Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ πρὸς οὐδὲν τούτων ἀπολογηθῆναι δυνάμενοι σεμνύνεσθε, διότι τὴν ἐπὶ Δελφοὺς ἔφοδον τῶν βαρβάρων ὑπέστητε, καὶ φατὲ δεῖν διὰ ταῦτα χάριν ἔχειν ὑμῖν τοὺς Ἕλληνας.

ἀλλʼ εἰ διὰ μίαν ταύτην χρείαν Αἰτωλοῖς χάρις ὀφείλεται, τίνος καὶ πηλίκης δεῖ τιμῆς ἀξιοῦσθαι Μακεδόνας, οἳ τὸν πλείω τοῦ βίου χρόνον οὐ παύονται διαγωνιζόμενοι πρὸς τοὺς βαρβάρους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἀσφαλείας;

ὅτι γὰρ αἰεί ποτʼ ἂν ἐν μεγάλοις ἦν κινδύνοις τὰ κατὰ τοὺς Ἕλληνας, εἰ μὴ Μακεδόνας εἴχομεν πρόφραγμα καὶ τὰς τῶν παρὰ τούτοις βασιλέων φιλοτιμίας, τίς οὐ γινώσκει;

μέγιστον δὲ τούτου σημεῖον· ἅμα γὰρ τῷ Γαλάτας καταφρονῆσαι Μακεδόνων νικήσαντας Πτολεμαῖον τὸν Κεραυνὸν ἐπικαλούμενον, εὐθέως καταγνόντες τῶν ἄλλων ἧκον οἱ περὶ Βρέννον εἰς μέσην τὴν Ἑλλάδα μετὰ δυνάμεως. ὃ πολλάκις ἂν συνέβαινε γίνεσθαι μὴ προκαθημένων Μακεδόνων.

οὐ μὴν ἀλλὰ περὶ μὲν τῶν γεγονότων ἔχων πολλὰ λέγειν ἀρκεῖν ἡγοῦμαι·

τῶν δὲ Φιλίππῳ πεπραγμένων εἰς ἀσέβειαν ὠνείδισαν τὴν τοῦ ναοῦ καταφθοράν, οὐ προσθέντες τὴν αὑτῶν ὕβριν καὶ παρανομίαν, ἣν ἐπετελέσαντο περὶ τοὺς ἐν Δίῳ καὶ Δωδώνῃ ναοὺς καὶ τὰ τεμένη τῶν θεῶν.

ἐχρῆν δὲ λέγειν τοῦτο πρῶτον. ὑμεῖς δʼ ἃ μὲν ἐπάθετε, τούτοις ἐξηγήσασθε, μείζω ποιοῦντες τῶν γεγονότων, ἃ δʼ ἐποιήσατε πρότεροι, πολλαπλάσια γεγονότα παρεσιωπήσατε,

σαφῶς εἰδότες ὅτι τὰς ἀδικίας καὶ ζημίας ἅπαντες ἀεὶ τοῖς ἄρχουσι χειρῶν ἀδίκων ἐπιφέρουσι.