Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

παραγενόμενος δʼ εἰς τὴν Ῥόδον καὶ μετὰ ταῦτα πάλιν εἰς τὴν Ἔφεσον, καὶ κοινωσάμενος τοῖς προειρημένοις ἀνδράσι, καὶ λαβὼν αὐτοὺς ἑτοίμους εἰς τὰ παρακαλούμενα, μετὰ ταῦτʼ Ἀριανόν τινα τῶν ὑφʼ αὑτὸν ταττομένων διαπέμπεται πρὸς τὸν Καμβύλον,

φήσας ἐξαπεστάλθαι μὲν ἐκ τῆς Ἀλεξανδρείας ξενολογήσων, βούλεσθαι δὲ τῷ Καμβύλῳ συμμῖξαι περί τινων ἀναγκαίων· διόπερ ᾤετο δεῖν τάξασθαι καιρὸν καὶ τόπον, ἐν ᾧ μηδενὸς συνειδότος αὑτοῖς συναντήσουσι.

ταχὺ δὲ τοῦ Ἀριανοῦ συμμίξαντος τῷ Καμβύλῳ καὶ δηλώσαντος τὰς ἐντολάς, ἑτοίμως ὁ προειρημένος ἀνὴρ ὑπήκουσε τοῖς παρακαλουμένοις, καὶ συνθέμενος ἡμέραν καὶ τόπον ἑκατέρῳ γνωστόν, εἰς ὃν παρέσται νυκτός, ἀπέπεμψε τὸν Ἀριανόν.

ὁ δὲ Βῶλις, ἅτε Κρὴς ὑπάρχων καὶ φύσει ποικίλος, πᾶν ἐβάσταζε πρᾶγμα καὶ πᾶσαν ἐπίνοιαν ἐψηλάφα.

τέλος δὲ συμμίξας τῷ Καμβύλῳ κατὰ τὴν τοῦ Ἀριανοῦ σύνταξιν ἔδωκε τὴν ἐπιστολήν. ἧς τεθείσης εἰς τὸ μέσον ἐποιοῦντο τὴν σκέψιν Κρητικήν·

οὐ γὰρ ἐσκόπουν ὑπὲρ τῆς τοῦ κινδυνεύοντος σωτηρίας οὐδʼ ὑπὲρ τῆς τῶν ἐγχειρισάντων τὴν πρᾶξιν πίστεως, ἀλλʼ ὑπὲρ τῆς αὑτῶν ἀσφαλείας καὶ τοῦ σφίσιν αὐτοῖς συμφέροντος.

διόπερ ἀμφότεροι Κρῆτες ὄντες συντόμως κατηνέχθησαν ἐπὶ τὴν αὐτὴν γνώμην· αὕτη δʼ ἦν τὰ μὲν παρὰ τοῦ Σωσιβίου προδεδομένα δέκα τάλαντα διελέσθαι κοινῇ,

τὴν δὲ πρᾶξιν Ἀντιόχῳ δηλώσαντας καὶ συνεργῷ χρησαμένους ἐπαγγείλασθαι τὸν Ἀχαιὸν ἐγχειριεῖν αὐτῷ, λαβόντας χρήματα καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀξίας τῆς προειρημένης ἐπιβολῆς.

τούτων δὲ κυρωθέντων ὁ μὲν Καμβύλος ἀνεδέξατο χειριεῖν τὰ κατὰ τὸν Ἀντίοχον, ὁ δὲ Βῶλις ἐτάξατο μετά τινας ἡμέρας πέμψειν τὸν Ἀριανὸν πρὸς τὸν Ἀχαιόν, ἔχοντα παρά τε τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθηματικὰ γράμματα.

περὶ δὲ τοῦ παρεισελθεῖν τὸν Ἀριανὸν εἰς τὴν ἄκραν ἀσφαλῶς καὶ πάλιν ἀπελθεῖν, ἐκεῖνον ἐκέλευε φροντίζειν.

ἐὰν δὲ προσδεξάμενος τὴν ἐπιβολὴν Ἀχαιὸς ἀντιφωνήσῃ τοῖς περὶ τὸν Νικόμαχον καὶ Μελαγκόμαν, οὕτως ἔφη δώσειν ὁ Βῶλις αὑτὸν εἰς τὴν χρείαν καὶ συμμίξειν τῷ Καμβύλῳ.

τῆς δὲ διατάξεως γενομένης τοιαύτης χωρισθέντες ἔπραττον ἑκάτεροι τὰ συντεταγμένα.