. ὅσα μὲν σοφίσματα ἰδίως ἡ διαλεκτικὴ δύνασθαι δοκεῖ διελέγχειν, τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν· ὅσων δὲ ἡ διάλυσις χρησιμεύει, ταῦτα ὁ μὲν διαλεκτικὸς οὐκ ἂν δοαύἐπαγωγὴ [*](24 ἐπαγωγὴ Gen. 28 δὲ om. L 29 τῆς προσλήψεως om. EAB 29a γενομένης ML γινομένης EAB 30 προσλήψεως Bekk.: προλ. G: assumptionem T ut v. 29 5 τοὺς — 6 συνήθ. corrupta esse putat Pappeng., qui αὐτοὺς vel aliud desiderat ἔνιοι MEABT (quidam) : ἔνθα L 5a ἐπάγεσθαι T (induci) : ἐπάγειν G 7 τινες om. T 9 οἰκειοτέρων L 14 δυωάμεως om. L)

    v.1.p.126
    σειεν, οἱ δὲ ἐν ἑκάστῃ τέχνῃ τὴν ἐπὶ τῶν πραγμάτων παρακολούθησιν ἐσχηκότες.

    εὐθέως γοῦν, ἔνα ἑνὸς ἢ δευτέρου μνησθῶμεν παραδείγματος, ἐρωτηθέντος [ἰατρῷ] τοιούτου σοφίσματος ‘κατὰ τὰς νόσους ἐν ταῖς παρακμαῖς τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον· ἐπὶ πάσης δὲ τυπώσεως νόσου πρὸ τῆς πρώτης διατρίτου πάντως γίνεται παρακμή· ἀναγκαῖον ἄρα πρὸ τῆς πρώτης διατρίτου τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον ὡς τὸ πολὺ παραλαμβάνειν’ ὁ μὲν διαλεκτικὸς οὐδὲν ἂν εἰπεῖν ἔχοι πρὸς διάλυσιν τοῦ λόγου, καίτοι χρησίμην οὖσαν,

    ὁ δὲ ἰατρὸς διαλύσεται τὸ σόφισμα, εἰδὼς ὅτι παρακμὴ λέγεται διχῶς, ἥ τε τοῦ ὅλου νοσήματος καὶ ἡ ἑκάστης ἐπιτάσεως μερικῆς ἀπὸ τῆς ἀκμῆς ῥοπὴ πρὸς τὸ κρείσσον’, καὶ πρὸ μὲν τῆς πρώτης διατρίτου ὧς τὸ πολὺ γίνεται παρακμὴ ἡ τῆς ἐπιτάσεως τῆς μερικῆς, τὴν δὲ ποικίλην δίαιταν οὐκ ἐν ταύτῃ δοκιμάζομεν ἀλλ’ ἐν τῇ παρακμῇ τοῦ ὅλου νοσήματος. ὅθεν καὶ διηρτῆσθαι λέξει τὰ λήμματα τοῦ λόγου, ἑτέρας μὲν παρακμῆς ἐν τῷ προτέρῳ λήμματι λαμβανομνης, τουτέστι τῆς τοῦ ὅλου πάθους, ἑτέρας δὲ ἐν τῷ δευτέρῳ, τουτέστι τῆς μερικῆς.

    πάλιν τε ἐπί τινος πυρέσσοντος κατὰ πύκνωσιν ἐπιτεταμένην ἐρωτηθέντος τοῦ τοιούτου λόγου ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματά ἐστιν· ἐναντίον δὲ τῇ ὑποκειμένῃ πυρώσει τὸ ψυχρόν· κατάλληλον ἄρα τῇ ὑποκειμένῃ πυρώσει τὸ ψυχρόν’ ὁ μὲν διαλεκτικὸς ἡσυχάσει, ὁ δὲ ἰατρός,