Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δὲ ταῦτα ποιησάμενοι δευτέραν ἔξοδον, καὶ παραπλησίως χειρίσαντες τὰ κατὰ μέρος, αὐτοί τε τοῖς περὶ τὸν Ἀννίβαν ἔδοσαν πίστεις καὶ παρʼ ἐκείνων ἔλαβον ἐπὶ τούτοις,

ἐφʼ ᾧ Ταραντίνους ἐλευθερώσειν καὶ μήτε φόρους πράξεσθαι κατὰ μηδένα τρόπον μήτʼ ἄλλο μηδὲν ἐπιτάξειν Ταραντίνοις Καρχηδονίους, τὰς δὲ τῶν Ῥωμαίων οἰκίας καὶ καταλύσεις, ἐπειδὰν κρατήσωσι τῆς πόλεως, ἐξεῖναι Καρχηδονίοις διαρπάζειν.

ἐποιήσαντο δὲ καὶ σύνθημα τοῦ παραδέχεσθαι σφᾶς τοὺς φύλακας ἑτοίμως εἰς τὴν παρεμβολήν, ὅτʼ ἔλθοιεν.

ὧν γενομένων ἔλαβον ἐξουσίαν εἰς τὸ καὶ πλεονάκις συμμιγνύναι τοῖς περὶ τὸν Ἀννίβαν, ποτὲ μὲν ὡς ἐπʼ ἐξοδείαν, ποτὲ δὲ πάλιν ὡς ἐπὶ κυνηγίαν ποιούμενοι τὰς ἐκ τῆς πόλεως ἐξόδους.

ταῦτα δὲ διαρμοσάμενοι πρὸς τὸ μέλλον, οἱ μὲν πλείους ἐπετήρουν τοὺς καιρούς, τὸν δὲ Φιλήμενον ἀπέταξαν ἐπὶ τὰς κυνηγίας·

διὰ γὰρ τὴν ὑπερβάλλουσαν ἐπὶ τοῦτο τὸ μέρος ἐπιθυμίαν ἦν ὑπὲρ αὐτοῦ διάληψις ὡς οὐδὲν προυργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν.

διὸ τούτῳ μὲν ἐπέτρεψαν ἐξιδιάσασθαι διὰ τῶν ἁλισκομένων θηρίων πρῶτον μὲν τὸν ἐπὶ τῆς πόλεως τεταγμένον Γάιον Λίβιον, δεύτερον δὲ τοὺς φυλάττοντας τὸν πυλῶνα τὸν ὑπὸ τὰς Τημενίδας προσαγορευομένας πύλας.

ὃς παραλαβὼν τὴν πίστιν ταύτην, καὶ τὰ μὲν αὐτὸς κυνηγετῶν, τῶν δʼ ἑτοιμαζομένων αὐτῷ διʼ Ἀννίβου, συνεχῶς εἰσέφερε τῶν θηρίων, ὧν τὰ μὲν ἐδίδου τῷ Γαΐῳ, τὰ δὲ τοῖς ἐπὶ τοῦ πυλῶνος χάριν τοῦ τὴν ῥινοπύλην ἑτοίμως ἀνοίγειν αὐτῷ·

τὸ γὰρ πλεῖον ἐποιεῖτο τὰς εἰσόδους καὶ τὰς ἐξόδους νυκτός, προφάσει μὲν χρώμενος τῷ φόβῳ τῶν πολεμίων, ἁρμοζόμενος δὲ πρὸς τὴν ὑποκειμένην πρόθεσιν.

ἤδη δὲ κατεσκευασμένου τοιαύτην συνήθειαν τοῦ Φιλημένου πρὸς τοὺς ἐπὶ τῆς πύλης ὥστε μὴ διαπορεῖν τοὺς φυλάττοντας, ἀλλʼ ὁπότε προσεγγίσας τῷ τείχει προσσυρίξαι νυκτός, εὐθέως ἀνοίγεσθαι τὴν ῥινοπύλην αὐτῷ,

τότε παρατηρήσαντες τὸν ἐπὶ τῆς πόλεως ἄρχοντα τῶν Ῥωμαίων, ἀφʼ ἡμέρας μέλλοντα γίνεσθαι μετὰ πλειόνων ἐν τῷ προσαγορευομένῳ Μουσείῳ σύνεγγυς τῆς ἀγορᾶς, ταύτην ἐτάξαντο τὴν ἡμέραν πρὸς τὸν Ἀννίβαν.