Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ πάλαι μὲν ἐπεπόριστο σκῆψιν ὡς ἀρρωστῶν, χάριν τοῦ μὴ θαυμάζειν ἀκούοντας τοὺς Ῥωμαίους, ὡς καὶ πλείω χρόνον ἐπὶ τῶν αὐτῶν τόπων ποιεῖται τὴν διατριβήν·

τότε δὲ καὶ μᾶλλον προσεποιεῖτο τὴν ἀρρωστίαν. ἀπεῖχε δὲ τῷ στρατοπέδῳ τριῶν ἡμερῶν ὁδὸν τοῦ Τάραντος.

ἥκοντος δὲ τοῦ καιροῦ, παρεσκευακὼς ἔκ τε τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς διαφέροντας εὐκινησίᾳ καὶ τόλμῃ, περὶ μυρίους ὄντας τὸν ἀριθμόν, παρήγγειλε τεττάρων ἡμερῶν ἔχειν ἐφόδια.

ποιησάμενος δὲ τὴν ἀναζυγὴν ὑπὸ τὴν ἑωθινὴν ἐχρῆτο τῇ πορείᾳ συντόνως. τῶν δὲ Νομαδικῶν ἱππέων εἰς ὀγδοήκοντα προχειρισάμενος ἐκέλευε προπορεύεσθαι τῆς δυνάμεως εἰς τριάκοντα σταδίους καὶ τοὺς παρὰ τὴν ὁδὸν τόπους ἐξ ἑκατέρου τοῦ μέρους ἐπιτρέχειν,

ἵνα μηδεὶς κατοπτεύσῃ τὴν ὅλην δύναμιν, ἀλλʼ οἱ μὲν ὑποχείριοι γίνοιντο τῶν διεμπιπτόντων, οἱ δὲ διαφυγόντες ἀναγγέλλοιεν εἰς τὴν πόλιν, ὡς ἐπιδρομῆς οὔσης ἐκ τῶν Νομάδων.

ἀποσχόντων δὲ τῶν Νομάδων ὡς ἑκατὸν εἴκοσι σταδίους, ἐδειπνοποιήσατο παρά τινα δυσσύνοπτον καὶ φαραγγώδη ποταμόν.

καὶ συναθροίσας τοὺς ἡγεμόνας κυρίως μὲν οὐ διεσάφει τὴν ἐπιβολήν, ἁπλῶς δὲ παρεκάλει πρῶτον μὲν ἄνδρας ἀγαθοὺς γίνεσθαι πάντας, ὡς οὐδέποτε μειζόνων αὐτοῖς ἄθλων ὑποκειμένων,

δεύτερον δὲ συνέχειν ἕκαστον τῇ πορείᾳ τοὺς ὑφʼ αὑτὸν ταττομένους καὶ πικρῶς ἐπιτιμᾶν τοῖς καθόλου παρεκβαίνουσιν ἐκ τῆς ἰδίας τάξεως,

τελευταῖον δὲ προσέχειν τὸν νοῦν τοῖς παραγγελλομένοις καὶ μηδὲν ἰδιοπραγεῖν πάρεξ τῶν προσταττομένων.

ταῦτʼ εἰπὼν καὶ διαφεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορείαν, κνέφατος ἄρτι γενομένου, σπουδάζων συνάψαι τῷ τείχει περὶ μέσας νύκτας, καθηγεμόνα τὸν Φιλήμενον ἔχων καὶ παρεσκευακὼς ὗν ἄγριον αὐτῷ πρὸς τὴν διατεταγμένην χρείαν.