Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

καὶ πρὸς τούτους δὲ ἔστι λέγειν, τι τὸ ποιητικὸν κακοῦ οὐκ ἂν εἴη φύσει ἀγαθόν· ἡ δέ ἡδονὴ κακῶν ἐστι ποιητική· πάσῃ γὰρ ἡδονῇ παραπέπηγεν ἀλγηδών, ἥ ἐστι κατ’ αὐτοὺς (Epicurea p. 276, 23 Us.) φύσει κακόν. οἷον γοῦν ἥδεται ὁ μέθυσος ἐμφορούμενος οἴνου καὶ ὁ γαστρίμαργος τροφῆς, καὶ ὁ λάγνος ἀφροδισίοις ἀμέτρως χρώμενος· ἀλλὰ ταῦτα καὶ πενίας καὶ νόσων ἐστὶ ποιητικά, ἅπερ ἀλγεινά ἐστι καὶ κακά, ὡς φασίν. οὐκ ἄρα φύσει ἀγαθόν ἐστιν ἡ ἡδονή.

παραπλησίως δὲ καὶ τὸ ποιητικὸν ἀγαθοῦ οὔκ ἐστι φύσει κακόν, ἡδονὰς δὲ ἀποτελοῦσιν ἀλγηδόνες· καὶ γὰρ ἐπιστήμας ἀναλαμβάνομεν μὲν πονοῦντες, καὶ πλούτου καὶ ἐρωμένης οὕτως ἐγκρατὴς γίνεταί τις, καὶ ὑγίειαν περιποιοῦσιν αἱ ἀλγηδόνες. οὐκ ἄρα ὁ πόνος φύσει κακόν. καὶ γὰρ εἰ φύσει ἀγαθὸν μὲν ἦν ἡ ἡδονὴ, φαῦλον δὲ ὁ πόνος, πάντες ἂν ὁμοίως διέκειντο περὶ αὐτῶν, ὧς ἐλέγομεν· ὁρῶμεν δὲ πολλοὺς τῶν φιλοσόφων τὸν μὲν πόνον καὶ τὴν καρτερίαν αἱρουμένους, τῆς ἡδονῆς δὲ καταφρονοῦντας.