Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Ἔτι κἀκεῖνο λέγουσί τινες, ὅτι ἀγαθόν ἐστιν ἤτοι τὸ αἱρεῖσθαι αὐτὸ ἢ ἐκεῖνο ὃ αἱρούμεθα. τὸ μὲν οὖν αἱρεῖσθαι οὐκ ἔστιν ἀγαθὸν κατὰ τὸν ἴδιον λόγον· οὐ γὰρ ἂν ἐσπεύδομεν τυχεῖν ἐκείνου ὃ αἱρούμεθα, ἵνα μὴ ἐκπέσωηεν τοῦ ἔτι αὐτὸ αἱρεῖσθαι, οἷον εἰ ἀγαθὸν ἦν τὸ ἀντιποιεῖσθαι ποτοῦ, οὐκ ἂν ἐσπεύδομεν ποτοῦ τυχεῖν· ἀπολαύσαντες γὰρ τούτου τῆς ἀντιποιήσεως αὐτοῦ ἀπαλλαττόμεθα. καὶ ἐπὶ τοῦ πεινῆν ὁμοίως καὶ ἐπὶ τοῦ ἐρᾶν καὶ τῶν ἄλλων. οὐκ ἄρα τὸ αἱρεῖσθαι δι’ αὐτὸ αἱρετόν ἐστιν, εἰ μή γε καὶ ὀχληρόν· καὶ γὰρ ὁ πεινῶν σπεύδει μετα- [*](§§ 183–184 ~ adv. dogm. V 79—84.) [*](28 τὸν addidi 30 ἢ ἐκτὸς vel ἢ del. Apelt 3 ἐπεὶ L 8 τῇδε LEAB: τῆ Μ 9 τῆς add. Bekk. 24 εἴγε μὴ A)

v.1.p.184
σχεῖν τροφῆς, ὅπως ἀπαλλαγῇ τῆς ἐκ τοῦ πεινῆν ὀχλήσεως, καὶ ὁ ἐρῶν ὁμοίως καὶ ὁ διψῶν.

ἀλλ’ οὐδὲ τὸ αἱρετόν ἐστι τὸ ἀγαθόν. τοῦτο γὰρ ἤτοι ἔξωθέν ἐστιν ἡμῶν ἢ περὶ ἡμᾶς. ἀλλ’ εἰ μὲν ἔξωθεν ἡμῶν, ἤτοι ποιεῖ περὶ ἡμᾶς ἀστείαν κίνησιν καὶ ἀποδεκτὸν κατάστημα καὶ ἀγαστὸν πάθος, ἢ οὐδαμῶς ἡμᾶς διατίθησιν. καὶ εἰ μὲν οὔκ ἐστιν ἡμῖν ἀγαστόν, οὔτε ἀγαθὸν ἔσται οὔτε ἐπάξεται ἡμᾶς πρὸς τὸ αἱρεῖσθαι αὐτὸ οὔτε ὅλως αἱρετὸν ἔσται. εἰ δὲ γίνεταί τι περὶ ἡμᾶς ἀπὸ τοῦ ἐκτὸς προσηνὲς κατάστημα καὶ ἀσμενιστὸν πάθος, οὐχὶ δι’ ἑαυτὸ αἱρετὸν ἔσται τὸ ἐκτός, ἀλλὰ διὰ τὴν περὶ ἡμᾶς ἐπ’ αὐτῷ γινομένην διάθεσιν·