Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
τὸ γὰρ τὴν Πλάτωνος ἀνειδωλοποίησιν λέγειν ἐπιδεκτικὴν εἶναι δύνασθαι τοῦ ἀγαθοῦ, φημὶ δὲ τὴν κρᾶσιν τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας καὶ τῆς θατέρου φύσεως καὶ ταὐτοῦ, ἢ τούς ἀριθμούς, τέλεον ληρῶδές ἐστιν. ὅθεν οὐδὲ περὶ ψυχὴν εἶναι δύναται τὸ ἀγαθόν.
εἰ δὲ μήτε τὸ αἱρεῖσθαι αὐτὸ ἀγαθόν ἐστι, μήτε ἐκτὸς ὑπόκειται τὸ δι’ αὑτὸ αἱρετόν, μήτε περὶ σῶμά ἐστι μήτε περὶ ψυχήν, ὧς ἐπελογισάμην, οὐδ’ ὅλως ἔστι τι φύσει ἀγαθόν
Διὰ δὲ τὰ προειρημένα οὐδὲ κακόν τι ἔστι φύσει. τὰ γὰρ ἑτέροις δοκοῦντα εἶναι κακά, ταῦτα ἕτεροι διώκου- σιν ὡς ἀγαθά, οἷον ἀσέλγειαν ἀδικίαν φιλαργυρίαν ἀκρα- σίαν, τὰ ἐοικότα. ὅθεν εἰ τὰ μὲν φύσει πάντας ὁμοίως πέφυκε κινεῖν, τὰ δὲ λεγόμενα εἶναι κακὰ οὐ πάντας ὁμοίως κινεῖ, οὐδέν ἐστι φύσει κακόν.