Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

οὐκοῦν οὐχ ὑφέστηκε κατ’ ἰδίαν ὁ ἀριθμός. εἰ δὲ μήτε κατ’ ἰδίαν ὁ ἀριθμὸς θεωρεῖται μήτε ἐν τοῖς ἀριθμητοῖς ἔχει τὴν ὑπόστασιν , οὐδὲ ἔστι τι ὁ ἀριθμὸς ὅσον ἐπὶ ταῖς περιεργίαις ταῖς ὑπὸ τῶν δογματικῶν εἰσενηνεγμέναις. τοσαῦτα μὲν καὶ περὶ τοῦ φυσικοῦ καλουμένου τῆς φιλοσοφίας μέρους ἀρκούντως ὧς ἐν ὑποτυπώσει λελέχθω.

  • κα περὶ τοῦ ἠθικοῦ μέρους τῆς φιλοσοφίας.
  • Λείπεται τὸ ἠθικόν, ὅπερ δοκεῖ τὴν διάκρισιν τῶν τε καλῶν καὶ κακῶν καὶ ἀδιαφόρων καταγίγνεσθαι. ἵνα οὖν κεφαλαιωδῶς καὶ περὶ τούτου διαλάβωμεν , περὶ τῆς ὑπάρξεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων ζητή- σωμεν, τὴν ἔννοιαν ἑκάστου προεκθέμενοι.

  • κβ΄ περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἅδ’ ιαφόρων.