Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

[*](§ 179 ~ adv. dogm. V 69—71.)[*](§§ 180—181 ~ adv. dogm. V 44—47. 73.)[*](1 συλλαμβανόμενον? cf. p. 558,21 6 καὶ post δῆλον add. EAB: fort. ἐστιν T (manifestum est) 20 ἀδδηφαγεῖν G)

v.1.p.183
τά παραπλήσια. οἱ δὲ ἀπὸ τῆς Στοᾶς τριγένειαν μὲν καὶ αὐτοί φασιν (III 96 Arn.) εἷναι ἀγαθῶν· τούτων γὰρ τὰ μὲν εἷναι περὶ ψυχὴν ὡς τὰς ἀρετάς, τὰ δὲ ἐκτὸς ὡς τὸν σπουδαῖον καὶ <τὸν> φίλον, τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός, οἷον [*](29α) τὸν σπουδαῖον ὧς πρὸς ἑαυτόν· τὰ μέντοι περὶ σῶμα [ἤ ἢ ἐκτός], ἅ φασιν οἱ ἐκ τοῦ Περιπάτου ἀγαθὰ εἶναι, οὔ φασιν ἀγαθά. ἔνιοι δὲ τὴν ἡδονὴν ἠσπάσαντο ὧς ἀγαθόν, τινὲς δὲ κακὸν αὐτὴν ἄντικρυς εἶναί φασιν, ὥστε καί τινα τῶν ἐκ φιλοσοφίας ἀναφθέγξασθαι ' μανείην μᾶλλον ἢ ἡσθείην.

εἰ τοίνυν τὰ μὲν φύσει κινοῦντα πάντας ὁμοίως κινεῖ, ἐπὶ δὲ τοῖς λεγομένοις ἀγαθοῖς οὐ πάντες ὁμοίως κινούμεθα, οὐδέν ἐστι φύσει ἀγαθόν. καὶ γὰρ οὔτε πάσαις ταῖς προεκκειμέναις στάσεσι πιστεύειν ἐνδέχεται διὰ τὴν μάχην οὔτε τινί. ὁ γὰρ λέγων, ὅτι τῇδε μὲν πιστευτέον τῇ στάσει, τῇδε δὲ οὐδαμῶς, ἐναντιουμένους τοὺς παρὰ τῶν ἀντιδοξούντων λόγους αὐτῷ ἔχων, μέρος γίνεται <τῆς> διαφωνίας, καὶ τοῦ κρινοῦντος αὐτὸς δεήσεται διὰ τοῦτο μετὰ τῶν ἄλλων, ἀλλ’ οὐχ ἑτέρους κρινεῖ. μήτε οὖν κριτηρίου ὄντος ὁμολογουμένου μήτε ἀποδείξεως διὰ τὴν ἀνεπίκριτον καὶ περὶ τούτων διαφωνίαν, εἰς τὴν ἐποχὴν καταντήσει, καὶ διὰ τοῦτο οὐχ ἔξει διαβεβαιοῦσθαι, τί ἐστι τὸ φύσει ἀγαθόν.